Stari zavet
A po smrti Aodovoj opet sinovi Izrailjevi činiše što je zlo pred Gospodom.
ΚΑΙ προσέθεντο οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου· καὶ Ἀὼδ ἀπέθανε.
I Gospod ih dade u ruke Javinu caru Hananskom, koji vladaše u Asoru, a vojsci njegovoj bješe vojvoda Sisara, koji življaše u Arosetu neznabožačkom.
καὶ ἀπέδοτο τοὺς υἱοὺς Ἰσραὴλ Κύριος ἐν χειρὶ Ἰαβὶν βασιλέως Χαναάν, ὃς ἐβασίλευσεν ἐν Ἀσώρ· καὶ ὁ ἄρχων τῆς δυνάμεως αὐτοῦ Σισάρα, καὶ αὐτὸς κατῴκει ἐν Ἀρισὼθ τῶν ἐθνῶν.
I sinovi Izrailjevi vapiše ka Gospodu; jer on imaše devet stotina gvozdenijeh kola, i veoma pritješnjavaše sinove Izrailjeve dvadeset godina.
καὶ ἐκέκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον, ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ, καὶ αὐτὸς ἔθλιψε τὸν Ἰσραὴλ κατὰ κράτος εἴκοσιν ἔτη.
U to vrijeme Devora proročica, žena Lafidotova, suđaše Izrailju.
καὶ Δεββώρα γυνὴ προφῆτις γυνὴ Λαφιδώθ, αὕτη ἔκρινε τὸν Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ.
I Devora stanovaše pod palmom između Rame i Vetilja u gori Jefremovoj, i dolažahu k njoj sinovi Izrailjevi na sud.
καὶ αὐτὴ ἐκάθητο ὑπὸ φοίνικα Δεββώρα ἀνὰ μέσον τῆς Ραμὰ καὶ ἀνὰ μέσον τῆς Βαιθὴλ ἐν τῷ ὄρει Ἐφραίμ, καὶ ἀνέβαινον πρὸς αὐτὴν οἱ υἱοὶ Ἰσραὴλ εἰς κρίσιν.
A ona poslavši dozva Varaka sina Avinejemova iz Kedesa Neftalimova, i reče mu: nije li zapovjedio Gospod Bog Izrailjev: idi, skupi narod na goru Tavor, i uzmi sa sobom deset tisuća ljudi između sinova Neftalimovijeh i sinova Zavulonovijeh?
καὶ ἀπέστειλε Δεββώρα καὶ ἐκάλεσε τὸν Βαρὰκ υἱὸν Ἀβινεὲμ ἐκ Κάδης Νεφθαλὶ καὶ εἶπε πρὸς αὐτόν· οὐχὶ ἐνετείλατο Κύριος ὁ Θεὸς Ἰσραήλ σοι καὶ ἀπελεύσῃ εἰς ὄρος Θαβὼρ καὶ λήψῃ μετὰ σεαυτοῦ δέκα χιλιάδας ἀνδρῶν ἐκ τῶν υἱῶν Νεφθαλὶ καὶ ἐκ τῶν υἱῶν Ζαβουλών;
Jer ću dovesti k tebi na potok Kison Sisaru vojvodu Javinova i kola njegova i ljudstvo njegovo, i predaću ga tebi u ruke.
καὶ ἐπάξω πρὸς σὲ εἰς τὸν χειμάρρουν Κισῶν τὸν Σισάρα ἄρχοντα τῆς δυνάμεως Ἰαβὶν καὶ τὰ ἅρματα αὐτοῦ καὶ τὸ πλῆθος αὐτοῦ καὶ παραδώσω αὐτόν εἰς χεῖράς σου.
A Varak joj reče: ako ćeš ti ići sa mnom, ići ću; ako li nećeš ići sa mnom, neću ići.
καὶ εἶπε πρὸς αὐτὴν Βαράκ· ἐὰν πορευθῇς μετ᾿ ἐμοῦ, πορεύσομαι, καὶ ἐὰν μὴ πορευθῇς, οὐ πορεύσομαι· ὅτι οὐκ οἶδα τὴν ἡμέραν, ἐν ᾗ εὐοδοῖ Κύριος τὸν ἄγγελον μετ᾿ ἐμοῦ.
A ona reče: ja ću ići s tobom, ali nećeš imati slave na putu kojim ćeš ići; jer će ženi u ruku dati Gospod Sisaru. I ustavši Devora otide s Varakom u Kedes.
καὶ εἶπε· πορευομένη πορεύσομαι μετὰ σοῦ· πλὴν γίνωσκε ὅτι οὐκ ἔσται τὸ προτέρημά σου ἐπὶ τὴν ὁδόν, ἣν σὺ πορεύῃ, ὅτι ἐν χειρὶ γυναικὸς ἀποδώσεται Κύριος τὸν Σισάρα. καὶ ἀνέστη Δεββώρα καὶ ἐπορεύθη μετὰ τοῦ Βαρὰκ ἐκ Κάδης.
I Varak sazvavši sinove Zavulonove i Neftalimove u Kedes, povede za sobom deset tisuća ljudi; i Devora iđaše s njim.
καὶ ἐβόησε Βαρὰκ τὸν Ζαβουλὼν καὶ τὸν Νεφθαλὶ ἐκ Κάδης, καὶ ἀνέβησαν κατὰ πόδας αὐτοῦ δέκα χιλιάδες ἀνδρῶν· καί ἀνέβη Δεββώρα μετ᾿ αὐτοῦ.
A Ever Kenejin bješe se odvojio od Keneja, od sinova Ovava tasta Mojsijeva, i bješe razapeo svoj šator kod hrastova Zanajimskih, a to je kod Kedesa.
καὶ Χαβὲρ ὁ Κιναῖος ἐχωρίσθη ἀπὸ Καινᾶ ἀπὸ τῶν υἱῶν Ἰωβὰβ γαμβροῦ Μωυσῆ καὶ ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἕως δρυὸς πλεονεκτούντων, ἥ ἐστιν ἐχόμενα Κεδές.
I javiše Sisari da je izašao Varak sin Avinejemov na goru Tavor.
καὶ ἀνηγγέλη Σισάρᾳ, ὅτι ἀνέβη Βαρὰκ υἱὸς Ἀβινεὲμ εἰς ὄρος Θαβώρ.
I Sisara skupi sva kola svoja, devet stotina kola gvozdenijeh, i sav narod koji bijaše s njim od Aroseta neznabožačkoga do potoka Kisona.
καὶ ἐκάλεσε Σισάρα πάντα τὰ ἅρματα αὐτοῦ ἐννακόσια ἅρματα σιδηρᾶ, καὶ πάντα τὸν λαὸν τὸν μετ᾿ αὐτοῦ ἀπὸ Ἀρισὼθ τῶν ἐθνῶν εἰς τὸν χειμάρρουν Κισῶν.
Tada reče Devora Varaku: ustani, jer je ovo dan, u koji ti dade Gospod Sisaru u ruke. Ne ide li Gospod pred tobom? I Varak siđe s gore Tavora, i deset tisuća ljudi za njim.
καὶ εἶπε Δεββώρα πρὸς Βαράκ· ἀνάστηθι, ὅτι αὕτη ἡ ἡμέρα, ἐν ᾗ παρέδωκε Κύριος τὸν Σισάρα ἐν τῇ χειρί σου, ὅτι Κύριος ἐξελεύσεται ἔμπροσθέν σου. καὶ κατέβη Βαρὰκ κατὰ τὸ ὄρος Θαβὼρ καὶ δέκα χιλιάδες ἀνδρῶν ὀπίσω αὐτοῦ.
I Gospod smete Sisaru i sva kola njegova i svu vojsku oštrim mačem pred Varakom; i Sisara siđe s kola svojih i pobježe pješice.
καὶ ἐξέστησε Κύριος τὸν Σισάρα καὶ πάντα τὰ ἅρματα αὐτοῦ καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ ἐν στόματι ρομφαίας ἐνώπιον Βαράκ· καὶ κατέβη Σισάρα ἐπάνωθεν τοῦ ἅρματος αὐτοῦ καὶ ἔφυγε τοῖς ποσὶν αὐτοῦ.
A Varak potjera kola i vojsku do Aroseta neznabožačkoga; i pade sva vojska Sisarina od oštroga mača, ne osta nijedan.
καὶ Βαρὰκ διώκων ὀπίσω τῶν ἁρμάτων καὶ ὀπίσω τῆς παρεμβολῆς ἕως Ἀρισὼθ τῶν ἐθνῶν· καὶ ἔπεσε πᾶσα παρεμβολὴ Σισάρα ἐν στόματι ρομφαίας, οὐ κατελείφθη ἕως ἑνός.
A Sisara uteče pješice do šatora Jailje žene Evera Kenejina; jer bijaše mir među Javinom carem Asorskim i domom Evera Kenejina.
καὶ Σισάρα ἔφυγε τοῖς ποσὶν αὐτοῦ εἰς σκηνὴν Ἰαὴλ γυναικὸς Χαβὲρ ἑταίρου τοῦ Κιναίου, ὅτι εἰρήνη ἦν ἀναμέσον Ἰαβὶν βασιλέως Ἀσὼρ καὶ ἀναμέσον τοῦ οἴκου Χαβὲρ τοῦ Κιναίου.
I izide Jailja na susret Sisari, i reče mu: skloni se, gospodaru, skloni se kod mene; ne boj se. I on se skloni kod nje u šator, i ona ga pokri pokrivačem.
καὶ ἐξῆλθεν Ἰαὴλ εἰς συνάντησιν Σισάρα καὶ εἶπεν αὐτῷ· ἔκκλινον, κύριέ μου, ἔκλινον πρός με, μὴ φοβοῦ· καὶ ἐξέκλινε πρὸς αὐτὴν εἰς τὴν σκηνήν. καὶ περιέβαλεν αὐτὸν ἐπιβολαίῳ.
A on joj reče: daj mi malo vode da se napijem, jer sam žedan. A ona otvori mijeh mlijeka i napoji ga, pa ga pokri.
καὶ εἶπε Σισάρα πρὸς αὐτήν· πότισόν με δὴ μικρὸν ὕδωρ, ὅτι ἐδίψησα· καὶ ἤνοιξε τὸν ἀσκὸν τοῦ γάλακτος, καὶ ἐπότισεν αὐτὸν καὶ περιέβαλεν αὐτόν.
A on joj reče: stoj na vratima od šatora, i ako ko dođe i zapita te i reče: ima li tu ko? reci: nema.
καὶ εἶπε πρὸς αὐτὴν Σισάρα· στῆθι δὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς, καὶ ἔσται ἐὰν ἀνὴρ ἔλθῃ πρός σε καὶ ἐρωτήσῃ σε καὶ εἴπῃ· εἰ ἔστιν ὧδε ἀνήρ; καὶ ἐρεῖς· οὐκ ἔστι.
Tada Jailja žena Everova uze kolac od šatora, i uze malj u ruku, i pristupi k njemu polako, i satjera mu kolac kroz slijepe oči, te prođe u zemlju, kad spavaše tvrdo umoran, i umrije.
καὶ ἔλαβεν Ἰαὴλ γυνὴ Χαβὲρ τὸν πάσσαλον τῆς σκηνῆς καὶ ἔθηκε τὴν σφῦραν ἐν τῇ χειρὶ αὐτῆς καὶ εἰσῆλθε πρὸς αὐτὸν ἐν κρυφῇ καὶ ἔπηξε τὸν πάσσαλον ἐν τῷ κροτάφῳ αὐτοῦ, καὶ διεξῆλθεν ἐν τῇ γῇ· καὶ αὐτὸς ἐξεστὼς ἐσκοτώθη καὶ ἀπέθανε.
I gle, Varak tjeraše Sisaru, i Jailja mu izide na susret, i reče mu: hodi da ti pokažem čovjeka kojega tražiš. I uđe k njoj, i gle, Sisara ležaše mrtav, i kolac mu u slijepijem očima.
καὶ ἰδοὺ Βαρὰκ διώκων τὸν Σισάρα, καὶ ἐξῆλθεν Ἰαὴλ εἰς συνάντησιν αὐτῷ καὶ εἶπεν αὐτῷ· δεῦρο καὶ δείξω σοι τὸν ἄνδρα, ὃν σὺ ζητεῖς. καὶ εἰσῆλθε πρὸς αὐτήν, καὶ ἰδοὺ Σισάρα ἐρριμμένος νεκρὸς καὶ ὁ πάσσαλος ἐν τῷ κροτάφῳ αὐτοῦ.
Tako pokori Bog u onaj dan Javina cara Hananskoga pred sinovima Izrailjevijem.
καὶ ἐτρόπωσεν ὁ Θεὸς τὸν Ἰαβὶν βασιλέα Χαναὰν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔμπροσθεν τῶν υἱῶν Ἰσραήλ.
I ruka sinova Izrailjevijeh bivaše sve teža Javinu caru Hananskom, dokle ne istrijebiše Javina cara Hananskoga.
καὶ ἐπορεύετο χεὶρ τῶν υἱῶν Ἰσραὴλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ Ἰαβὶν βασιλέα Χαναάν, ἕως οὗ ἐξωλόθρευσαν τὸν Ἰαβὶν βασιλέα Χαναάν.