2. Carevima 3

Stari zavet

1

A Joram sin Ahavov zacari se nad Izrailjem u Samariji osamnaeste godine carovanja Josafatova nad Judom, i carova dvanaest godina.

ΚΑΙ Ἰωρὰμ υἱὸς Ἀχαὰβ ἐβασίλευσεν ἐν Ἰσραὴλ ἐν ἔτει ὀκτωκαιδεκάτῳ Ἰωσαφὰτ βασιλέως Ἰούδα καὶ ἐβασίλευσε δώδεκα ἔτη.

0
2

I činjaše što je zlo pred Gospodom, ali ne kao otac njegov i kao mati njegova, jer obori lik Valov koji bješe načinio otac njegov.

καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς ὁ πατὴρ αὐτοῦ καὶ οὐχ ὡς ἡ μήτηρ αὐτοῦ. καὶ μετέστησε τὰς στήλας τοῦ Βάαλ, ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ·

0
3

Ali osta u grijesima Jerovoama sina Navatova, kojima navede na grijeh Izrailja, i ne otstupi od njih.

πλὴν ἐν τῇ ἁμαρτίᾳ Ἱεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ, ἐκολλήθη, οὐκ ἀπέστη ἀπ᾿ αὐτῆς.

0
4

A Misa car Moavski imaše mnogo stoke, i davaše caru Izrailjevu sto tisuća jaganjaca i sto tisuća ovnova pod runom.

καὶ Μωσὰ βασιλεὺς Μωὰβ ἦν νωκήδ, καὶ ἐπέστρεφε τῷ βασιλεῖ Ἰσραὴλ ἐν τῇ ἐπαναστάσει ἑκατὸν χιλιάδας ἀρνῶν καὶ ἑκατὸν χιλιάδας κριῶν ἐπὶ πόκων.

0
5

Ali kad umrije Ahav, odmetnu se car Moavski od cara Izrailjeva.

καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Ἀχαὰβ καὶ ἠθέτησε βασιλεὺς Μωὰβ ἐν βασιλεῖ Ἰσραήλ.

0
6

A car Joram izide u to vrijeme iz Samarije i prebroji svega Izrailja.

καὶ ἐξῆλθεν ὁ βασιλεὺς Ἰωρὰμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ Σαμαρείας καὶ ἐπεσκέψατο τὸν Ἰσραήλ·

0
7

I otide, te posla k Josafatu caru Judinu i poruči mu: car Moavski odmetnu se od mene; hoćeš li ići sa mnom na vojsku na Moavce? A on reče: hoću, ja kao ti, moj narod kao tvoj narod, moji konji kao tvoji konji.

καὶ ἐπορεύθη καὶ ἐξαπέστειλε πρὸς Ἰωσαφὰτ βασιλέα Ἰούδα λέγων· βασιλεὺς Μωὰβ ἠθέτησεν ἐν ἐμοί· εἰ πορεύσῃ μετ᾿ ἐμοῦ εἰς Μωὰβ εἰς πόλεμον; καὶ εἶπεν· ἀναβήσομαι· ὅμοιός μοι ὅμοιός σοι, ὡς ὁ λαός μου ὁ λαός σου, ὡς οἱ ἵπποι μου οἱ ἵπποι σου.

0
8

Iza toga reče: a kojim ćemo putem ići? A on reče: preko pustinje Edomske.

καὶ εἶπε· ποία ὁδῷ ἀναβῶ; καὶ εἶπεν· ὁδὸν ἔρημον Ἐδώμ.

0
9

I tako izide car Izrailjev i car Judin i car Edomski, i idoše putem sedam dana, i ne bijaše vode vojsci ni stoci, koja iđaše za njima.

καὶ ἐπορεύθη ὁ βασιλεὺς Ἰσραὴλ καὶ ὁ βασιλεὺς Ἰούδα καὶ ὁ βασιλεὺς Ἐδὼμ καὶ ἐκύκλωσαν ὁδὸν ἑπτὰ ἡμερῶν, καὶ οὐκ ἦν ὕδωρ τῇ παρεμβολῇ καὶ τοῖς κτήνεσι τοῖς ἐν τοῖς ποσὶν αὐτῶν.

0
10

I reče car Izrailjev: jaoh! dozva Gospod ova tri cara da ih preda u ruke Moavcima.

καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραήλ· ὦ, ὅτι κέκληκε Κύριος τοὺς τρεῖς βασιλεῖς παρερχομένους δοῦναι αὐτοὺς ἐν χειρὶ Μωὰβ

0
11

A Josafat reče: ima li tu koji prorok Gospodnji da upitamo Gospoda preko njega? A jedan između sluga cara Izrailjeva odgovori i reče: ovdje je Jelisije sin Safatov, koji je Iliji poljevao vodom ruke.

καὶ εἶπεν Ἰωσαφάτ· οὐκ ἔστιν ὧδε προφήτης τοῦ Κυρίου καὶ ἐπιζητήσωμεν τὸν Κύριον παρ᾿ αὐτοῦ; καὶ ἀπεκρίθη εἷς τῶν παίδων τοῦ βασιλέως Ἰσραὴλ καὶ εἶπεν· ὧδε Ἑλισαιὲ υἱὸς Σαφάτ, ὃς ἐπέχεεν ὕδωρ ἐπὶ χεῖρας Ἠλιού.

0
12

Tada reče Josafat: u njega je riječ Gospodnja. I otidoše k njemu car Izrailjev i Josafat i car Edomski.

καὶ εἶπεν Ἰωσαφάτ· ἔστιν αὐτῷ ρῆμα Κυρίου. καὶ κατέβη πρὸς αὐτὸν βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα καὶ βασιλεὺς Ἐδώμ.

0
13

A Jelisije reče caru Izrailjevu: šta je meni do tebe? idi ka prorocima oca svojega i ka prorocima matere svoje. A car Izrailjev reče mu: ne, jer Gospod dozva ova tri cara da ih preda u ruke Moavcima.

καὶ εἶπεν Ἑλισαιὲ πρὸς βασιλέα Ἰσραήλ· τί ἐμοὶ καὶ σοί; δεῦρο πρὸς τοὺς προφήτας τοῦ πατρός σου καὶ τοὺς προφήτας τῆς μητρός σου. καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς Ἰσραήλ· μὴ ὅτι κέκληκε Κύριος τοὺς τρεῖς βασιλεῖς τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖρας Μωάβ;

0
14

A Jelisije reče: tako da je živ Gospod nad vojskama, pred kojim stojim, da ne gledam na Josafata cara Judina, ne bih mario za te niti bih te pogledao.

καὶ εἶπεν Ἑλισαιέ· ζῇ Κύριος τῶν δυνάμεων, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, ὅτι εἰ μὴ πρόσωπον Ἰωασαφὰτ βασιλέως Ἰούδα ἐγὼ λαμβάνω, εἰ ἐπέβλεψα πρός σε καὶ εἶδόν σε·

0
15

Nego sada dovedite mi gudača. I kad gudač guđaše, dođe ruka Gospodnja nada nj;

καὶ νῦν λαβέ μοι ψάλλοντα. καὶ ἐγένετο ὡς ἔψαλλεν ὁ ψάλλων, καὶ ἐγένετο ἐπ᾿ αὐτὸν χεὶρ Κυρίου,

0
16

I reče: ovako veli Gospod: načinite po ovoj dolini mnogo jama.

καὶ εἶπε· τάδε λέγει Κύριος· ποιήσατε τὸν χειμάρρουν τοῦτον βοθύνους βοθύνους·

0
17

Jer ovako veli Gospod: nećete osjetiti vjetra niti ćete vidjeti dažda, ali će se dolina ova napuniti vode, te ćete piti i vi i ljudi vaši i stoka vaša.

ὅτι τάδε λέγει Κύριος· οὐκ ὄψεσθε πνεῦμα καὶ οὐκ ὄψεσθε ὑετόν, καὶ ὁ χειμάρρους οὗτος πλησθήσεται ὕδατος, καὶ πίεσθε ὑμεῖς καὶ αἱ κτήσεις ὑμῶν καὶ τὰ κτήνη ὑμῶν·

0
18

Pa i to je malo Gospodu, nego i Moavce će vam predati u ruke.

καὶ κούφη αὐτὴ ἐν ὀφθαλμοῖς Κυρίου, καὶ παραδώσω τὴν Μωὰβ ἐν χειρὶ ὑμῶν,

0
19

I raskopaćete sve tvrde gradove, i sve izabrane gradove, i posjeći ćete sva dobra drveta i zaroniti sve izvore vodene, i svaku njivu dobru potrćete kamenjem.

καὶ πατάξετε πᾶσαν πόλιν ὀχυρὰν καὶ πᾶν ξύλον ἀγαθὸν καταβαλεῖτε καὶ πάσας πηγὰς ὕδατος ἐμφράξεσθε καὶ πᾶσαν μερίδα ἀγαθὴν ἀχρειώσετε ἐν λίθοις.

0
20

A ujutru kad se prinosi dar, gle, dođe voda od Edomske, i napuni se zemlja vode.

καὶ ἐγένετο πρωΐ ἀναβαινούσης τῆς θυσίας καὶ ἰδοὺ ὕδατα ἤρχοντο ἐξ ὁδοῦ Ἐδώμ, καὶ ἐπλήσθη ἡ γῆ ὕδατος.

0
21

A svi Moavci čuvši da su izišli carevi da udare na njih, sazvaše sve koji se počinjahu pasati i starije i stadoše na međi.

καὶ πᾶσα Μωὰβ ἤκουσαν ὅτι ἀνέβησαν οἱ τρεῖς βασιλεῖς πολεμεῖν αὐτούς, καὶ ἀνεβόησαν ἐκ παντὸς περιεζωσμένοι ζώνην καὶ εἶπαν· ὢ καὶ ἔστησαν ἐπὶ τοῦ ὁρίου.

0
22

A ujutru kad ustaše i sunce ogranu nad onom vodom, ugledaše Moavci prema sebi vodu gdje se crveni kao krv.

καὶ ὤρθρισαν τὸ πρωΐ, καὶ ὁ ἥλιος ἀνέτειλεν ἐπὶ τὰ ὕδατα· καὶ εἶδε Μωὰβ ἐξεναντίας τὰ ὕδατα πυρὰ ὡσεὶ αἷμα

0
23

I rekoše: krv je; pobili su se carevi, i jedan drugoga pogubili; sada dakle na plijen, Moavci!

καὶ εἶπαν· αἷμα τοῦτο τῆς ρομφαίας, καὶ ἐμαχέσαντο οἱ βασιλεῖς καὶ ἐπάταξεν ἀνὴρ τὸν πλησίον αὐτοῦ, καὶ νῦν ἐπὶ τὰ σκῦλα Μωάβ.

0
24

A kad dođoše do okola Izrailjeva, podigoše se Izrailjci i razbiše Moavce, te pobjegoše ispred njih, a oni uđoše u zemlju Moavsku bijući ih.

καὶ εἰσῆλθον εἰς τὴν παρεμβολὴν Ἰσραήλ, καὶ Ἰσραὴλ ἀνέστησαν καὶ ἐπάταξαν τὴν Μωάβ, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτῶν. καὶ εἰσῆλθον εἰσπορευόμενοι καί τύπτοντες τὴν Μωὰβ

0
25

I gradove njihove raskopaše, i na svaku dobru njivu bacajući svaki po kamen zasuše je, i sve izvore vodene zaroniše, i sva dobra drveta posjekoše tako da samo ostaviše kamenje u Kirarasetu. I opkolivši ga praćari stadoše ga biti.

καὶ τὰς πόλεις καθεῖλον καὶ πᾶσαν μερίδα ἀγαθὴν ἔρριψαν ἀνὴρ τὸν λίθον καὶ ἐνέπλησαν αὐτὴν καὶ πᾶσαν πηγὴν ἐνέφραξαν καὶ πᾶν ξύλον ἀγαθὸν κατέβαλον ἕως τοῦ καταλιπεῖν τοὺς λίθους τοῦ τοίχου καθῃρημένους, καὶ ἐκύκλωσαν οἱ σφενδονῆται καὶ ἐπάταξαν αὐτήν.

0
26

A car Moavski kad vidje da će ga nadvladati vojska, uze sa sobom sedam stotina ljudi, koji mahahu mačem, da prodru kroz vojsku cara Edomskoga, ali ne mogoše.

καὶ εἶδεν ὁ βασιλεὺς Μωὰβ ὅτι ἐκραταίωσεν ὑπὲρ αὐτὸν ὁ πόλεμος. καὶ ἔλαβε μεθ᾿ ἑαυτοῦ ἑπτακοσίους ἄνδρας ἐσπασμένους ρομφαίαν διακόψαι πρὸς βασιλέα Ἐδώμ, καὶ οὐκ ἠδυνήθησαν.

0
27

Tada uze sina svojega prvenca koji šćaše biti car na njegovo mjesto, i prinese ga na žrtvu paljenicu na zidu. Tada se podiže veliki gnjev na Izrailja, te otidoše odande i vratiše se u svoju zemlju.

καὶ ἔλαβε τὸν υἱὸν αὐτοῦ τὸν πρωτότοκον, ὃν ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ, καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωμα ἐπὶ τοῦ τείχους· καὶ ἐγένετο μετάμελος μέγας ἐπὶ Ἰσραήλ, καὶ ἀπῇραν ἀπ᾿ αὐτοῦ καὶ ἐπέστρεψαν εἰς τὴν γῆν.

0