1. Samuilova 29

Stari zavet

1

A Filisteji skupiše svu vojsku svoju kod Afeka, a Izrailj stade u oko kod izvora u Jezraelu.

ΚΑΙ συναθροίζουσιν ἀλλόφυλοι πάσας τὰς παρεμβολὰς αὐτῶν εἰς Ἀφέκ, καὶ Ἰσραὴλ παρενέβαλεν ἐν Ἀενδὼρ τὴν ἐν Ἰεζραέλ.

0
2

I knezovi Filistejski iđahu sa stotinama i tisućama; a David i njegovi ljudi iđahu najposlije s Ahisom.

καὶ οἱ σατράπαι τῶν ἀλλοφύλων παρεπορεύοντο εἰς ἑκατοντάδας καὶ χιλιάδας, καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ παρεπορεύοντο ἐπ᾿ ἐσχάτων μετὰ Ἀγχοῦς.

0
3

I rekoše knezovi Filistejski: što će ti Jevreji? A Ahis reče knezovima Filistejskim: nije li ovo David sluga cara Izrailjskoga Saula, koji je kod mene toliko vremena, toliko godina, i ne nađoh na njemu ništa otkako je dobjegao do ovoga dana?

καὶ εἶπον οἱ σατράπαι τῶν ἀλλοφύλων· τίνες οἱ διαπορευόμενοι οὗτοι; καὶ εἶπεν Ἀγχοῦς πρὸς τοὺς στρατηγοὺς τῶν ἀλλοφύλων· οὐχ οὗτος Δαυὶδ ὁ δοῦλος Σαοὺλ βασιλέως Ἰσραήλ; γέγονε μεθ᾿ ἡμῶν ἡμέρας τοῦτο δεύτερον ἔτος, καὶ οὐχ εὕρηκα ἐν αὐτῷ οὐθὲν ἀφ᾿ ἧς ἡμέρας ἐνέπεσε πρός με καὶ ἕως τῆς ἡμέρας ταύτης.

0
4

Ali se rasrdiše na nj knezovi Filistejski, i rekoše mu knezovi Filistejski: pošlji natrag toga čovjeka, neka se vrati u svoje mjesto gdje si ga postavio, i neka ne ide s nama u boj, da se ne okrene na nas u boju; jer čim bi se opet umilio gospodaru svojemu ako ne glavama ovijeh ljudi?

καὶ ἐλυπήθησαν ἐπ᾿ αὐτῷ οἱ στρατηγοὶ τῶν ἀλλοφύλων καὶ λέγουσιν αὐτῷ· ἀπόστρεψον τὸν ἄνδρα καὶ ἀποστραφήτω εἰς τὸν τόπον αὐτοῦ, οὗ κατέστησας αὐτὸν ἐκεῖ, καὶ μὴ ἐρχέσθω μεθ᾿ ἡμῶν εἰς τὸν πόλεμον καὶ μὴ γινέσθω ἐπίβουλος τῆς παρεμβολῆς· καὶ ἐν τίνι διαλλαγήσεται οὗτος τῷ κυρίῳ αὐτοῦ; οὐχὶ ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων;

0
5

Nije li to David o kojem se pjevalo igrajući i govorilo: zgubi Saul svoju tisuću, ali David svojih deset tisuća?

οὐχ οὗτος Δαυίδ, ᾧ ἐξῆρχον ἐν χοροῖς λέγοντες· ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυὶδ ἐν μυριάσιν αὐτοῦ;

0
6

Tada Ahis dozva Davida, i reče mu: tako bio živ Gospod, ti si pošten, i milo mi je da hodiš sa mnom u boj; jer ne nađoh nikakoga zla na tebi otkako si došao k meni do ovoga dana; ali nijesi po volji knezovima.

καὶ ἐκάλεσεν Ἀγχοῦς τὸν Δαυὶδ καὶ εἶπεν αὐτῷ· ζῇ Κύριος, ὅτι εὐθὴς σὺ καὶ ἀγαθὸς ἐν ὀφθαλμοῖς μου, καὶ ἡ ἔξοδός σου και ἡ εἴσοδός σου μετ᾿ ἐμοῦ ἐν τῇ παρεμβολῇ, καὶ ὅτι οὐχ εὕρηκα κατὰ σοῦ κακίαν ἀφ᾿ ἧς ἡμέρας ἥκεις πρός με ἕως τῆς σήμερον ἡμέρας· καὶ ἐν ὀφθαλμοῖς τῶν σατραπῶν οὐκ ἀγαθὸς σύ·

0
7

Nego vrati se i idi s mirom da ne učiniš što što ne bi bilo milo knezovima Filistejskim.

καὶ νῦν ἀνάστρεφε καὶ πορεύου εἰς εἰρήνην, καὶ οὐ μὴ ποιήσῃς κακίαν ἐν ὀφθαλμοῖς τῶν σατραπῶν τῶν ἀλλοφύλων.

0
8

A David reče Ahisu: ali šta sam učinio? šta li si našao na sluzi svojem otkako sam kod tebe do ovoga dana, da ne idem da se bijem s neprijateljima gospodara svojega cara?

καὶ εἶπε Δαυὶδ πρὸς Ἀγχοῦς· τί πεποίηκά σοι καὶ τί εὗρες ἐν τῷ δούλῳ σου ἀφ᾿ ἧς ἡμέρας ἤμην ἐνώπιόν σου καὶ ἕως τῆς ἡμέρας ταύτης, ὅτι οὐ μὴ ἔλθω πολεμήσας τοὺς ἐχθροὺς τοῦ κυρίου μου τοῦ βασιλέως;

0
9

A Ahis odgovarajući reče Davidu: znam; doista si mi mio kao anđeo Božji; ali knezovi Filistejski rekoše: neka ne ide s nama u boj.

καὶ ἀπεκρίθη Ἀγχοῦς πρὸς Δαυίδ· οἶδα ὅτι ἀγαθὸς σὺ ἐν ὀφθαλμοῖς μου, ἀλλ᾿ οἱ σατράπαι τῶν ἀλλοφύλων λέγουσιν· οὐχ ἥξει μεθ᾿ ἡμῶν εἰς πόλεμον.

0
10

Nego ustani sjutra rano sa slugama gospodara svojega koje su došle s tobom; ustanite rano čim svane, pa idite.

καὶ νῦν ὄρθρισον τὸ πρωΐ σὺ καὶ οἱ παῖδες τοῦ κυρίου σου οἱ ἥκοντες μετὰ σοῦ, καὶ πορεύεσθε εἰς τὸν τόπον, οὗ κατέστησα ὑμᾶς ἐκεῖ, καὶ λόγον λοιμὸν μὴ θῇς ἐν καρδίᾳ σου, ὅτι ἀγαθὸς σὺ ἐνώπιόν μου· καὶ ὀρθρίσατε ἐν τῇ ὁδῷ, καὶ φωτισάτω ὑμῖν, καὶ πορεύθητε.

0
11

I urani David i ljudi njegovi, i otide rano, i vrati se u zemlju Filistejsku; a Filisteji otidoše u Jezrael.

καὶ ὤρθρισε Δαυὶδ αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ ἀπελθεῖν καὶ φυλάσσειν τὴν γῆν τῶν ἀλλοφύλων, καὶ οἱ ἀλλόφυλοι ἀνέβησαν πολεμεῖν ἐπὶ Ἰσραήλ.

0