Stari zavet
I presta s ispovijedi Tovit.
ΚΑΙ ἐπαύσατο ἐξομολογούμενος Τωβίτ.
I bijaše (mu) godina pedeset osam kad izgubi vid, a posle osam godina progleda; i činjaše milostinje i pridade da se boji Gospodu i da se ispovijeda Njemu.
καὶ ἦν ἐτῶν πεντηκονταοκτώ, ὅτε ἀπώλεσε τὰς ὄψεις, καὶ μετὰ ἔτη ὀκτὼ ἀνέβλεψε. καὶ ἐποίει ἐλεημοσύνας καὶ προσέθετο φοβεῖσθαι Κύριον τὸν Θεὸν καὶ ἐξωμολογεῖτο αὐτῷ.
I veoma ostari; i pozva sina svoga i šest sinova njegovih i reče mu: Čedo, uzmi sinove svoje; evo, ostario sam i pred odlaskom sam iz života.
μεγάλως δὲ ἐγήρασε· καὶ ἐκάλεσε τὸν υἱὸν αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν αὐτῷ· τέκνον, λάβε τοὺς υἱούς σου· ἰδοὺ γεγήρακα καὶ πρὸς τὸ ἀποτρέχειν ἐκ τοῦ ζῆν εἰμι.
Otidi u Midiju, čedo, jer sam uvjeren što je govorio Jona prorok o Nineviji da će propasti, a u Midiji će biti mir do izvjesnog vremena, i da će braća naša u zemlji biti rasijana sa dobre zemlje, i Jerusalim će biti pust, i Dom (Hram) u njemu sagorjeće i biće pust do (određenog) vremena.
ἄπελθε εἰς τὴν Μηδίαν, τέκνον, ὅτι πέπεισμαι ὅσα ἐλάλησεν Ἰωνᾶς ὁ προφήτης περὶ Νινευῆ, ὅτι καταστραφήσεται, ἐν δὲ τῇ Μηδίᾳ ἔσται εἰρήνη μᾶλλον ἕως καιροῦ, καὶ ὅτι οἱ ἀδελφοὶ ἡμῶν ἐν τῇ γῇ σκορπισθήσονται ἀπὸ τῆς ἀγαθῆς γῆς, καὶ Ἱεροσόλυμα ἔσται ἔρημος, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐν αὐτῇ κατακαήσεται καὶ ἔρημος ἔσται μέχρι χρόνου.
I opet pomilovaće ih Bog i povratiće ih u zemlju i sagradiće Dom, ne kao (onaj) prvi, dok se ne ispune vremena vijeka. I posle toga vratiće se iz ropstava i sagradiće Jerusalim časno, i Dom Božji u njemu biće sagrađen za sva pokoljenja vijeka, zdanjem slavnim, kao što su govorili o njemu proroci.
καὶ πάλιν ἐλεήσει αὐτοὺς ὁ Θεὸς καὶ ἐπιστρέψει αὐτοὺς εἰς τὴν γῆν, καὶ οἰκοδομήσουσι τὸν οἶκον, οὐχ οἷος ὁ πρότερος, ἕως πληρωθῶσι καιροὶ τοῦ αἰῶνος. καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν ἐκ τῶν αἰχμαλωσιῶν καί οἰκοδομήσουσιν Ἱερουσαλὴμ ἐντίμως, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐν αὐτῇ οἰκοδομηθήσεται εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος οἰκοδομῇ ἐνδόξῳ, καθὼς ἐλάλησαν περὶ αὐτῆς οἱ προφῆται.
I svi narodi će se povratiti istinski da se boje Boga, i porušiće idole svoje, i blagosloviće svi narodi Gospoda.
καὶ πάντα τὰ ἔθνη ἐπιστρέψουσιν ἀληθινῶς φοβεῖσθαι Κύριον τὸν Θεὸν καὶ κατορύξουσι τὰ εἴδωλα αὐτῶν, καὶ εὐλογήσουσι πάντα τὰ ἔθνη Κύριον.
I narod Njegov ispovijediće se Gospodu, i uzvisiće Gospod narod svoj, i obradovaće se svi koji ljube Gospoda Boga u pravdi i istini tvoreći milost braći našoj.
καὶ ὁ λαὸς αὐτοῦ ἐξομολογήσεται τῷ Θεῷ, καὶ ὑψώσει Κύριος τὸν λαὸν αὐτοῦ, καὶ χαρήσονται πάντες οἱ ἀγαπῶντες Κύριον τὸν Θεὸν ἐν ἀληθείᾳ καὶ δικαιοσύνῃ, ποιοῦντες ἔλεος τοῖς ἀδελφοῖς ἡμῶν.
I sada, čedo, otidi iz Ninevije, jer svakako biće ono što je govorio prorok Jona.
καὶ νῦν, τέκνον, ἄπελθε ἀπὸ Νινευῆ, ὅτι πάντως ἔσται ἃ ἐλάλησεν ὁ προφήτης Ἰωνᾶς.
A ti drži Zakon i zapovijesti i budi milostivoljubiv i pravedan, da ti dobro bude, i sahrani me dobro i majku tvoju sa mnom; i više ne boravite u Nineviji.
σὺ δὲ τήρησον τὸν νόμον καὶ τὰ προστάγματα καὶ γενοῦ φιλελεήμων καὶ δίκαιος, ἵνα σοι καλῶς ᾖ. καὶ θάψον με καλῶς καὶ τὴν μητέρα σου μετ᾿ ἐμοῦ, καὶ μηκέτι αὐλισθῆτε εἰς Νινευῆ.
Čedo, vidi šta učini Aman Ahiaharu koji ga je othranio, kako od svjetlosti odvede njega u tamu, i šta mu uzvrati; i Ahiahar, pak, spasi se, a onome zauzvrat bi dato, te sam uđe u tamu. Manasije je činio milostinju, i bi spasen iz zamke smrtne koju mu postavi, a Aman upade u zamku i pogibe.
τέκνον, ἰδὲ τί ἐποίησεν Ἀμὰν Ἀχιαχάρῳ τῷ θρέψαντι αὐτόν, ὡς ἐκ τοῦ φωτὸς ἤγαγεν αὐτὸν εἰς τὸ σκότος, καὶ ὅσα ἀνταπέδωκεν αὐτῷ· καὶ Ἀχιάχαρος μὲν ἐσώθη, ἐκείνῳ δὲ τὸ ἀνταπόδομα ἐπεδόθη, καὶ αὐτὸς κατέβη εἰς τὸ σκότος. Μανασσῆς ἐποίησεν ἐλεημοσύνην καὶ ἐσώθη ἐκ παγίδος θανάτου, ἧς ἔπηξεν αὐτῷ, Ἀμὰν δὲ ἐνέπεσεν εἰς τὴν παγίδα καὶ ἀπώλετο.
I sada, djeco, vidite šta milostinja čini i od čega pravda izbavlja. I dok ovo govoraše ispusti dušu svoju na postelji; a bješe mu godina sto pedeset osam. I sahrani ga svečano.
καὶ νῦν, παιδία, ἴδετε τί ἐλεημοσύνη ποιεῖ, καὶ τί δικαιοσύνη ρύεται. καὶ ταῦτα αὐτοῦ λέγοντος, ἐξέλιπεν ἡ ψυχὴ αὐτοῦ ἐπὶ τῆς κλίνης· ἦν δὲ ἐτῶν ἑκατὸν πεντηκονταοκτώ, καὶ ἔθαψαν αὐτὸν ἐνδόξως.
A kad umrije Ana, sahrani je sa ocem njegovim. Otide, pak, Tovija sa ženom svojom i sinovima svojim u Ekvatane k Raguilu, tastu svome.
καὶ ὅτε ἀπέθανεν Ἄννα, ἔθαψεν αὐτὴν μετὰ τοῦ πατρὸς αὐτοῦ, ἀπῆλθε δὲ Τωβίας μετὰ τῆς γυναικὸς αὐτοῦ καὶ τῶν υἱῶν αὐτοῦ εἰς Ἐκβάτανα πρὸς Ραγουὴλ τὸν πενθερὸν αὐτοῦ,
I ostari časno, i sahrani tasta i taštu svoje svečano i naslijedi imanje njihovo i Tovita, oca svoga.
καὶ ἐγήρασεν ἐντίμως καὶ ἔθαψε τοὺς πενθεροὺς αὐτοῦ ἐνδόξως καὶ ἐκληρονόμησε τὴν οὐσίαν αὐτῶν καὶ Τωβὶτ τοῦ πατρὸς αὐτοῦ.
I umrije od godina sto dvadeset sedam u Ekvatanama Midijskim.
καὶ ἀπέθανεν ἐτῶν ἑκατὸν εἰκοσιεπτὰ ἐν Ἐκβατάνοις τῆς Μηδίας.
I ču prije no umrije za pogibao Ninevije, koju porobi Navuhodonosor i Asir. I obradova se prije no umrije zbog Ninevije
καὶ ἤκουσε πρὶν ἢ ἀποθανεῖν αὐτὸν τὴν ἀπώλειαν Νινευῆ, ἣν ᾐχμαλώτισε Ναβουχοδονόσορ καὶ Ἀσύηρος, καὶ ἐχάρη πρὸ τοῦ ἀποθανεῖν ἐπὶ Νινευῆ.