Stari zavet
I treći dan dođe David sa svojim ljudima u Siklag, a Amalici bijahu udarili na južnu stranu i na Siklag, i razvalili Siklag i ognjem ga spalili.
ΚΑΙ ἐγενήθη εἰσελθόντος Δαυὶδ καὶ τῶν ἄνδρῶν αὐτοῦ τὴν Σεκελὰκ τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ Ἀμαλὴκ ἐπέθετο ἐπὶ τὸν νότον καὶ ἐπὶ τὴν Σεκελὰκ καὶ ἐπάταξε τὴν Σεκελὰκ καὶ ἐνεπύρισαν αὐτὴν ἐν πυρί·
I bjehu zarobili ženskinje koje bješe ondje, i malo i veliko; ali ne bjehu ubili nikoga, nego ih bjehu odveli i otišli svojim putem.
καὶ τὰς γυναῖκας καὶ πάντα τὰ ἐν αὐτῇ ἀπὸ μικροῦ ἕως μεγάλου οὐκ ἐθανάτωσαν ἄνδρα καὶ γυναῖκα, ἀλλ᾿ ᾐχμαλώτευσαν καὶ ἀπῆλθον εἰς τὴν ὁδὸν αὐτῶν.
I kad David dođe sa svojim ljudima u grad, a to grad spaljen ognjem, i žene njihove i sinovi i kćeri njihove zarobljene.
καὶ ἦλθε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς τὴν πόλιν, καὶ ἰδοὺ ἐμπεπύρισται ἐν πυρί, αἱ δὲ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν ᾐχμαλωτευμένοι.
I podiže David i narod koji bijaše s njim glas svoj, i plakaše dokle već ne mogoše plakati.
καὶ ᾖρε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ τὴν φωνὴν αὐτῶν καί ἔκλαυσαν, ἕως ὅτου οὐκ ἦν ἐν αὐτοῖς ἰσχὺς ἔτι τοῦ κλαίειν.
I obje žene Davidove zarobiše se, Ahinoama iz Jezraela i Avigeja iz Karmila žena Navalova.
καὶ ἀμφότεραι αἱ γυναῖκες Δαυὶδ ᾐχμαλωτεύθησαν, Ἀχινόομ ἡ Ἰεζραηλῖτις καὶ Ἀβιγαία ἡ γυνὴ Νάβαλ τοῦ Καρμηλίου.
I David bješe na muci velikoj, jer narod govoraše da ga zaspu kamenjem; jer žalostan bješe sav narod, svaki za sinovima svojim i za kćerima svojim; ali se David ohrabri u Gospodu Bogu svojem.
καὶ ἐθλίβη Δαυὶδ σφόδρα, ὅτι εἶπεν ὁ λαὸς λιθοβολῆσαι αὐτόν, ὅτι κατώδυνος ψυχὴ παντὸς τοῦ λαοῦ, ἑκάστου ἐπὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐπὶ τὰς θυγατέρας αὐτοῦ· καὶ ἐκραταιώθη Δαυὶδ ἐν Κυρίῳ Θεῷ αὐτοῦ.
I reče David Avijataru svešteniku sinu Ahimelehovu: uzmi oplećak za me. I uze Avijatar oplećak za Davida.
καὶ εἶπε Δαυὶδ πρὸς Ἀβιάθαρ τὸν ἱερέα υἱὸν Ἀβιμέλεχ· προσάγαγε τὸ ἐφούδ.
I upita David Gospoda govoreći: hoću li potjerati tu četu? hoću li je stignuti? A Gospod mu reče: potjeraj, jer ćeš zacijelo stignuti i izbavićeš.
καὶ ἐπηρώτησε Δαυὶδ διά τοῦ Κυρίου λέγων· εἰ καταδιώξω ὀπίσω τοῦ γεδδοὺρ τούτου, εἰ καταλήψομαι αὐτούς; καὶ εἶπεν αὐτῷ· καταδίωκε, ὅτι καταλαμβάνων καταλήψῃ αὐτοὺς καὶ ἐξαιρούμενος ἐξελῇ.
I pođe David sa šest stotina ljudi što bijahu s njim, i dođoše do potoka Vosora; i ondje ostaše jedni.
καὶ ἐπορεύθη Δαυίδ, αὐτὸς καὶ οἱ ἑξακόσιοι ἄνδρες μετ᾿ αὐτοῦ, καὶ ἔρχονται ἕως τοῦ χειμάρρου Βοσόρ, καὶ οἱ περισσοὶ ἔστησαν.
A David sa četiri stotine ljudi potjera dalje, a dvjesta ljudi osta, koji sustaše te ne mogoše prijeći preko potoka Vosora.
καὶ κατεδίωξεν ἐν τετρακοσίοις ἀνδράσιν, ὑπέστησαν δὲ διακόσιοι ἄνδρες, οἵτινες ἐκάθισαν πέραν τοῦ χειμάρρου τοῦ Βοσόρ.
I nađoše jednoga Misirca u polju, i dovedoše ga k Davidu, i dadoše mu hljeba da jede i vode da pije,
καὶ εὑρίσκουσιν ἄνδρα Αἰγύπτιον ἐν ἀγρῷ καὶ λαμβάνουσιν αὐτὸν καὶ ἄγουσιν αὐτὸν πρὸς Δαυίδ·
I dadoše mu grudu smokava i dva grozda suha. I pojedavši oporavi se, jer tri dana i tri noći ne bješe ništa jeo niti vode pio.
καὶ διδόασιν αὐτῷ ἄρτον, καὶ ἔφαγε, καὶ ἐπότισαν αὐτὸν ὕδωρ· καὶ διδόασιν αὐτῷ κλάσμα παλάθης, καὶ ἔφαγε, καὶ κατέστη τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, ὅτι οὐ βεβρώκει ἄρτον καὶ οὐ πεπώκει ὕδωρ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
Tada mu reče David: čiji si ti? i odakle si? A on reče: ja sam rodom Misirac, sluga jednoga Amalika, a gospodar me ostavi, jer se razboljeh prije tri dana.
καὶ εἶπεν αὐτῷ Δαυίδ· τίνος σὺ εἶ καὶ πόθεν εἶ; καὶ εἶπε τὸ παιδάριον τὸ Αἰγύπτιον· ἐγώ εἰμι δοῦλος ἀνδρὸς Ἀμαληκίτου, καὶ κατέλιπέ με ὁ Κύριός μου, ὅτι ἠνωχλήθην ἐγὼ σήμερον τριταῖος.
Udarismo na južnu stranu Heretejsku i na Judinu i na južnu stranu Halevovu, i Siklag spalismo ognjem.
καὶ ἡμεῖς ἐπεθέμεθα ἐπὶ τὸν νότον τοῦ Χολθὶ καὶ ἐπὶ τὰ τῆς Ἰουδαίας μέρη καὶ ἐπὶ νότον Χελοὺβ καὶ τὴν Σεκελὰκ ἐνεπυρίσαμεν ἐν πυρί.
A David mu reče: bi li me mogao odvesti k toj četi? A on reče: zakuni mi se Bogom da me nećeš pogubiti ni izdati u ruke mojemu gospodaru, pa ću te odvesti k toj četi.
καὶ εἶπεν αὐτῷ Δαυίδ· εἰ κατάξεις με ἐπὶ τὸ γεδδοὺρ τοῦτο; καὶ εἶπεν· ὄμοσον δή μοι κατὰ τοῦ Θεοῦ μὴ θανατώσειν με καὶ μὴ παραδοῦναί με εἰς χεῖρας τοῦ κυρίου μου, καὶ κατάξω σε ἐπὶ τὸ γεδδοὺρ τοῦτο.
I odvede ga; i gle, oni se bijahu raširili po svoj zemlji onoj jedući i pijući i veseleći se velikim plijenom koji zaplijeniše iz zemlje Filistejske i iz zemlje Judine.
καὶ κατήγαγεν αὐτὸν ἐκεῖ, καὶ ἰδοὺ οὗτοι διακεχυμένοι ἐπὶ πρόσωπον πάσης τῆς γῆς ἐσθίοντες καὶ πίνοντες καὶ ἑορτάζοντες ἐν πᾶσι τοῖς σκύλοις τοῖς μεγάλοις, οἷς ἔλαβον ἐκ γῆς ἀλλοφύλων καὶ ἐκ γῆς Ἰούδα.
I David ih bi od večera do večera drugoga dana, te niko ne uteče, osim četiri stotine mladića, koji sjedavši na kamile pobjegoše.
καὶ ἦλθεν ἐπ᾿ αὐτοὺς Δαυὶδ καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ ἑωσφόρου ἕως δείλης καὶ τῇ ἐπαύριον, καὶ οὐκ ἐσώθη ἐξ αὐτῶν ἀνὴρ ὅτι ἀλλ᾿ ἢ τετρακόσια παιδάρια, ἃ ἦν ἐπιβεβηκότα ἐπὶ τὰς καμήλους καὶ ἔφυγον.
I tako izbavi David sve što bijahu uzeli Amalici, i obje žene svoje izbavi David.
καὶ ἀφείλατο Δαυὶδ πάντα, ἃ ἔλαβον οἱ Ἀμαληκῖται, καὶ ἀμφοτέρας τὰς γυναῖκας αὐτοῦ ἐξείλατο.
I ništa ne izgubiše, ni malo ni veliko, ni sinove ni kćeri, ni što od plijena i od svega što im bijahu uzeli; sve povrati David.
καὶ οὐ διεφώνησεν αὐτοῖς ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἀπὸ τῶν σκύλων καὶ ἕως υἱῶν καὶ θυγατέρων καὶ ἕως πάντων, ὧν ἔλαβον αὐτῶν· τὰ πάντα ἐπέστρεψε Δαυίδ.
Također uze David i ostale sve ovce i volove, koje goneći pred svojom stokom govorahu: ovo je plijen Davidov.
καὶ ἔλαβε πάντα τὰ ποίμνια καὶ τὰ βουκόλια καὶ ἀπήγαγεν ἔμπροσθεν τῶν σκύλων, καὶ τοῖς σκύλοις ἐκείνοις ἐλέγετο· ταῦτα τὰ σκῦλα Δαυίδ.
I kad se vrati David k onijem dvjesta ljudi koji bjehu sustali te ne mogoše ići za Davidom, i koje ostavi na potoku Vosoru, izidoše na susret Davidu i narodu koji bijaše s njim. I David pristupivši k narodu pozdravi ih.
καὶ παραγίνεται Δαυὶδ πρὸς τοὺς διακοσίους ἄνδρας τοὺς ὑπολειφθέντας τοῦ πορεύεσθαι ὀπίσω Δαυὶδ καί ἐκάθισεν αὐτοὺς ἐν τῷ χειμάρρῳ τοῦ Βοσόρ, καὶ ἐξῆλθον εἰς ἀπάντησιν Δαυὶδ καὶ εἰς ἀπάντησιν τοῦ λαοῦ τοῦ μετ᾿ αὐτοῦ, καὶ προσήγαγε Δαυὶδ ἕως τοῦ λαοῦ, καὶ ἠρώτησαν αὐτὸν τὰ εἰς εἰρήνην.
Tada progovoriše svi zli i nevaljali ljudi između onijeh koji su išli s Davidom, i rekoše: što nijesu išli s nama, zato da im ne damo od plijena koji izbavismo, nego svaki ženu svoju i sinove svoje neka uzmu, pa nek idu.
καὶ ἀπεκρίθη πᾶς ἀνὴρ λοιμὸς καὶ πονηρὸς τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν πορευθέντων μετὰ Δαυὶδ καὶ εἶπον, ὅτι οὐ κατεδίωξαν μεθ᾿ ἡμῶν, οὐ δώσομεν αὐτοῖς ἐκ τῶν σκύλων, ὧν ἐξειλόμεθα, ὅτι ἀλλ᾿ ἢ ἕκαστος τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα αὐτοῦ ἀπαγέσθωσαν καὶ ἀποστρεφέτωσαν.
Ali David reče: nemojte tako činiti, braćo moja, s onijem što nam je dao Gospod koji nas je sačuvao i dao nam u ruke četu koja bješe izašla na nas.
καὶ εἶπε Δαυίδ· οὐ ποιήσετε οὕτως μετὰ τὸ παραδοῦναι τὸν Κύριον ἡμῖν καὶ φυλάξαι ἡμᾶς καὶ παρέδωκε Κύριος τὸν γεδδοὺρ τὸν ἐπερχόμενον ἐφ᾿ ἡμᾶς εἰς χεῖρας ἡμῶν.
I ko će vas poslušati u tome? jer kakav je dio onome koji ide u boj taki je i onome koji ostane kod prtljaga; jednako treba da podijele.
καὶ τίς ἐπακούσεται ὑμῶν τῶν λόγων τούτων; ὅτι οὐχ ἧττον ἡμῶν εἰσι· διότι κατὰ τὴν μερίδα τοῦ καταβαίνοντος εἰς τὸν πόλεμον, οὕτως ἔσται ἡ μερὶς τοῦ καθημένου ἐπὶ τὰ σκεύη· κατὰ τὸ αὐτὸ μεριοῦνται.
Tako bi od toga dana unapredak, i to posta uredba i zakon u Izrailju do danas.
καὶ ἐγενήθη ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω, καὶ ἐγένετο εἰς πρόσταγμα καὶ εἰς δικαίωμα τῷ Ἰσραὴλ ἕως τῆς σήμερον.
I kad dođe David u Siklag, posla od plijena starješinama Judinijem, prijateljima svojim, govoreći: evo vam dar od plijena neprijatelja Gospodnjih;
Καὶ ἦλθε Δαυὶδ εἰς Σεκελὰκ καὶ ἀπέστειλε τοῖς πρεσβυτέροις τῶν σκύλων Ἰούδα καὶ τοῖς πλησίον αὐτοῦ λέγων· ἰδοὺ ἀπὸ τῶν σκύλων τῶν ἐχθρῶν Κυρίου·
Onima u Vetilju, i onima u Ramotu na jugu, i onima u Jatiru,
τοῖς ἐν Βαιθσοὺρ καὶ τοῖς ἐν Ραμὰ νότου καὶ τοῖς ἐν Ἰεθθὸρ
I onima u Aroiru, i onima u Sifmotu, i onima u Estemoji,
καὶ τοῖς ἐν Ἀροὴρ καὶ τοῖς ἐν Ἀμμαδὶ καὶ τοῖς ἐν Σαφὶ καὶ τοῖς ἐν Ἐσθιὲ
I onima u Rahalu, i onima u gradovima Jerameilskim, i onima u gradovima Kenejskim,
καὶ τοῖς ἐν Γὲθ καὶ τοῖς ἐν Κινὰν καὶ τοῖς ἐν Σαφὲκ καὶ τοῖς ἐν Θιμὰθ καὶ τοῖς ἐν Καρμήλῳ καὶ τοῖς ἐν ταῖς πόλεσι τοῦ Ἱεραμηλὶ καὶ τοῖς ἐν ταῖς πόλεσι τοῦ Κενεζὶ
I onima u Ormi, i onima u Hor-Asanu, i onima u Atahu,
καὶ τοῖς ἐν Ἱεριμοὺθ καὶ τοῖς ἐν Βηρσαβεὲ καὶ τοῖς ἐν Νομβὲ
I onima u Hevronu i po svijem mjestima u koja je dolazio David s ljudima svojim.
καὶ τοῖς ἐν Χεβρὼν καὶ εἰς πάντας τοὺς τόπους, οὓς διῆλθε Δαυὶδ ἐκεῖ, αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ.