1. Samuilova 9

Stari zavet

1

A bješe jedan čovjek od plemena Venijaminova, kojemu ime bješe Kis, sin Avila, sina Serora, sina Vehorata, sina Afije, sina jednoga čovjeka od plemena Venijaminova, hrabar junak.

ΚΑΙ ἀνὴρ ἐξ υἱῶν Βενιαμίν, καὶ ὄνομα αὐτῷ Κίς, υἱὸς Ἀβιήλ, υἱοῦ Ἰαρέδ, υἱοῦ Βαχίρ, υἱοῦ Ἀφέκ, υἱοῦ ἀνδρὸς Ἰεμιναίου, ἀνὴρ δυνατός.

0
2

On imaše sina po imenu Saula, koji bješe mlad i lijep da ne bješe ljepšega od njega među sinovima Izrailjevijem, a glavom bješe viši od svega naroda.

καὶ τούτῳ υἱός, καὶ ὄνομα αὐτῷ Σαούλ, εὐμεγέθης, ἀνὴρ ἀγαθός, καὶ οὐκ ἦν ἐν υἱοῖς Ἰσραὴλ ἀγαθὸς ὑπὲρ αὐτόν, ὑπερωμίαν καὶ ἐπάνω ὑψηλὸς ὑπὲρ πᾶσαν τὴν γῆν.

0
3

A Kisu ocu Saulovu nesta magarica, pa reče Kis Saulu sinu svojemu: uzmi sa sobom jednoga momka, pa ustani i idi te traži magarice.

καὶ ἀπώλοντο αἱ ὄνοι Κὶς πατρὸς Σαούλ, καὶ εἶπε Κὶς πρὸς Σαοὺλ τὸν υἱὸν αὐτοῦ· λαβὲ μετὰ σεαυτοῦ ἓν τῶν παιδαρίων καὶ ἀνάστητε καὶ πορεύθητε καὶ ζητήσατε τὰς ὄνους.

0
4

I on prođe goru Jefremovu, i prođe zemlju Salisku; ali ne nađoše; pa prođoše i zemlju Salimsku, i ne bješe ih; pa prođoše i zemlju Venijaminovu, i ne nađoše.

καὶ διῆλθον δι᾿ ὄρους Ἐφραὶμ καὶ διῆλθον διὰ τῆς γῆς Σελχὰ καὶ οὐχ εὗρον· καὶ διῆλθον διὰ τῆς γῆς Σεγαλείμ, καὶ οὐκ ἦν· καὶ διῆλθον διὰ τῆς γῆς Ἰαμὶν καὶ οὐχ εὗρον.

0
5

A kad dođoše u zemlju Sufsku, reče Saul momku svojemu koji bijaše s njim: hajde da se vratimo, da se ne bi otac okanio magarica i zabrinuo se za nas.

αὐτῶν δὲ ἐλθόντων εἰς τὴν Σίφ, καὶ Σαοὺλ εἶπε τῷ παιδαρίῳ αὐτοῦ τῷ μετ᾿ αὐτοῦ· δεῦρο καὶ ἀποστρέψωμεν, μὴ ἀνεὶς ὁ πατήρ μου τὰς ὄνους φροντίζῃ τὰ περὶ ἡμῶν·

0
6

A on mu reče: evo, u ovom gradu ima čovjek Božji, kojega veoma poštuju; što god kaže sve se zbiva; hajdemo k njemu, može biti da će nas uputiti kuda bismo išli.

καὶ εἶπεν αὐτῷ τὸ παιδάριον· ἰδοὺ δὴ ἄνθρωπος τοῦ Θεοῦ ἐν τῇ πόλει ταύτῃ, καὶ ὁ ἄνθρωπος ἔνδοξος, πᾶν, ὃ ἐὰν λαλήσῃ, παραγινόμενον παρέσται· καὶ νῦν πορευθῶμεν, ὅπως ἀπαγγείλῃ ἡμῖν τὴν ὁδὸν ἡμῶν, ἐφ᾿ ἣν ἐπορεύθημεν ἐπ᾿ αὐτήν.

0
7

A Saul reče momku svojemu: hajde da idemo; ali šta ćemo odnijeti čovjeku? jer nam je hljeba nestalo u torbama, a dara nemamo da odnesemo čovjeku Božijemu. Šta imamo?

καὶ εἶπε Σαοὺλ τῷ παιδαρίῳ αὐτοῦ τῷ μετ᾿ αὐτοῦ· καὶ ἰδοὺ πορευσόμεθα, καὶ τὶ οἴσομεν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ; ὅτι οἱ ἄρτοι ἐκλελοίπασιν ἐκ τῶν ἀγγείων ἡμῶν, καὶ πλεῖον οὐκ ἔστι μεθ᾿ ἡμῶν εἰσενεγκεῖν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ τὸ ὑπάρχον ἡμῖν.

0
8

A momak opet odgovarajući reče Saulu: eto u mene četvrt sikla srebra; to da dam čovjeku Božijemu da nas uputi.

καὶ προσέθετο τὸ παιδάριον ἀποκριθῆναι τῷ Σαοὺλ καὶ εἶπεν· ἰδοὺ εὕρηται ἐν τῇ χειρί μου τέταρτον σίκλου ἀργυρίου, καὶ δώσεις τῷ ἀνθρώπῳ τοῦ Θεοῦ, καὶ ἀπαγγελεῖ ἡμῖν τὴν ὁδὸν ἡμῶν.

0
9

A u staro vrijeme ko bi išao da pita Boga govoraše: hajde da idemo k vidiocu. Jer ko se sada zove prorok u staro se vrijeme zvaše vidjelac.

καὶ ἔμπροσθεν ἐν Ἰσραὴλ τάδε ἔλεγεν ἕκαστος ἐν τῷ πορεύεσθαι ἐπερωτᾶν τὸν Θεόν· δεῦρο καὶ πορευθῶμεν πρὸς τὸν βλέποντα· ὅτι τὸν προφήτην ἐκάλει ὁ λαὸς ἔμπροσθεν Ὁ βλέπων.

0
10

I Saul reče momku svojemu: dobro veliš; hajde da idemo. I pođoše u grad gdje bješe čovjek Božji.

καὶ εἶπε Σαοὺλ πρὸς τὸ παιδάριον αὐτοῦ· ἀγαθόν τὸ ρῆμα, δεῦρο καὶ πορευθῶμεν. καὶ ἐπορεύθησαν εἰς τὴν πόλιν, οὗ ἦν ἐκεῖ ὁ ἄνθρωπος ὁ τοῦ Θεοῦ.

0
11

I kad iđahu uz brdo gradsko, sretoše djevojke koje izlažahu da zahvataju vodu, pa im rekoše: je li tu vidjelac?

αὐτῶν ἀναβαινόντων τὴν ἀνάβασιν τῆς πόλεως καὶ αὐτοὶ εὑρίσκουσι τὰ κοράσια ἐξεληλυθότα ὑδρεύεσθαι ὕδωρ καὶ λέγουσιν αὐταῖς· εἰ ἔστιν ἐνταῦθα Ὁ βλέπων;

0
12

A one odgovarajući rekoše: jest, eto pred tobom; pohitaj, jer je danas došao u grad, jer danas narod ima žrtvu na gori.

καὶ ἀπεκρίθη τὰ κοράσια αὐτοῖς καὶ λέγουσιν αὐτοῖς· ἔστιν, ἰδοὺ κατὰ πρόσωπον ὑμῶν· νῦν διὰ τὴν ἡμέραν ἥκει εἰς τὴν πόλιν, ὅτι θυσία σήμερον τῷ λαῷ ἐν Βαμᾷ·

0
13

Kako uđete u grad, naći ćete ga prije nego pođe na goru da jede; jer narod neće jesti dokle on ne dođe, jer on treba da blagoslovi žrtvu, pa onda će zvanice jesti; zato idite, jer ćete ga sada naći.

ὡς ἂν εἰσέλθητε εἰς τὴν πόλιν, οὕτως εὑρήσετε αὐτὸν ἐν τῇ πόλει πρὶν ἀναβῆναι αὐτὸν εἰς Βαμᾶ τοῦ φαγεῖν· ὅτι οὐ μὴ φάγῃ ὁ λαὸς ἕως τοῦ εἰσελθεῖν αὐτόν, ὅτι οὗτος εὐλογεῖ τὴν θυσίαν, καὶ μετὰ ταῦτα ἐσθίουσιν οἱ ξένοι· καὶ νῦν ἀνάβητε, ὅτι διὰ τὴν ἡμέραν εὑρήσετε αὐτόν.

0
14

I otidoše u grad; a kad dođoše usred grada, gle, Samuilo polazeći na goru srete ih.

καὶ ἀναβαίνουσι τὴν πόλιν. αὐτῶν εἰσπορευομένων εἰς μέσον τῆς πόλεως καὶ ἰδοὺ Σαμουὴλ ἐξῆλθεν εἰς τὴν ἀπάντησιν αὐτῶν τοῦ ἀναβῆναι εἰς Βαμᾶ.

0
15

A Gospod bješe objavio Samuilu dan prije nego dođe Saul, rekavši:

καὶ Κύριος ἀπεκάλυψε τὸ ὠτίον Σαμουὴλ ἡμέρᾳ μιᾷ ἔμπροσθεν τοῦ ἐλθεῖν πρὸς αὐτὸν Σαοὺλ λέγων·

0
16

Sjutra u ovo doba poslaću k tebi jednoga čovjeka iz zemlje Venijaminove, njega pomaži da bude vođ narodu mojemu Izrailju, i on će izbaviti moj narod iz ruku Filistejskih. Jer pogledah na narod svoj, jer vika njegova dođe do mene.

ὡς ὁ καιρός, αὔριον ἀποστελῶ πρός σε ἄνδρα ἐκ γῆς Βενιαμίν, καὶ χρίσεις αὐτὸν εἰς ἄρχοντα ἐπὶ τὸν λαόν μου Ἰσραήλ, καὶ σώσει τὸν λαόν μου ἐκ χειρὸς ἀλλοφύλων· ὅτι ἐπέβλεψα ἐπὶ τὴν ταπείνωσιν τοῦ λαοῦ μου, ὅτι ἦλθε βοὴ αὐτῶν πρός με.

0
17

I kad Samuilo ugleda Saula, reče mu Gospod: eto čovjeka za kojega ti rekoh; taj će vladati mojim narodom.

καὶ Σαμουὴλ εἶδε τὸν Σαούλ· καὶ Κύριος ἀπεκρίθη αὐτῷ· ἰδοὺ ὁ ἄνθρωπος, ὃν εἶπά σοι, οὗτος ἄρξει ἐν τῷ λαῷ μου.

0
18

I Saul pristupi k Samuilu na vratima, i reče: kaži mi, gdje je kuća vidiočeva?

καὶ προσήγαγε Σαοὺλ πρὸς Σαμουὴλ εἰς μέσον τῆς πόλεως καὶ εἶπεν· ἀπάγγειλον δὴ ποῖος ὁ οἶκος τοῦ βλέποντος.

0
19

A Samuilo odgovori Saulu i reče: ja sam vidjelac. Hajde preda mnom na goru, i danas ćete sa mnom jesti; a sjutra ću te otpustiti, i što ti je god u srcu, kazaću ti.

καὶ ἀπεκρίθη Σαμουὴλ τῷ Σαοὺλ καὶ εἶπεν· ἐγώ εἰμι αὐτός· ἀνάβηθι ἔμπροσθέν μου εἰς Βαμᾶ καὶ φάγε μετ᾿ ἐμοῦ σήμερον, καὶ ἐξαποστελῶ σε πρωΐ καὶ πάντα τὰ ἐν τῇ καρδίᾳ σου ἀπαγγελῶ σοι·

0
20

A za magarice, kojih ti je nestalo prije tri dana, ne brini se; jer su se našle. I čije će biti sve što je najbolje u Izrailju? eda li ne tvoje i svega doma oca tvojega?

καὶ περὶ τῶν ὄνων σου τῶν ἀπολωλυιῶν σήμερον τριταίων μὴ θῇς τὴν καρδίαν σου αὐταῖς, ὅτι εὕρηνται· καὶ τίνι τὰ ὡραῖα τοῦ Ἰσραήλ; οὐ σοὶ καὶ τῷ οἴκῳ τοῦ πατρός σου;

0
21

A Saul odgovori i reče: nijesam li od plemena Venijaminova, najmanjega plemena Izrailjeva, i dom moj najmanji između svijeh domova plemena Venijaminova? što mi dakle govoriš tako?

καὶ ἀπεκρίθη Σαοὺλ καὶ εἶπεν· οὐχὶ ἀνδρὸς υἱὸς Ἰεμιναίου ἐγώ εἰμι τοῦ μικροῦ σκήπτρου φυλῆς Ἰσραὴλ καὶ τῆς φυλῆς τῆς ἐλαχίστης ἐξ ὅλους σκήπτρου Βενιαμίν; καὶ ἱνατί ἐλάλησας πρὸς ἐμὲ κατὰ τὸ ρῆμα τοῦτο;

0
22

A Samuilo uze Saula i njegova momka, i odvede ih u sobu, i posadi ih u začelje među zvanicama kojih bješe do trideset ljudi.

καὶ ἔλαβε Σαμουὴλ τὸν Σαοὺλ καὶ τὸ παιδάριον αὐτοῦ καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὸ κατάλυμα καὶ ἔθετο αὐτοῖς ἐκεῖ τόπον ἐν πρώτοις τῶν κεκλημένων ὡσεὶ ἑβδομήκοντα ἀνδρῶν.

0
23

I Samuilo reče kuharu: donesi dio koji ti dadoh i za koji ti rekoh: ostavi ga kod sebe.

καὶ εἶπε Σαμουὴλ τῷ μαγείρῳ· δός μοι τὴν μερίδα, ἣν ἔδωκά σοι, ἣν εἶπά σοι θεῖναι αὐτὴν παρά σοι.

0
24

Tada donese kuhar pleće i što bješe na njemu; a Samuilo ga metnu pred Saula, i reče: evo što je ostalo, uzmi preda se, te jedi, jer je sačuvano doslije za tebe, kad rekoh: pozvao sam narod. Tako jede Saul sa Samuilom onaj dan.

καὶ ἥψησεν ὁ μάγειρος τὴν κωλέαν, καὶ παρέθηκεν αὐτὴν ἐνώπιον Σαούλ· καὶ εἶπε Σαμουὴλ τῷ Σαούλ· ἰδοὺ ὑπόλειμμα, παράθες αὐτὸ ἐνώπιόν σου καὶ φάγε, ὅτι εἰς μαρτύριον τέθειταί σοι παρὰ τοὺς ἄλλους· ἀπόκνιζε. καὶ ἔφαγε Σαοὺλ μετὰ Σαμουὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

0
25

Potom siđoše s gore u grad, i Samuilo se razgovara sa Saulom na krovu.

καὶ κατέβη ἐκ τῆς Βαμᾶ εἰς τὴν πόλιν· καὶ διέστρωσαν τῷ Σαοὺλ ἐπὶ τῷ δώματι, καὶ ἐκοιμήθη.

0
26

A ujutru uraniše, i kad svitaše, zovnu Samuilo Saula na krov, i reče mu: digni se, da te otpustim. I kad se diže Saul, izidoše obojica, on i Samuilo.

καὶ ἐγένετο ὡς ἀνέβαινεν ὁ ὄρθρος, καὶ ἐκάλεσε Σαμουὴλ τὸν Σαοὺλ ἐπὶ τῷ δώματι λέγων· ἀνάστα, καὶ ἐξαποστελῶ σε· καὶ ἀνέστη Σαούλ, καὶ ἐξῆλθεν αὐτὸς καὶ Σαμουὴλ ἕως ἔξω.

0
27

I kad dođoše na kraj grada, reče Samuilo Saulu: reci momku neka ide naprijed (i on prođe naprijed), a ti stani malo da ti javim riječ Božiju.

αὐτῶν καταβαινόντων εἰς μέρος τῆς πόλεως καὶ Σαμουὴλ εἶπε τῷ Σαούλ· εἰπὸν τῷ νεανίσκῳ καὶ διελθέτω ἔμπροσθεν ἡμῶν, καὶ σὺ στῆθι ὡς σήμερον καὶ ἄκουσον ρῆμα Θεοῦ.

0