Sudije 6

Stari zavet

1

A sinovi Izrailjevi činiše što je zlo pred Gospodom, i Gospod ih dade u ruke Madijanima za sedam godina.

ΚΑΙ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἔδωκεν αὐτοὺς Κύριος ἐν χειρὶ Μαδιὰμ ἑπτὰ ἔτη.

0
2

I osili ruka Madijanska nad Izrailjem, te od straha Madijanskoga načiniše sebi sinovi Izrailjevi jame koje su po gorama, i pećine i ograde.

καὶ ἴσχυσε χεὶρ Μαδιὰμ ἐπὶ Ἰσραήλ· καὶ ἐποίησαν ἑαυτοῖς οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ προσώπου Μαδιὰμ τὰς τρυμαλιὰς τὰς ἐν τοῖς ὄρεσι καὶ τὰ σπήλαια καὶ τὰ κρεμαστά.

0
3

I kad bi Izrailjci posijali, dolažahu Madijani i Amalici i istočni narod, dolažahu na njih.

καὶ ἐγένετο ἐὰν ἔσπειραν οἱ υἱοὶ Ἰσραήλ, καὶ ἀνέβαινον Μαδιὰμ καὶ Ἀμαλήκ, καὶ οἱ υἱοὶ ἀνατολῶν συνανέβαινον αὐτοῖς· καὶ παρενέβαλον εἰς αὐτοὺς

0
4

I stavši u oko protiv njih, potirahu rod zemaljski dori do Gaze, i ne ostavljahu hrane u Izrailju, ni ovce ni vola ni magarca.

καὶ κατέφθειραν τοὺς καρποὺς αὐτῶν ἕως ἐλθεῖν εἰς Γάζαν καὶ οὐ κατελείποντο ὑπόστασιν ζωῆς ἐν τῇ γῇ Ἰσραὴλ οὐδὲ ἐν τοῖς ποιμνίοις ταῦρον καὶ ὄνον·

0
5

Jer se podizahu sa stadima svojim i sa šatorima svojim, i dolažahu kao skakavci, tako mnogo, i ne bješe broja njima ni kamilama njihovijem, i dolazeći u zemlju pustošahu je.

ὅτι αὐτοὶ καὶ αἱ κτήσεις αὐτῶν ἀνέβαινον καὶ αἱ σκηναὶ αὐτῶν παρεγίνοντο καθὼς ἀκρὶς εἰς πλῆθος, καὶ αὐτοῖς καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός, καὶ ἤρχοντο εἰς τὴν γῆν Ἰσραὴλ καὶ διέφθειρον αὐτήν.

0
6

Tada osiromaši Izrailj veoma od Madijana, i povikaše ka Gospodu sinovi Izrailjevi.

καὶ ἐπτώχευσεν Ἰσραὴλ σφόδρα ἀπὸ προσώπου Μαδιάμ,

0
7

A kad povikaše sinovi Izrailjevi ka Gospodu od Madijana,

καὶ ἐβόησαν υἱοὶ Ἰσραὴλ πρὸς Κύριον ἀπὸ προσώπου Μαδιάμ.

0
8

Gospod posla proroka k sinovima Izrailjevijem, a on im reče: ovako veli Gospod Bog Izrailjev: ja sam vas izveo iz Misira, i izveo sam vas iz doma ropskoga,

καὶ ἐξαπέστειλε Κύριος ἄνδρα προφήτην πρὸς τοὺς υἱοὺς Ἰσραήλ, καὶ εἶπεν αὐτοῖς· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· ἐγώ εἰμι ὃς ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου καὶ ἐξήγαγον ὑμᾶς ἐξ οἴκου δουλείας ὑμῶν

0
9

I izbavio sam vas iz ruke Misirske i iz ruke svijeh onijeh koji vas mučahu; i odagnao sam ih ispred vas, i dao sam vama zemlju njihovu.

καὶ ἐρρυσάμην ὑμᾶς ἐκ χειρὸς Αἰγύπτου καὶ ἐκ χειρὸς πάντων τῶν θλιβόντων ὑμᾶς καὶ ἐξέβαλον αὐτοὺς ἐκ προσώπου ὑμῶν καὶ ἔδωκα ὑμῖν τὴν γῆν αὐτῶν

0
10

Pak vam rekoh: ja sam Gospod Bog vaš, na bojte se bogova Amoreja u kojih zemlji živite. Ali ne poslušaste glasa mojega.

καὶ εἶπα ὑμῖν· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, οὐ φοβηθήσεσθε τοὺς θεοὺς τοῦ Ἀμορραίου, ἐν οἷς ὑμεῖς κάθησθε ἐν τῇ γῇ αὐτῶν· καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου.

0
11

Potom dođe anđeo Gospodnji i sjede pod hrastom u Ofri koji bijaše Joasa Avijezerita; a sin njegov Gedeon vrsijaše pšenicu na gumnu, da bi pobjegao s njom od Madijana.

Καὶ ἦλθεν ἄγγελος Κυρίου καὶ ἐκάθισεν ὑπὸ τὴν τερέμινθον τὴν ἐν Ἐφραθὰ τὴν Ἰωὰς πατρὸς τοῦ Ἐσδρί, καὶ Γεδεὼν ὁ υἱὸς αὐτοῦ ραβδίζων σῖτον ἐν ληνῷ εἰς ἐκφυγεῖν ἀπὸ προσώπου τοῦ Μαδιάμ.

0
12

I javi mu se anđeo Gospodnji, i reče mu: Gospod je s tobom, hrabri junače!

καὶ ὤφθη αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ εἶπε πρὸς αὐτόν· Κύριος μετὰ σοῦ, ἰσχυρὸς τῶν δυνάμεων.

0
13

A Gedeon mu reče: o gospodaru moj! kad je Gospod s nama, zašto nas snađe sve ovo? i gdje su sva čudesa njegova, koja nam pripovijedaše oci naši govoreći: nije li nas Gospod izveo iz Misira? a sada nas je ostavio Gospod i predao u ruke Madijanima.

καὶ εἶπε πρὸς αὐτὸν Γεδεών· ἐν ἐμοί, Κύριέ μου, καὶ εἰ ἔστι Κύριος μεθ᾿ ἡμῶν, εἰς τί εὗρεν ἡμᾶς τὰ κακὰ ταῦτα; καὶ ποῦ ἐστι πάντα τὰ θαυμάσια αὐτοῦ, ἃ διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν λέγοντες, μὴ οὐχὶ ἐξ Αἰγύπτου ἀνήγαγεν ἡμᾶς Κύριος; καὶ νῦν ἐξέρριψεν ἡμᾶς καὶ ἔδωκεν ἡμᾶς ἐν χειρὶ Μαδιάμ.

0
14

A Gospod ga pogleda i reče mu: idi u toj sili svojoj, i izbavićeš Izrailja iz ruku Madijanskih. Ne poslah li te?

καὶ ἐπέστρεψε πρὸς αὐτὸν ὁ ἄγγελος Κυρίου καὶ εἶπε· πορεύου ἐν τῇ ἰσχύϊ σου ταύτῃ καὶ σώσεις τὸν Ἰσραὴλ ἐκ χειρὸς Μαδιάμ· ἰδοὺ ἐξαπέστειλά σε.

0
15

A on mu reče: o Gospode, čim ću izbaviti Izrailja? eto, rod je moj najsiromašniji u plemenu Manasijinu, a ja sam najmanji u domu oca svojega.

καὶ εἶπε πρὸς αὐτὸν Γεδεών· ἐν ἐμοί, Κύριέ μου, ἐν τίνι σώσω τὸν Ἰσραήλ; ἰδοὺ ἡ χιλιάς μου ἠσθένησεν ἐν Μανασσῇ, καὶ ἐγώ εἰμι μικρότερος ἐν οἴκῳ τοῦ πατρός μου.

0
16

Tada mu reče Gospod: ja ću biti s tobom, te ćeš pobiti Madijance kao jednoga.

καὶ εἶπε πρὸς αὐτὸν ὁ ἄγγελος Κυρίου· Κύριος ἔσται μετὰ σοῦ, καὶ πατάξεις τὴν Μαδιὰμ ὡσεὶ ἄνδρα ἕνα.

0
17

A Gedeon mu reče: ako sam našao milost pred tobom, daj mi znak da ti govoriš sa mnom.

καὶ εἶπε πρὸς αὐτὸν Γεδεών· εἰ δὴ εὗρον ἔλεος ἐν ὀφθαλμοῖς σου καὶ ποιήσεις μοι σήμερον πᾶν ὅ,τι ἐλάλησας μετ᾿ ἐμοῦ,

0
18

Nemoj otići odavde dokle se ja ne vratim k tebi i donesem dar svoj i stavim preda te. A on reče: čekaću dokle se vratiš.

μὴ χωρισθῇς ἐντεῦθεν ἕως τοῦ ἐλθεῖν με πρός σε, καὶ ἐξοίσω τὴν θυσίαν καὶ θύσω ἐνώπιόν σου. καὶ εἶπεν· ἐγώ εἰμι, καθήσομαι ἕως τοῦ ἐπιστρέψαι σε.

0
19

Tada otide Gedeon, i zgotovi jare i od efe brašna hljebove prijesne, i metnu meso u kotaricu a juhu u lonac, i donese mu pod hrast, i postavi.

καὶ Γεδεὼν εἰσῆλθε καὶ ἐποίησεν ἔριφον αἰγῶν καὶ οἰφὶ ἀλεύρου ἄζυμα καὶ τὰ κρέα ἔθηκεν ἐν τῷ κοφίνῳ καὶ τὸν ζωμὸν ἔβαλεν ἐν τῇ χύτρᾳ καὶ ἐξήνεγκεν αὐτὰ πρὸς αὐτὸν ὑπὸ τὴν τερέμινθον καὶ προσήγγισε.

0
20

A anđeo Božji reče mu: uzmi to meso i te hljebove prijesne, i metni na onu stijenu, a juhu prolij. I on učini tako.

καὶ εἶπε πρὸς αὐτὸν ὁ ἄγγελος τοῦ Θεοῦ· λαβὲ τὰ κρέα καὶ τὰ ἄζυμα καὶ θὲς πρὸς τὴν πέτραν ἐκείνην καὶ τὸν ζωμὸν ἐχόμενα ἔκχεε· καὶ ἐποίησεν οὕτως.

0
21

Tada anđeo Gospodnji pruži kraj od štapa koji mu bješe u ruci i dotače se mesa i hljebova prijesnijeh; i podiže se oganj sa stijene i spali meso i hljebove prijesne. I anđeo Gospodnji otide ispred očiju njegovih.

καὶ ἐξέτεινεν ὁ ἄγγελος Κυρίου τὸ ἄκρον τῆς ράβδου τῆς ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἥψατο τῶν κρεῶν καὶ τῶν ἀζύμων, καὶ ἀνέβη πῦρ ἐκ τῆς πέτρας καὶ κατέφαγε τὰ κρέα καὶ τοὺς ἀζύμους· καὶ ὁ ἄγγελος Κυρίου ἐπορεύθη ἀπ᾿ ὀφθαλμῶν αὐτοῦ.

0
22

A Gedeon vidjeći da bješe anđeo Gospodnji, reče: ah Gospode Bože! zato li vidjeh anđela Gospodnjega licem k licu?

καὶ εἶδε Γεδεὼν ὅτι ἄγγελος Κυρίου οὗτός ἐστι, καὶ εἶπε Γεδεών· ἆ ἆ, Κύριέ μου Κύριε, ὅτι εἶδον τὸν ἄγγελον Κυρίου πρόσωπον πρὸς πρόσωπον.

0
23

A Gospod mu reče: budi miran, ne boj se, nećeš umrijeti.

καὶ εἶπεν αὐτῷ Κύριος· εἰρήνη σοι, μὴ φοβοῦ, οὐ μὴ ἀποθάνῃς.

0
24

I Gedeon načini ondje oltar Gospodu, i nazva ga mir Gospodnji. Stoji i danas u Ofri Avijezeritskoj.

καὶ ᾠκοδόμησεν ἐκεῖ Γεδεὼν θυσιαστήριον τῷ Κυρίῳ καὶ ἐπεκάλεσεν αὐτῷ Εἰρήνη Κυρίου ἕως τῆς ἡμέρας ταύτης, ἔτι αὐτοῦ ὄντος ἐν Ἐφραθὰ πατρὸς τοῦ Ἐσδρί.

0
25

I istu noć reče mu Gospod: uzmi junca, koji je oca tvojega, junca drugoga od sedam godina; i raskopaj oltar Valov koji ima otac tvoj, i isijeci lug koji je kod njega.

Καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν αὐτῷ Κύριος· λαβὲ τὸν μόσχον τὸν ταῦρον, ὅς ἐστι τῷ πατρί σου, καὶ μόσχον δεύτερον ἑπταετῆ καὶ καθελεῖς τὸ θυσιαστήριον τοῦ Βάαλ ὅ ἐστι τῷ πατρί σου, καὶ τὸ ἄλσος τὸ ἐπ᾿ αὐτὸ ὀλοθρεύσεις.

0
26

I načini oltar Gospodu Bogu svojemu navrh ove stijene, na zgodnu mjestu; pa onda uzmi drugoga junca, i prinesi žrtvu paljenicu na drvima onoga luga koji isiječeš.

καὶ οἰκοδομήσεις θυσιαστήριον τῷ Κυρίῳ τῷ Θεῷ σου ἐπὶ κορυφὴν τοῦ Μαουὲκ τούτου ἐν τῇ παρατάξει καὶ λήψῃ τὸν μόσχον τὸν δεύτερον καὶ ἀνοίσεις ὁλοκαυτώματα ἐν τοῖς ξύλοις τοῦ ἄλσους, οὗ ἐξολοθρεύσεις.

0
27

Tada uze Gedeon deset ljudi između sluga svojih, i učini kako mu zapovjedi Gospod; ali se bojaše doma oca svojega i mještana, te ne učini danju nego učini noću.

καὶ ἔλαβε Γεδεὼν δέκα ἄνδρας ἀπὸ τῶν δούλων ἑαυτοῦ καὶ ἐποίησεν ὃν τρόπον ἐλάλησε πρὸς αὐτὸν Κύριος· καὶ ἐγενήθη ὡς ἐφοβήθη τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ καὶ τοὺς ἄνδρας τῆς πόλεως τοῦ ποιῆσαι ἡμέρας, καὶ ἐποίησε νυκτός.

0
28

A kad ujutru ustaše mještani, a to raskopan oltar Valov i lug kod njega isječen; a junac drugi prinesen na žrtvu paljenicu na oltaru načinjenom.

καὶ ὤρθρισαν οἱ ἄνδρες τῆς πόλεως τὸ πρωΐ, καὶ ἰδοὺ καθῃ£ρητο τὸ θυσιαστήριον τοῦ Βάαλ, καὶ τὸ ἄλσος τὸ ἐπ᾿ αὐτῷ ὠλόθρευτο· καὶ εἶδαν τὸν μόσχον τὸν δεύτερον, ὃν ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον τὸ ᾠκοδομημένον.

0
29

I rekoše jedan drugomu: ko to učini? I traživši i raspitavši rekoše: Gedeon sin Joasov učini to.

καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ· τίς ἐποίησε τὸ ρῆμα τοῦτο; καὶ ἐπεζήτησαν καὶ ἠρεύνησαν καὶ ἔγνωσαν ὅτι Γεδεὼν υἱὸς Ἰωὰς ἐποίησε τὸ ρῆμα τοῦτο.

0
30

Pa rekoše mještani Joasu: izvedi sina svojega da se pogubi, što raskopa oltar Valov i što isiječe lug kod njega.

καὶ εἶπαν οἱ ἄνδρες τῆς πόλεως πρὸς Ἰωάς· ἐξένεγκε τὸν υἱόν σου καὶ ἀποθανέτω, ὅτι καθεῖλε τὸ θυσιαστήριον τοῦ Βάαλ καὶ ὅτι ὠλόθρευσε τὸ ἄλσος τὸ ἐπ᾿ αὐτῷ.

0
31

A Joas reče svjema koji stajahu oko njega: vi li hoćete da branite Vala? vi li hoćete da ga izbavite? ko ga brani, poginuće jutros. Ako je bog, neka sam raspravi s njim što mu je raskopao oltar.

καὶ εἶπε Γεδεὼν υἱὸς Ἰωὰς τοῖς ἀνδράσι πᾶσιν, οἳ ἐπανέστησαν αὐτῷ· μὴ ὑμεῖς νῦν δικάζεσθε ὑπὲρ τοῦ Βάαλ; ἢ ὑμεῖς σώσετε αὐτόν; ὃς ἐὰν δικάσηται αὐτῷ, θανατωθήτω ἕως πρωΐ· εἰ Θεός ἐστι, δικαζέσθω αὐτῷ, ὅτι καθεῖλε τὸ θυσιαστήριον αὐτοῦ.

0
32

I prozva ga onoga dana Jeroval govoreći: neka raspravi s njim Val što mu raskopa oltar.

καὶ ἐκάλεσεν αὐτὸ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Ἱεροβάαλ λέγων· δικαζέσθω ἐν αὐτῷ ὁ Βάαλ, ὅτι καθῃρέθη τὸ θυσιαστήριον αὐτοῦ.

0
33

A svi Madijani i Amalici i istočni narod bijahu se skupili i prešavši preko Jordana bijahu stali u oko u dolini Jezraelu,

καὶ πᾶσα Μαδιὰμ καὶ Ἀμαλὴκ καὶ υἱοὶ ἀνατολῶν συνήχθησαν ἐπὶ τὸ αὐτὸ καὶ παρενέβαλον ἐν τῇ κοιλάδι Ἰεζραέλ.

0
34

A duh Gospodnji naoruža Gedeona, i on zatrubi u trubu, i skupi oko sebe porodicu Avijezerovu.

καὶ πνεῦμα Κυρίου ἐνεδυνάμωσε τὸν Γεδεών, καὶ ἐσάλπισεν ἐν κερατίνῃ καὶ ἐφοβήθη Ἀβιέζερ ὀπίσω αὐτοῦ.

0
35

I posla glasnike po svemu plemenu Manasijinu, i skupiše se oko njega; posla glasnike i u pleme Asirovo i Zavulonovo i Neftalimovo, te i oni izidoše pred njih.

καὶ ἀγγέλους ἀπέστειλεν εἰς πάντα Μανασσῆ καὶ ἐν Ἀσὴρ καὶ ἐν Ζαβουλὼν καὶ ἐν Νεφθαλὶ καὶ ἀνέβη εἰς συνάντησιν αὐτῶν.

0
36

Tada reče Gedeon Bogu: ako ćeš ti izbaviti mojom rukom Izrailja, kao što si rekao,

καὶ εἶπε Γεδεὼν πρὸς τὸν Θεόν· εἰ σύ σώζεις ἐν χειρί μου τὸν Ἰσραὴλ καθὼς ἐλάλησας,

0
37

Evo, ja ću metnuti runo na gumnu: ako rosa bude samo na runu a po svoj zemlji suho, onda ću znati da ćeš mojom rukom izbaviti Izrailja, kao što si rekao.

ἰδοὺ ἐγὼ τίθημι τὸν πόκον τοῦ ἐρίου ἐν τῇ ἅλωνι· ἐὰν δρόσος γένηται ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πᾶσαν τὴν γῆν ξηρασία, γνώσομαι ὅτι σώσεις ἐν χειρί μου τὸν Ἰσραήλ, καθὼς ἐλάλησας.

0
38

I bi tako; jer kad usta sjutradan, iscijedi runo, i isteče rose iz runa puna zdjela.

καὶ ἐγένετο οὕτως· καὶ ὤρθρισε τῇ ἐπαύριον καὶ ἐξεπίασε τὸν πόκον, καὶ ἔσταξε δρόσος ἀπὸ τοῦ πόκου, πλήρης λεκάνη ὕδατος.

0
39

Opet reče Gedeon Bogu: nemoj se gnjeviti na me, da progovorim još jednom; da obidem runom još jednom, neka bude samo runo suho, a po svoj zemlji neka bude rosa.

καὶ εἶπε Γεδεὼν πρὸς τὸν Θεόν· μὴ δὴ ὀργισθήτω ὁ θυμός σου ἐν ἐμοί, καὶ λαλήσω ἔτι ἅπαξ· πειράσω δὴ καί γε ἔτι ἅπαξ ἐν τῷ πόκῳ, καὶ γενέσθω ἡ ξηρασία ἐπὶ τὸν πόκον μόνον, καὶ ἐπὶ πᾶσαν τὴν γῆν γενηθήτω δρόσος.

0
40

I Bog učini tako onu noć; i bi samo runo suho a po svoj zemlji bi rosa.

καὶ ἐποίησεν ὁ Θεὸς οὕτως ἐν τῇ νυκτὶ ἐκείνῃ· καὶ ἐγένετο ξηρασία ἐπὶ τὸν πόκον μόνον, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἐγενήθη δρόσος.

0