Stari zavet
A ljudi od plemena Jefremova rekoše mu: šta nam to učini te nas ne pozva kad pođe u boj na Madijane? I vikahu na nj žestoko.
ΚΑΙ εἶπαν πρὸς Γεδεὼν ἀνὴρ Ἐφραίμ· τί τὸ ρῆμα τοῦτο ἐποίησας ἡμῖν τοῦ μὴ καλέσαι ἡμᾶς, ὅτε ἐπορεύθης παρατάξασθαι ἐν Μαδιάμ; καὶ διελέξαντο πρὸς αὐτὸν ἰσχυρῶς.
A on im reče: pa šta sam učinio tako kao vi? nije li pabirčenje Jefremovo bolje nego berba Avijezerova?
καὶ εἶπε πρὸς αὐτούς· τί ἐποίησα νῦν καθὼς ὑμεῖς; ἢ οὐχὶ κρεῖσσον ἐπιφυλλὶς Ἐφραὶμ ἢ τρυγητὸς Ἀβιέζερ;
Vama je u ruke dao Gospod knezove Madijanske, Oriva i Ziva; pa što ja mogoh učiniti tako kao vi? Tada se utiša duh njihov prema njemu kad tako govori.
ἐν χειρὶ ὑμῶν παρέδωκε Κύριος τοὺς ἄρχοντας Μαδιάμ, τὸν Ὠρὴβ καὶ τὸν Ζήβ· καὶ τί ἠδυνήθην ποιῆσαι ὡς ὑμεῖς; τότε ἀνέθη τὸ πνεῦμα αὐτῶν ἀπ᾿ αὐτοῦ ἐν τῷ λαλῆσαι αὐτὸν τὸν λόγον τοῦτον.
A kad Gedeon dođe na Jordan, prijeđe preko njega s trista ljudi koji bjehu s njim, a bjehu umorni goneći.
καὶ ἦλθε Γεδεὼν ἐπὶ τὸν Ἰορδάνην, καὶ διέβη αὐτὸς καὶ οἱ τριακόσιοι ἄνδρες οἱ μετ᾿ αὐτοῦ πεινῶντες καὶ διώκοντες.
Pa reče ljudima Sokoćanima: dajte nekoliko hljebova narodu koji ide za mnom, jer su umorni, a ja gonim Zeveja i Salmana careve Madijanske.
καὶ εἶπε τοῖς ἀνδράσι Σοκχώθ· δότε δὴ ἄρτους εἰς τροφὴν τῷ λαῷ τούτῳ τῷ ἐν ποσί μου, ὅτι ἐκλείπουσι, καὶ ἰδοὺ ἐγώ εἰμι διώκων ὀπίσω τοῦ Ζεβεὲ καὶ Σελμανὰ βασιλέων Μαδιάμ.
A glavari Sokotski rekoše mu: je li pesnica Zevejeva i Salmanova već u tvojoj ruci da damo hljeba tvojoj vojsci?
καὶ εἶπον οἱ ἄρχοντες Σοκχώθ· μὴ χεὶρ Ζεβεὲ καὶ Σελμανὰ νῦν ἐν χειρί σου; οὐ δώσομεν τῇ δυνάμει σου ἄρτους;
A Gedeon im reče: kad mi Bog preda Zeveja i Salmana u ruku, tada ću pomlatiti tjelesa vaša trnjem iz ove pustinje i dračom.
καὶ εἶπε Γεδεών· διὰ τοῦτο ἐν τῷ δοῦναι Κύριον τὸν Ζεβεὲ καὶ τὸν Σελμανὰ ἐν χειρί μου, καὶ ἐγὼ ἀλοήσω τὰς σάρκας ὑμῶν ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ἐν ταῖς Βαρκηνίμ.
I otide odande u Fanuil, i reče Fanuiljanima isto onako, a oni mu odgovoriše kao što odgovoriše ljudi u Sokotu.
καὶ ἀνέβη ἐκεῖθεν εἰς Φανουὴλ καὶ ἐλάλησε πρὸς αὐτοὺς ὡσαύτως, καὶ ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Φανουὴλ ὃν τρόπον ἀπεκρίθησαν ἄνδρες Σοκχώθ.
Zato i ljudima Fanuiljanima reče: kad se vratim zdravo, razvaliću tu kulu.
καὶ εἶπε Γεδεὼν πρὸς ἄνδρας Φανουήλ· ἐν ἐπιστροφῇ μου μετ᾿ εἰρήνης κατασκάψω τὸν πύργον τοῦτον.
A Zevej i Salman bijahu u Karkoru, i vojska njihova s njima, oko petnaest tisuća, što ih god osta od sve vojske istočne; a pobijenijeh bijaše sto i dvadeset tisuća ljudi koji mahahu mačem.
καὶ Ζεβεὲ καὶ Σελμανὰ ἐν Καρκάρ, καὶ ἡ παρεμβολὴ αὐτῶν μετ᾿ αὐτῶν ὡσεὶ δεκαπέντε χιλιάδες, πάντες οἱ καταλελειμμένοι ἀπὸ πάσης παρεμβολῆς ἀλλοφύλων, καὶ οἱ πεπτωκότες ἑκατὸν εἴκοσι χιλιάδες ἀνδρῶν σπωμένων ρομφαίαν.
I otide Gedeon preko onijeh što žive pod šatorima, s istoka Novi i Jogveji, i udari na vojsku kad vojska stajaše bezbrižna.
καὶ ἀνέβη Γεδεὼν ὁδὸν τῶν σκηνούντων ἐν σκηναῖς ἀπὸ ἀνατολῶν τῆς Ναβαὶ καὶ Ἰεγεβάλ· καὶ ἐπάταξε τὴν παρεμβολήν, καὶ ἡ παρεμβολὴ ἦν πεποιθυῖα.
A Zevej i Salman pobjegoše, a on ih potjera, i uhvati dva cara Madijanska, Zeveja i Salmana, i raspudi svu vojsku.
καὶ ἔφυγον Ζεβεὲ καὶ Σελμανά, καὶ ἐδίωξαν ὀπίσω αὐτῶν καὶ ἐκράτησε τοὺς δύο βασιλεῖς Μαδιάμ, τὸν Ζεβεὲ καὶ τὸν Σελμανά, καὶ πᾶσαν τὴν παρεμβολὴν ἐξέστησε.
I vrati se Gedeon sin Joasov iz boja prije sunčanoga rođaja.
καὶ ἐπέστρεψε Γεδεὼν υἱὸς Ἰωὰς ἀπὸ τῆς παρατάξεως ἀπὸ ἐπάνωθεν τῆς παρατάξεως Ἀρές.
I uhvati momka iz Sokota, i ispitiva ga; a on mu popisa knezove Sokotske i starješine, sedamdeset i sedam ljudi.
καὶ συνέλαβε παιδάριον ἀπὸ τῶν ἀνδρῶν Σοκχὼθ καὶ ἐπηρώτησεν αὐτόν, καὶ ἔγραψε πρὸς αὐτὸν ὀνόματα τῶν ἀρχόντων Σοκχὼθ καὶ τῶν πρεσβυτέρων αὐτῶν, ἑβδομήκοντα καὶ ἑπτὰ ἄνδρας.
Pa kad dođe k Sokoćanima, reče: evo Zeveja i Salmana, za koje mi se rugaste govoreći: je li pesnica Zevejeva i Salmanova već u tvojoj ruci, da damo hljeba umornijem ljudima tvojim?
καὶ παρεγένετο Γεδεὼν πρὸς τοὺς ἄρχοντας Σοκχὼθ καὶ εἶπεν· ἰδοὺ Ζεβεὲ καὶ Σελμανά, ἐν οἷς ὠνειδίσατέ με λέγοντες· μὴ χεὶρ Ζεβεὲ καὶ Σελμανὰ νῦν ἐν χειρί σου, ὅτι δώσομεν τοῖς ἀνδράσι σου τοῖς ἐκλείπουσιν ἄρτους;
I uzevši starješine onoga mjesta i trnja iz pustinje i drače dade na njima ugled Sokoćanima.
καὶ ἔλαβε τοὺς πρεσβυτέρους τῆς πόλεως ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ταῖς Βαρκηνὶμ καὶ ἠλόησεν ἐν αὐτοῖς τοὺς ἄνδρας τῆς πόλεως.
I kulu Fanuilsku razvali i pobi ljude tamošnje.
καὶ τὸν πύργον Φανουὴλ κατέσκαψε καὶ ἀπέκτεινε τοὺς ἄνδρας τῆς πόλεως.
Potom reče Zeveju i Salmanu: kaki bjehu ljudi koje pobiste na Tavoru? A oni rekoše: taki kao ti; svaki bješe na očima kao carski sin.
καὶ εἶπε πρὸς Ζεβεὲ καὶ Σελμανά· ποῦ οἱ ἄνδρες, οὓς ἀπεκτείνατε ἐν Θαβώρ; καὶ εἶπαν· ὡς σύ, ὡς αὐτοὶ εἰς ὁμοίωμα υἱοῦ βασιλέως.
A on reče: to bjehu moja braća, sinovi moje matere. Tako Gospod bio živ! da ste ih ostavili u životu, ne bih vas pogubio.
καὶ εἶπε Γεδεών· ἀδελφοί μου καὶ υἱοὶ τῆς μητρός μου ἦσαν· ζῇ Κύριος, εἰ ἐζωογονήκειτε αὐτούς, οὐκ ἂν ἀπέκτεινα ὑμᾶς.
Tada reče Jeteru prvencu svojemu: ustani, pogubi ih. Ali dijete ne izvuče mača svojega, jer se bojaše, jer bješe još dijete.
καὶ εἶπεν Ἰεθὲρ τῷ πρωτοτόκῳ αὐτοῦ· ἀναστὰς ἀπόκτεινον αὐτούς· καὶ οὐκ ἔσπασε τὸ παιδάριον τὴν ρομφαίαν αὐτοῦ, ὅτι ἐφοβήθη, ὅτι ἔτι νεώτερος ἦν.
Tada reče Zevej i Salman: ustani ti, uloži na nas; jer kakav je čovjek onaka mu je i snaga. I ustavši Gedeon pogubi Zeveja i Salmana, i uze mjesečiće koji bijahu o vratovima kamila njihovijeh.
καὶ εἶπε Ζεβεὲ καὶ Σελμανά· ἀνάστα σὺ καὶ συνάντησον ἡμῖν, ὅτι ὡς ἀνδρὸς ἡ δύναμίς σου. καὶ ἀνέστη Γεδεὼν καὶ ἀπέκτεινε τὸν Ζεβεὲ καὶ τὸν Σελμανὰ καὶ ἔλαβε τοὺς μηνίσκους τοὺς ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν.
Potom rekoše Izrailjci Gedeonu: budi nam gospodar ti i sin tvoj i sin sina tvojega, jer si nas izbavio iz ruke Madijanske.
Καὶ εἶπον ἀνὴρ Ἰσραὴλ πρὸς Γεδεών· κύριε, ἄρξον ἡμῶν καὶ σὺ καὶ ὁ υἱός σου καὶ ὁ υἱὸς τοῦ υἱοῦ σου, ὅτι σὺ ἔσωσας ἡμᾶς ἐκ χειρὸς Μαδιάμ.
A Gedeon im reče: neću vam ja biti gospodar, niti će vam sin moj biti gospodar; Gospod će vam biti Gospodar.
καὶ εἶπε πρὸς αὐτοὺς Γεδεών· οὐκ ἄρξω ἐγώ, καὶ οὐκ ἄρξει ὁ υἱός μου ἐν ὑμῖν· Κύριος ἄρξει ὑμῶν.
Još im reče Gedeon: jedno ću iskati od vas: da mi date svaki grivnu od plijena svojega. A grivne imahu zlatne, jer bjehu Ismailjci.
καὶ εἶπε πρὸς αὐτοὺς Γεδεών· αἰτήσομαι παρ᾿ ὑμῶν αἴτημα καὶ δότε μοι ἀνὴρ ἐνώτιον ἐκ σκύλων αὐτοῦ· ὅτι ἐνώτια χρυσᾶ αὐτοῖς, ὅτι ἦσαν Ἰσμαηλῖται.
I odgovoriše: daćemo drage volje. I razastrvši haljinu bacaše na nju grivne, svaki od plijena svojega.
καὶ εἶπαν· διδόντες δώσομεν· καὶ ἀνέπτυξε τὸ ἱμάτιον αὐτοῦ, καὶ ἔβαλεν ἐκεῖ ἀνὴρ ἐνώτιον σκύλων αὐτοῦ.
I bješe na mjeru zlatnijeh grivana što iziska tisuća i sedam stotina sikala zlata, osim mjesečića i lančića i haljina skerletnijeh, što nošahu carevi Madijanski, i osim litarova, što bijahu oko vrata kamila njihovijeh.
καὶ ἐγένετο ὁ σταθμὸς τῶν ἐνωτίων τῶν χρυσῶν, ὧν ᾔτησε, χίλιοι καὶ ἑπτακόσιοι χρυσοῖ, πάρεξ τῶν μηνίσκων καὶ τῶν στραγγαλίδων καὶ τῶν ἱματίων καὶ πορφυρίδων τῶν ἐπὶ βασιλεῦσι Μαδιὰμ καὶ ἐκτὸς τῶν περιθεμάτων, ἃ ἦν ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν.
I Gedeon načini od toga oplećak, i ostavi ga u svojem gradu Ofri; i ondje sav Izrailj stade činiti preljubu za njim, i bi Gedeonu i domu njegovu zamka.
καὶ ἐποίησεν αὐτὸ Γεδεὼν εἰς Ἐφὼδ καὶ ἔστησεν αὐτὸ ἐν πόλει αὐτοῦ Ἐφραθά· καὶ ἐξεπόρνευσε πᾶς Ἰσραὴλ ὀπίσω αὐτοῦ ἐκεῖ, καὶ ἐγένετο τῷ Γεδεὼν καὶ τῷ οἴκῳ αὐτοῦ εἰς σκῶλον.
Tako biše pokoreni Madijani pred sinovima Izrailjevijem, i više ne digoše glave. I zemlja bi mirna četrdeset godina za vijeka Gedeonova.
καὶ συνεστάλη Μαδιὰμ ἐνώπιον υἱῶν Ἰσραὴλ καὶ οὐ προσέθηκαν ἆραι κεφαλὴν αὐτῶν. καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη ἐν ἡμέραις Γεδεών.
I otišav Jeroval sin Joasov osta u svojoj kući.
καὶ ἐπορεύθη Ἱεροβάαλ υἱὸς Ἰωὰς καὶ ἐκάθισεν ἐν οἴκῳ αὐτοῦ.
A imaše Gedeon sedamdeset sinova, koji izidoše od bedara njegovijeh, jer imaše mnogo žena.
καὶ τῷ Γεδεὼν ἦσαν υἱοὶ ἑβδομήκοντα ἐκπορευόμενοι ἐκ μηρῶν αὐτοῦ, ὅτι γυναῖκες πολλαὶ ἦσαν αὐτῷ.
A inoča njegova, koja bijaše u Sihemu, i ona mu rodi sina, i nadje mu ime Avimeleh.
καὶ παλλακὴ αὐτοῦ ἦν ἐν Συχέμ· καὶ ἔτεκεν αὐτῷ καί γε αὐτὴ υἱόν, καὶ ἔθηκε τὸ ὄνομα αὐτοῦ Ἀβιμέλεχ.
Potom umrije Gedeon sin Joasov u dobroj starosti, i bi pogreben u grobu Joasa oca svojega Avijezerita u Ofri.
καὶ ἀπέθανε Γεδεὼν υἱὸς Ἰωὰς ἐν πόλει αὐτοῦ καὶ ἐτάφη ἐν τῷ τάφῳ Ἰωὰς τοῦ πατρὸς αὐτοῦ ἐν Ἐφραθὰ Ἀβιεσδρί.
A kad umrije Gedeon, opet sinovi Izrailjevi činiše preljubu za Valima, i postaviše sebi Val-Verita za boga.
Καὶ ἐγενήθη ὡς ἀπέθανε Γεδεών, καὶ ἐπέστρεψαν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐξεπόρνευσαν ὀπίσω τῶν Βααλὶμ καὶ ἔθηκαν ἑαυτοῖς τῷ Βάαλ διαθήκην τοῦ εἶναι αὐτοῖς αὐτὸν εἰς θεόν.
I ne sjećaše se sinovi Izrailjevi Gospoda Boga svojega, koji ih je izbavio iz ruku svijeh neprijatelja njihovijeh unaokolo,
καὶ οὐκ ἐμνήσθησαν οἱ υἱοὶ Ἰσραὴλ Κυρίου τοῦ Θεοῦ τοῦ ρυσαμένου αὐτοὺς ἐκ χειρὸς πάντων τῶν θλιβόντων αὐτοὺς κυκλόθεν.
I ne učiniše milosti domu Jerovala Gedeona prema svemu dobru što je on učinio Izrailju.
καὶ οὐκ ἐποίησαν ἔλεος μετὰ τοῦ οἴκου Ἱεροβάαλ (αὐτός ἐστι Γεδεών) κατὰ πάντα τὰ ἀγαθά, ἃ ἐποίησε μετὰ Ἰσραήλ.