Stari zavet
Teško gradu odmetničkom i oskvrnjenom, nasilničkom!
Ω ἡ ἐπιφανὴς καὶ ἀπολελυτρωμένη, ἡ πόλις ἡ περιστερά·
Ne sluša glasa, ne prima nauka, ne uzda se u Gospoda, ne pristupa k Bogu svojemu.
οὐκ εἰσήκουσε φωνῆς, οὐκ ἐδέξατο παιδείαν, ἐπὶ τῷ Κυρίῳ οὐκ ἐπεποίθει καὶ πρὸς τὸν Θεὸν αὐτῆς οὐκ ἤγγισεν.
Knezovi su mu u njemu lavovi koji riču; sudije su mu vuci večernji, koji ne glođu kosti do jutra.
οἱ ἄρχοντες αὐτῆς ἐν αὐτῇ ὡς λέοντες ὠρυόμενοι· οἱ κριταὶ αὐτῆς ὡς λύκοι τῆς Ἀραβίας, οὐχ ὑπελίποντο εἰς τὸ πρωΐ·
Proroci su mu hvališe, varalice; sveštenici njegovi skvrne svetinju, izvrću zakon.
οἱ προφῆται αὐτῆς πνευματοφόροι, ἄνδρες καταφρονηταί· ἱερεῖς αὐτῆς βεβηλοῦσι τὰ ἅγια καὶ ἀσεβοῦσι νόμον·
Gospod je pravedan usred njega, ne čini nepravde, svako jutro iznosi sud svoj na vidjelo, ne izostaje, ali bezbožnik ne zna za stid.
ὁ δὲ Κύριος δίκαιος ἐν μέσῳ αὐτῆς καὶ οὐ μὴ ποιήσῃ ἄδικον· πρωΐ πρωΐ δώσει κρίμα αὐτοῦ εἰς φῶς καὶ οὐκ ἀπεκρύβη καὶ οὐκ ἔγνω ἀδικίαν ἐν ἀπαιτήσει καὶ οὐκ εἰς νεῖκος ἀδικίαν.
Istrijebih narode, kule im se razoriše, ulice im opustih, te niko ne prolazi; gradovi im se raskopaše, da nema nikoga, nema stanovnika.
ἐν διαφθορᾷ κατέσπασα ὑπερηφάνους, ἠφανίσθησαν γωνίαι αὐτῶν· ἐξερημώσω τὰς ὁδοὺς αὐτῶν τὸ παράπαν τοῦ μὴ διοδεύειν· ἐξέλιπον αἱ πόλεις αὐτῶν παρὰ τὸ μηδένα ὑπάρχειν μηδὲ κατοικεῖν.
Rekoh: pobojaćeš me se, primićeš nauk; neće mu se zatrti stan ničim su čim bih ga pohodio; ali oni uraniše te pokvariše sva djela svoja.
εἶπα· πλὴν φοβεῖσθέ με καὶ δέξασθε παιδείαν, καὶ οὐ μὴ ἐξολοθρευθῆτε ἐξ ὀφθαλμῶν αὐτῆς, πάντα ὅσα ἐξεδίκησα ἐπ᾿ αὐτήν· ἑτοιμάζου, ὄρθρισον, ἔφθαρται πᾶσα ἡ ἐπιφυλλὶς αὐτῶν.
Zato čekajte me, govori Gospod, do dana kad ću se podignuti na plijen; jer je sud moj da saberem narode i pokupim carstva, da izlijem na njih gnjev svoj, svu žestinu jarosti svoje, jer će oganj revnosti moje proždrijeti svu zemlju.
Διὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον· διότι τὸ κρίμα μου εἰς συναγωγὰς ἐθνῶν τοῦ εἰσδέξασθαι βασιλεῖς, τοῦ ἐκχέαι ἐπ᾿ αὐτοὺς πᾶσαν ὀργὴν θυμοῦ μου· διότι ἐν πυρὶ ζήλου μου καταναλωθήσεται πᾶσα ἡ γῆ.
Jer ću tada promijeniti narodima usne, te će biti čiste, da bi svi prizivali ime Gospodnje i služili mu složnijem ramenima.
ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰν αὐτῆς τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα Κυρίου τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα.
Ispreko rijeka Huskih koji se meni mole, rasijani moji, donijeće mi dare.
ἐκ περάτων ποταμῶν Αἰθιοπίας προσδέξομαι ἐν διεσπαρμένοις μου, οἴσουσι θυσίας μοι.
Tada se nećeš više stidjeti nijednoga svojih djela, kojima si mi zgriješio; jer ću onda uzeti iz tebe one koji se hvale slavom tvojom, i nećeš se više veličati na svetoj gori mojoj.
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐ μὴ καταισχυνθῇς ἐκ πάντων τῶν ἐπιτηδευμάτων σου, ὧν ἠσέβησας εἰς ἐμέ· ὅτι τότε περιελῶ ἀπὸ σοῦ τὰ φαυλίσματα τῆς ὕβρεώς σου, καὶ οὐκέτι μὴ προσθῇς τοῦ μεγαλαυχῆσαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου.
I ostaviću u tebi narod nevoljan i siromašan, i oni će se uzdati u ime Gospodnje.
καὶ ὑπολείψομαι ἐν σοὶ λαὸν πρᾳυ±ν καὶ ταπεινόν, καὶ εὐλαβηθήσονται ἀπὸ τοῦ ὀνόματος Κυρίου
Ostatak Izrailjev neće činiti bezakonja niti će govoriti laži, niti će se naći u ustima njihovijem jezik prijevaran; nego će pasti i ležati i neće biti nikoga da ih plaši.
Pjevaj, kćeri Sionska; klikuj, Izrailju; raduj se i veseli se iz svega srca, kćeri Jerusalimska!
Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ· εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου, θύγατερ Ἱερουσαλήμ.
Ukloni Gospod sudove tvoje, odvrati neprijatelje tvoje; car Izrailjev Gospod usred tebe je, nećeš se više bojati zla.
περιεῖλε Κύριος τὰ ἀδικήματά σου, λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου· βασιλεὺς Ἰσραὴλ Κύριος ἐν μέσῳ σου, οὐκ ὄψῃ κακὰ οὐκέτι.
U onaj dan reći će se gradu Jerusalimu: ne boj se; Sionu: nemoj da ti klonu ruke.
ἐν τῷ καιρῷ ἐκείνῳ ἐρεῖ Κύριος τῇ Ἱερουσαλήμ· θάρσει, Σιών, μὴ παρείσθωσαν αἱ χεῖρές σου·
Gospod Bog tvoj, koji je usred tebe, silni, spašće te; radovaće ti se veoma, umiriće se u ljubavi svojoj, veseliće se tebe radi pjevajući.
Κύριος ὁ Θεός σου ἐν σοί, δύνατὸς σώσει σε, ἐπάξει ἐπὶ σὲ εὐφροσύνην καὶ καινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ καὶ εὐφρανθήσεται ἐπὶ σὲ ἐν τέρψει ὡς ἐν ἡμέρᾳ ἑορτῆς.
Koji tuže za praznicima, sabraću ih, koji su iz tebe, radi teške sramote koja je na tebi.
καὶ συνάξω τοὺς συντετριμμένους σου. οὐαί, τίς ἔλαβεν ἐπ᾿ αὐτὴν ὀνειδισμόν;
Gle, uništiću u ono vrijeme sve koji te muče, i izbaviću hrome i sabrati odagnane, i dobaviću im hvalu i slavu po svoj zemlji, gdje su bili pod sramotom.
ἰδοὺ ἐγὼ ποιῶ ἐν σοὶ ἕνεκέν σου ἐν τῷ καιρῷ ἐκείνῳ, λέγει Κύριος, καὶ σώσω τὴν ἐκπεπιεσμένην, καὶ τὴν ἀπωσμένην εἰσδέξομαι, καὶ θήσομαι αὐτοὺς εἰς καύχημα καὶ ὀνομαστοὺς ἐν πάσῃ τῇ γῇ.
U ono vrijeme dovešću vas, u ono vrijeme sabraću vas; jer ću vam dobaviti slavu i hvalu po svijem narodima na zemlji, kad povratim roblje vaše pred vašim očima, govori Gospod.
καὶ καταισχυνθήσονται ἐν τῷ καιρῷ ἐκείνῳ, ὅταν καλῶς ὑμῖν ποιήσω, καὶ ἐν τῷ καιρῷ, ὅταν εἰσδέξωμαι ὑμᾶς· διότι δώσω ὑμᾶς ὀνομαστοὺς καὶ εἰς καύχημα ἐν πᾶσι τοῖς λαοῖς τῆς γῆς ἐν τῷ ἐπιστρέφειν με τήν αἰχμαλωσίαν ὑμῶν ἐνώπιον ὑμῶν, λέγει Κύριος.