Stari zavet
A kad počinu Avija kod otaca svojih i pogreboše ga u gradu Davidovu, zacari se na njegovo mjesto Asa sin njegov. Za njegova vremena počinu zemlja deset godina.
ΚΑΙ ἀπέθανεν Ἀβιὰ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν Ἀσὰ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ. ἐν ταῖς ἡμέραις Ἀσὰ ἡσύχασεν ἡ γῆ Ἰούδα δέκα ἔτη,
I činjaše Asa što je dobro i pravo pred Gospodom Bogom njegovijem.
καὶ ἐποίησε τὸ καλὸν καὶ τὸ εὐθὲς ἐνώπιον Κυρίου τοῦ Θεοῦ αὐτοῦ.
Jer obori oltare tuđe i visine, i izlomi likove njihove i isiječe lugove njihove.
καὶ ἀπέστησε τὰ θυσιαστήρια τῶν ἀλλοτρίων καὶ τὰ ὑψηλὰ καὶ συνέτριψε τὰς στήλας καὶ ἐξέκοψε τὰ ἄλση
I zapovjedi sinovima Judinijem da traže Gospoda Boga otaca svojih i da izvršuju zakon i zapovijest njegovu.
καὶ εἶπε τῷ Ἰούδᾳ ἐκζητῆσαι τὸν Κύριον Θεὸν τῶν πατέρων αὐτῶν καὶ ποιῆσαι τόν νόμον καὶ τὰς ἐντολάς.
Obori po svijem gradovima Judinijem visine i sunčane likove, i počinu carstvo za njegova vremena.
καὶ ἀπέστησεν ἀπὸ πασῶν πόλεων Ἰούδα τὰ θυσιαστήρια καὶ τὰ εἴδωλα, καὶ εἰρήνευσε
I sazida tvrde gradove u zemlji Judinoj, jer zemlja bijaše u miru, niti bješe rata s njim onijeh godina, jer mu Gospod dade mir.
πόλεις τειχήρεις ἐν γῇ Ἰούδα, ὅτι εἰρήνευσεν ἡ γῆ· καὶ οὐκ ἦν αὐτῷ πόλεμος ἐν τοῖς ἔτεσι τούτοις, ὅτι κατέπαυσε Κύριος αὐτῷ.
I reče Judi: da sazidamo ove gradove i da ih opašemo zidom i kulama i vratima i prijevornicama, dok je zemlja naša; jer tražismo Gospoda Boga svojega, tražismo ga i dade nam mir otsvuda. I tako zidaše, i biše srećni.
καὶ εἶπε τῷ Ἰούδᾳ· οἰκοδομήσωμεν τὰς πόλεις ταύτας καὶ ποιήσωμεν τείχη καὶ πύργους καὶ πύλας καὶ μοχλούς, ἐν ᾧ τῆς γῆς κυριεύσομεν, ὅτι καθὼς ἐξεζητήσαμεν Κύριον τὸν Θεὸν ἡμῶν, ἐξεζήτησεν ἡμᾶς καὶ κατέπαυσεν ἡμᾶς κυκλόθεν καὶ εὐώδωσεν ἡμῖν.
I imaše Asa vojske trista tisuća od Jude sa štitovima i kopljima, a od Venijamina dvjesta i osamdeset tisuća sa štitovima i lukovima. Svi bijahu hrabri vojnici.
καὶ ἐγένετο δύναμις τῷ Ἀσὰ ὁπλοφόρων αἰρόντων θυρεοὺς καὶ δόρατα ἐν γῇ Ἰούδα τριακόσιαι χιλιάδες καὶ ἐν γῇ Βενιαμὶν πελτασταὶ καὶ τοξόται διακόσιαι καὶ ὀγδοήκοντα χιλιάδες, πάντες οὗτοι πολεμισταὶ δυνάμεως.
I izide na njih Zara Etiopljanin s tisuću tisuća vojske i s trista kola, i dođe do Marise.
καὶ ἐξῆλθεν ἐπ' αὐτοὺς Ζαρὲ ὁ Αἰθίοψ ἐν δυνάμει ἐν χιλίαις χιλιάσι καὶ ἅρμασι τριακοσίοις, καὶ ἦλθεν ἕως Μαρισά.
I Asa izide preda nj; i uvrstaše se vojske u dolini Sefati kod Marise.
καὶ ἐξῆλθεν Ἀσὰ εἰς συνάντησιν αὐτῷ καὶ παρετάξατο πόλεμον ἐν τῇ φάραγγι κατὰ βορρᾶν Μαρισά.
I zavapi Asa ka Gospodu Bogu svojemu govoreći: Gospode, tebi je ništa pomoći množini ili nejakomu; pomozi nam, Gospode Bože naš, jer se u te uzdamo, i u tvoje ime dođosmo na ovo mnoštvo. Gospode, ti si Bog naš, ne daj da može što na te čovjek.
καὶ ἐβόησεν Ἀσὰ πρὸς Κύριο Θεὸν αὐτοῦ καὶ εἶπε· Κύριε, οὐκ ἀδυνατεῖ παρὰ σοὶ σώζειν ἐν πολλοῖς καὶ ἐν ὀλίγοις· κατίσχυσον ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν, ὅτι ἐπὶ σοὶ πεποίθαμεν καὶ ἐπὶ τῷ ὀνόματί σου ἤλθομεν ἐπὶ τὸ πλῆθος τὸ πολὺ τοῦτο· Κύριε ὁ Θεὸς ἡμῶν, μὴ κατισχυσάτω πρός σε ἄνθρωπος.
I razbi Gospod Etiopljane pred Asom i pred Judom, i pobjegoše Etiopljani.
καὶ ἐπάταξε Κύριος τοὺς Αἰθίοπας ἐναντίον Ἰούδα, καὶ ἔφυγον Αἰθίοπες·
I tjera ih Asa i narod koji bijaše s njim dori do Gerara. I popadaše Etiopljani da ih nijedan ne osta živ, jer se satrše pred Gospodom i pred vojskom njegovom; i oni odnesoše plijen velik veoma.
καὶ κατεδίωξεν αὐτοὺς Ἀσὰ καὶ ὁ λαὸς αὐτοῦ ἕως Γεδώρ, καὶ ἔπεσον Αἰθίοπες ὥστε μὴ εἶναι ἐν αὐτοῖς περιποίησιν, ὅτι συνετρίβησαν ἐνώπιον Κυρίου καὶ ἐναντίον τῆς δυνάμεως αὐτοῦ, καὶ ἐσκύλευσαν σκῦλα πολλά.
I pobiše sve gradove oko Gerara, jer dođe na njih strah Gospodnji, i oplijeniše sve one gradove, jer bijaše u njima mnogo plijena.
καὶ ἐξέκοψαν τὰς κώμας αὐτῶν κύκλῳ Γεδώρ, ὅτι ἐγενήθη ἔκστασις Κυρίου ἐπ' αὐτούς, καὶ ἐσκύλευσαν πάσας τὰς πόλεις αὐτῶν, ὅτι πολλὰ σκῦλα ἐγενήθη αὐτοῖς·
Pobiše i po stanovima pastirskim ljude, i odvedoše mnogo ovaca i kamila; i vratiše se u Jerusalim.
καί γε σκηνὰς κτήσεων, τοὺς Ἀλιμαζονεῖς, ἐξέκοψαν καὶ ἔλαβον πρόβατα πολλὰ καὶ καμήλους καὶ ἐπέστρεψαν εἰς Ἱερουσαλήμ.