1. Samuilova 10

Stari zavet

1

Tada Samuilo uze uljanicu, i izli mu ulje na glavu, pa ga cjelova, i reče mu: eto, nije li te pomazao Gospod nad našljedstvom svojim da mu budeš vođ?

ΚΑΙ ἔλαβε Σαμουὴλ τὸν φακὸν τοῦ ἐλαίου καὶ ἐπέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἐφίλησεν αὐτὸν καὶ εἶπεν αὐτῷ· οὐχὶ κέκχρικέ σε Κύριος εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ, ἐπὶ Ἰσραήλ; καὶ σὺ ἄρξεις ἐν λαῷ Κυρίου, καὶ σὺ σώσεις αὐτὸν ἐκ χειρὸς ἐχθρῶν αὐτοῦ κυκλόθεν.

0
2

Kad otideš danas od mene, naći ćeš dva čovjeka kod groba Rahiljina u kraju Venijaminovu u Selsi, koji će ti reći: našle su se magarice, koje si pošao da tražiš, i evo otac tvoj ne mareći za magarice zabrinuo se za vas govoreći: šta ću činiti poradi sina svojega?

καὶ τοῦτό σοι τὸ σημεῖον ὅτι ἔχρισέ σε Κύριος ἐπὶ κληρονομίαν αὐτοῦ εἰς ἄρχοντα· ὡς ἂν ἀπέλθῃς σήμερον ἀπ᾿ ἐμοῦ, καὶ εὑρήσεις δύο ἄνδρας πρὸς τοῖς τάφοις Ραχὴλ ἐν τῷ ὄρει Βενιαμὶν ἁλλομένους μεγάλα, καὶ ἐροῦσί σοι· εὕρηνται αἱ ὄνοι, ἃς ἐπορεύθητε ζητεῖν, καὶ ἰδοὺ ὁ πατήρ σου ἀποτετίνακται τὸ ρῆμα τῶν ὄνων καὶ ἐδαψιλεύσατο δι᾿ ὑμᾶς λέγων· τί ποιήσω ὑπὲρ τοῦ υἱοῦ μου;

0
3

I otišavši odande dalje kad dođeš u ravnicu Tavorsku, srešće te ondje tri čovjeka idući k Bogu u Vetilj, noseći jedan tri jareta, a drugi noseći tri hljeba, a treći noseći mješinu vina.

καὶ ἀπελεύσῃ ἐκεῖθεν καὶ ἐπέκεινα ἥξεις ἕως τῆς δρυὸς Θαβὼρ καὶ εὑρήσεις ἐκεῖ τρεῖς ἄνδρας ἀναβαίνοντας πρὸς τὸν Θεὸν εἰς Βαιθήλ, ἕνα αἴροντα τρία αἰγίδια καὶ ἕνα αἴροντα τρία ἀγγεῖα ἄρτων καὶ ἕνα αἴροντα ἀσκὸν οἴνου.

0
4

Pa će te upitati za zdravlje, i daće ti dva hljeba, koje primi iz ruku njihovijeh.

καὶ ἐρωτήσουσί σε τὰ εἰς εἰρήνην καὶ δώσουσί σοι δύο ἀπαρχὰς ἄρτων, καὶ λήψῃ ἐκ τῆς χειρὸς αὐτῶν.

0
5

Potom ćeš doći na hum Božji, gdje je straža Filistejska, i kad uđeš u grad, srešće te gomila proroka slazeći s gore, a pred njima psaltiri i bubnji i svirale i gusle; i oni će prorokovati.

καὶ μετὰ ταῦτα εἰσελεύσῃ εἰς τὸν βουνὸν τοῦ Θεοῦ, οὗ ἐστιν ἐκεῖ τὸ ἀνάστημα τῶν ἀλλοφύλων, ἐκεῖ Νασὶβ ὁ ἀλλόφυλος. καὶ ἔσται ὡς ἂν εἰσέλθητε ἐκεῖ εἰς τὴν πόλιν, καὶ ἀπαντήσεις χορῷ προφητῶν καταβαινόντων ἐκ τῆς Βαμᾶ, καὶ ἔμπροσθεν αὐτῶν νάβλα καὶ τύμπανον καὶ αὐλὸς καὶ κινύρα, καὶ αὐτοὶ προφητεύοντες·

0
6

I sići će na te duh Gospodnji, te ćeš prorokovati s njima, i postaćeš drugi čovjek.

καὶ ἐφαλεῖται ἐπὶ σὲ πνεῦμα Κυρίου, καὶ προφητεύσεις μετ᾿ αὐτῶν καὶ στραφήσῃ εἰς ἄνδρα ἄλλον.

0
7

I kad ti dođu ti znaci, čini što ti dođe na ruku, jer je Bog s tobom.

καὶ ἔσται ὅταν ἥξει τὰ σημεῖα ταῦτα ἐπὶ σέ, ποίει πάντα, ὅσα ἐὰν εὕρῃ ἡ χείρ σου, ὅτι Θεὸς μετὰ σοῦ.

0
8

Potom ćeš otići prije mene u Galgal, i gle, ja ću doći k tebi da prinesem žrtve paljenice i da prinesem žrtve zahvalne. Sedam dana čekaj dokle dođem k tebi i kažem ti šta ćeš činiti.

καὶ καταβήσῃ ἔμπροσθεν τῆς Γαλγάλ, καὶ ἰδοὺ καταβαίνω πρός σε ἀνενεγκεῖν ὁλοκαύτωσιν καὶ θυσίας εἰρηνικάς· ἑπτὰ ἡμέρας διαλείψεις ἕως τοῦ ἐλθεῖν με πρός σε, καὶ γνωρίσω σοι ἃ ποιήσεις.

0
9

I kad se okrete da ide od Samuila, Bog mu dade drugo srce; i svi se oni znaci zbiše onaj dan.

καὶ ἐγενήθη ὥστε ἐπιστραφῆναι τῷ ὤμῳ αὐτοῦ ἀπελθεῖν ἀπὸ Σαμουήλ, μετέστρεψεν αὐτῷ ὁ Θεὸς καρδίαν ἄλλην· καὶ ἦλθε πάντα τὰ σημεῖα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

0
10

I kad dođoše na hum, gle, srete ga gomila proroka, i dođe na nj duh Božji, i prorokova među njima.

καὶ ἔρχεται ἐκεῖθεν εἰς τὸν βουνόν, καὶ ἰδοὺ χορὸς προφητῶν ἐξεναντίας αὐτοῦ· καὶ ἥλατο ἐπ᾿ αὐτὸν πνεῦμα Θεοῦ, καὶ προεφήτευσεν ἐν μέσῳ αὐτῶν.

0
11

I kad ga vidješe svi koji ga poznavahu od pređe gdje prorokuje s prorocima, rekoše jedan drugome: šta to bi od sina Kisova? eda li je i Saul među prorocima?

καὶ ἐγενήθησαν πάντες οἱ εἰδότες αὐτὸν ἐχθὲς καὶ τρίτης καὶ εἶδον καὶ ἰδοὺ αὐτὸς ἐν μέσῳ τῶν προφητῶν. καὶ εἶπεν ὁ λαὸς ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· τί τοῦτο τὸ γεγονὸς τῷ υἱῷ Κίς; ἦ καὶ Σαοὺλ ἐν προφήταις;

0
12

A jedan odande odgovori i reče: ko li im je otac? Otuda posta priča: eda li je i Saul među prorocima?

καὶ ἀπεκρίθη τις αὐτῶν καὶ εἶπε· καὶ τίς πατὴρ αὐτοῦ; καὶ διὰ τοῦτο ἐγενήθη εἰς παραβολήν, ἦ καὶ Σαοὺλ ἐν προφήταις;

0
13

I prestavši prorokovati dođe na goru.

καὶ συνετέλεσε προφητεύων καὶ ἔρχεται εἰς τὸν βουνόν.

0
14

A stric Saulov reče njemu i momku njegovu: kuda ste išli? A on odgovori: da tražimo magarice; i kad vidjesmo da ih nigdje nema, otidosmo k Samuilu.

καὶ εἶπεν ὁ οἰκεῖος αὐτοῦ πρὸς αὐτὸν καὶ πρὸς τὸ παιδάριον αὐτοῦ· ποῦ ἐπορεύθητε; καὶ εἶπαν· ζητεῖν τὰς ὄνους· καὶ εἴδαμεν ὅτι οὐκ εἰσί, καὶ εἰσήλθομεν πρὸς Σαμουήλ.

0
15

A stric Saulov reče: kaži mi šta vam je rekao Samuilo?

καὶ εἶπεν ὁ οἰκεῖος πρὸς Σαούλ· ἀπάγγειλον δή μοι, τί εἶπέ σοι Σαμουήλ;

0
16

A Saul reče stricu svojemu: kazao nam je da su se našle magarice. Ali mu ne reče za carstvo što mu je kazao Samuilo.

καὶ εἶπε Σαοὺλ πρὸς τὸν οἰκεῖον αὐτοῦ· ἀπήγγειλεν ἀπαγγέλλων μοι ὅτι εὕρηνται αἱ ὄνοι. τὸ δὲ ρῆμα τῆς βασιλείας οὐκ ἀπήγγειλεν αὐτῷ.

0
17

A Samuilo sazva narod u Mispu ka Gospodu.

Καὶ παρήγγειλε Σαμουὴλ παντὶ τῷ λαῷ πρὸς Κύριον εἰς Μασσηφὰθ

0
18

I reče sinovima Izrailjevijem: ovako veli Gospod Bog Izrailjev: ja izvedoh Izrailja iz Misira, i izbavih vas iz ruku Misirskih i iz ruku svijeh carstava koja vas mučahu.

καὶ εἶπε πρὸς υἱοὺς Ἰσραήλ· τάδε εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ λέγων· ἐγὼ ἀνήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου καὶ ἐξειλάμην ὑμᾶς ἐκ χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου καὶ ἐκ πασῶν τῶν βασιλειῶν τῶν θλιβουσῶν ὑμᾶς·

0
19

A vi danas odbaciste Boga svojega, koji vas sam izbavlja od svijeh zala vaših i nevolja vaših, i rekoste mu: postavi cara nad nama. Sada dakle stanite pred Gospodom po plemenima svojim i po tisućama svojim.

καὶ ὑμεῖς σήμερον ἐξουδενήκατε τὸν Θεόν, ὃς αὐτός ἐστιν ὑμῶν σωτὴρ ἐκ πάντων τῶν κακῶν ὑμῶν καὶ θλίψεων ὑμῶν, καὶ εἴπατε· οὐχί, ἀλλ᾿ ἢ ὅτι βασιλέα καταστήσεις ἐφ᾿ ἡμῶν· καὶ νῦν κατάστητε ἐνώπιον Κυρίου κατὰ τὰ σκῆπτρα ὑμῶν καὶ κατὰ τὰς φυλὰς ὑμῶν.

0
20

I privede Samuilo sva plemena Izrailjeva, i pade na pleme Venijaminovo.

καὶ προσήγαγε Σαμουὴλ πάντα τὰ σκῆπτρα Ἰσραήλ, καὶ κατακληροῦται σκῆπτρον Βενιαμίν·

0
21

Potom privede pleme Venijaminovo po porodicama njegovijem, i pade na porodicu Matrijevu; potom pade na Saula sina Kisova. I tražiše ga, ali se ne nađe.

καὶ προσάγει σκῆπτρον Βενιαμὶν εἰς φυλάς, καὶ κατακληροῦται φυλὴ Ματταρί· καὶ προσάγουσι τὴν φυλὴν Ματταρὶ εἰς ἄνδρας, καὶ κατακληροῦται Σαοὺλ υἱὸς Κίς. καὶ ἐζήτει αὐτόν, καὶ οὐχ εὑρίσκετο.

0
22

Tada opet upitaše Gospoda: hoće li još doći ovamo taj čovjek? A Gospod reče: eto sakrio se za prtljagom.

καὶ ἐπηρώτησε Σαμουὴλ ἔτι ἐν Κυρίῳ· εἰ ἔρχεται ὁ ἀνὴρ ἐνταῦθα; καὶ εἶπε Κύριος· ἰδοὺ αὐτὸς κέκρυπται ἐν τοῖς σκεύεσι.

0
23

Tada otrčaše, i dovedoše ga odande. I stade usred naroda, i bijaše glavom viši od svega naroda.

καὶ ἔδραμε καὶ λαμβάνει αὐτὸν ἐκεῖθεν καὶ κατέστησεν ἐν μέσῳ τοῦ λαοῦ, καὶ ὑψώθη ὑπὲρ πάντα τὸν λαὸν ὑπερωμίαν καὶ ἐπάνω.

0
24

I reče Samuilo svemu narodu: vidite li koga je izabrao Gospod da niko nije kao on u svemu narodu? I sav narod povika i reče: da živi car!

καὶ εἶπε Σαμουὴλ πρὸς πάντα τὸν λαόν· εἰ ἑωράκατε ὃν ἐκλέλεκται ἑαυτῷ Κύριος, ὅτι οὐκ ἔστιν ὅμοιος αὐτῷ ἐν πᾶσιν ὑμῖν; καὶ ἔγνωσαν πᾶς ὁ λαὸς καὶ εἶπαν· ζήτω ὁ βασιλεύς.

0
25

Tada Samuilo kaza narodu prava carska i napisa u knjigu, i metnu je pred Gospodom. Potom Samuilo raspusti narod da ide svak svojoj kući.

καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαὸν τὸ δικαίωμα τοῦ βασιλέως καὶ ἔγραψεν ἐν βιβλίῳ καὶ ἔθηκεν ἐνώπιον Κυρίου. καὶ ἐξαπέστειλε Σαμουὴλ πάντα τὸν λαόν, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ.

0
26

I Saul također otide svojoj kući u Gavaju, i s njim otidoše vojnici, kojima Bog taknu srca.

καὶ Σαοὺλ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαά· καὶ ἐπορεύθησαν υἱοὶ δυνάμεων, ὧν ἥψατο Κύριος καρδίας αὐτῶν μετὰ Σαούλ.

0
27

A ljudi nevaljali rekoše: taj li će nas izbaviti? I prezirahu ga, niti mu donesoše dara. Ali se on učini kao da nije čuo.

καὶ υἱοὶ λοιμοὶ εἶπαν· τίς σώσει ὑμᾶς οὗτος; καὶ ἠτίμασαν αὐτὸν καὶ οὐκ ἤνεγκαν αὐτῷ δῶρα.

0