Stari zavet
Žene dobre blažen je muž i broj dana njegovih je dvostruk.
ΓΥΝΑΙΚΟΣ ἀγαθῆς μακάριος ὁ ἀνήρ, καὶ ἀριθμὸς τῶν ἡμερῶν αὐτοῦ διπλάσιος.
Žena hrabra raduje muža svoga i godine njegove ispuniće mirom.
γυνὴ ἀνδρεία εὐφραίνει τὸν ἄνδρα αὐτῆς, καὶ τὰ ἔτη αὐτοῦ πληρώσει ἐν εἰρήνῃ.
Žena dobra udio je dobar, dijelu onih koji se boje Gospoda biće data;
γυνὴ ἀγαθὴ μερὶς ἀγαθή, ἐν μερίδι φοβουμένων Κύριον δοθήσεται.
Bogatog i ubogog srce dobro - u svako vrijeme lice svijetlo.
πλουσίου δὲ καὶ πτωχοῦ καρδία ἀγαθή, ἐν παντὶ καιρῷ πρόσωπον ἱλαρόν.
Od troje uplaši se srce moje i od lica četvrtog prestraši se: gradskog ogovaranja i sabranja gomile i oblagivanja, sve je to od smrti tegobnije,
ἀπὸ τριῶν εὐλαβήθη ἡ καρδία μου, καὶ ἐπὶ τῷ τετάρτῳ προσώπῳ ἐδεήθην· διαβολὴν πόλεως, καὶ ἐκκλησίαν ὄχλου, καὶ καταψευσμόν, ὑπὲρ θάνατον πάντα μοχθηρά.
Bol srca i tuga je žena zavidna ženi i praznoslovlje (njenog) jezika koji sa svima opšti.
ἄλγος καρδίας καὶ πένθος γυνὴ ἀντίζηλος ἐπὶ γυναικὶ καὶ μάστιξ γλώσσης πᾶσιν ἐπικοινωνοῦσα.
Volovski jaram rasklimani je zla žena; ko se nje drži, liči na onog koji hvata škorpiju.
βοοζύγιον σαλευόμενον γυνὴ πονηρά, ὁ κρατῶν αὐτῆς ὡς ὁ δρασσόμενος σκορπίου.
Za gnjev je veliki žena pijana, i sramotu svoju neće sakriti.
ὀργὴ μεγάλη γυνὴ μέθυσος καὶ ἀσχημοσύνην αὐτῆς οὐ συγκαλύψει.
Blud ženski u namigivanju očiju i vjeđama njenim prepoznati će se.
πορνεία γυναικὸς ἐν μετεωρισμοῖς ὀφθαλμῶν καὶ ἐν τοῖς βλεφάροις αὐτῆς γνωσθήσεται.
Nad ćerkom bestidnom pojačaj nadzor da ne bi ona, našavši popustljivost, samu sebe zloupotrijebila.
ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακήν, ἵνα μὴ εὑροῦσα ἄνεσιν ἑαυτῇ χρήσηται.
Od bestidnog oka čuvaj se, i ne čudi se ako ti sagriješi.
ὀπίσω ἀναιδοῦς ὀφθαλμοῦ φύλαξαι, καὶ μὴ θαυμάσῃς ἐὰν εἰς σὲ πλημμελήσῃ·
Kao što žedni putnik usta otvori i od svake vode što mu je na dohvat pije, tako i ona naspram svakog stuba će sjesti i naspram strijele otvoriće tulac (svoj).
ὡς διψῶν ὁδοιπόρος τὸ στόμα ἀνοίξει, καὶ ἀπὸ παντὸς ὕδατος τοῦ σύνεγγυς πίεται, κατέναντι παντὸς πασσάλου καθήσεται καὶ ἔναντι βέλους ἀνοίξει φαρέτραν.
Milota ženina raduje muža njenog, i kosti njegove grije vještina njena.
χάρις γυναικὸς τέρψει τὸν ἄνδρα αὐτῆς, καὶ τὰ ὀστᾶ αὐτοῦ πιανεῖ ἡ ἐπιστήμη αὐτῆς.
Davanje Gospodnje je žena ćutljiva i nema zamjene za dušu vaspitanu;
δόσις Κυρίου γυνὴ σιγηρά, καὶ οὐκ ἔστιν ἀντάλλαγμα πεπαιδευμένης ψυχῆς.
Milost na milost je žena stidljiva, i nema mjere svedostojne duše uzdržljive.
χάρις ἐπὶ χάριτι γυνὴ αἰσχυντηρά, καὶ οὐκ ἔστι σταθμὸς πᾶς ἄξιος ἐγκρατοῦς ψυχῆς.
Kao sunce koje se rađa na visinama Gospodnjim, takva je ljepota dobre žene u krasoti doma njenog;
ἥλιος ἀνατέλλων ἐν ὑψίστοις Κυρίου καὶ κάλλος ἀγαθῆς γυναικὸς ἐν κόσμῳ οἰκίας αὐτῆς.
Kao svjetilnik koji sjaji na svijećnjaku, takva je ljepota lica (njenog) u zrelom uzrastu.
λύχνος ἐκλάμπων ἐπὶ λυχνίας ἁγίας καὶ κάλλος προσώπου ἐπὶ ἡλικίᾳ στασίμῃ.
Kao stubovi zlatni na postolju srebrnom, takve su divne noge (njene) na stamenim petama.
στύλοι χρύσεοι ἐπὶ βάσεως ἀργυρᾶς καὶ πόδες ὡραῖοι ἐπὶ στέρνοις εὐσταθοῦς. [19 Τέκνον, ἀκμὴν ἡλικίας σου συντήρησον ὑγιῆ, καὶ μὴ δῷς ἀλλοτρίοις τὴν ἰσχύν σου.
[Čedo, zrele godine svoje sačuvaj zdravim i ne daj drugima snagu svoju.
Potraživši u svakom polju plodonosan udio, sij sopstveno sjeme uzdajući se u blagorodstvo svoje.
ἀναζητήσας παντὸς πεδίου εὔγειον κλῆρον σπεῖρε τὰ ἴδια σπέρματα πεποιθὼς τῇ εὐγενείᾳ σου·
Tako će porod tvoj oko tebe (sabran) i smjelost blagorodnu imajući, uzrastati.
οὕτως τὰ γενήματά σου περιόντα καὶ παρρησίαν εὐγενείας ἔχοντα μεγαλυνοῦσι.
Žena iznajmljena ravna je svinjskom salu, a udata - stub protiv smrti biće onima koji je upotrebljavaju.
γυνὴ μισθία ἴση σιάλῳ λογισθήσεται, ὕπανδρος δὲ πύργος θανάτου τοῖς χρωμένοις λογισθήσεται.
Žena neblagočestiva biće data u dio bezakoniku, a blagočestiva biće data onima koji se boje Gospoda.
γυνὴ ἀσεβὴς ἀνόμῳ μερὶς δοθήσεται, εὐσεβὴς δὲ δίδοται τῷ φοβουμένῳ τὸν Κύριον.
Žena bezobrazna, beščašće će doživjeti, a ćerka blagoobrazna, i muža će preobraziti.
γυνὴ ἀσχήμων ἀτιμίαν κατατρίψει, θυγάτηρ δὲ εὐσχήμων καὶ τὸν ἄνδρα ἐντραπήσεται.
Na ženu bestidnu kao na psa se gleda, ona pak koja ima stida, bojaće se Gospoda.
γυνὴ ἀδιάτρεπτος ὡς κύων λογισθήσεται, ἡ δὲ ἔχουσα αἰσχύνην τὸν Κύριον φοβηθήσεται.
Žena koja svoga muža poštuje, svima će se pokazati mudra, a koja ga sramoti u gordosti, nečasnom će je svi smatrati.
γυνὴ ἄνδρα ἴδιον τιμῶσα σοφὴ πᾶσι φανήσεται, ἀτιμάζουσα δὲ ἐν ὑπερηφανίᾳ ἀσεβὴς πᾶσι γνωσθήσεται. γυναικὸς ἀγαθῆς μακάριος ὁ ἀνήρ, ὁ γὰρ ἀριθμὸς τῶν ἐτῶν αὐτοῦ διπλάσιος ἔσται.
Žena koja glasno viče i koja je jezičava, liči na ratnu trubu koja (poziva) na bjekstvo, a duša svakog čovjeka koja se tome prilagođava (poput) ratnog rasula će se ispuniti.]
γυνὴ μεγαλόφωνος καὶ γλωσσώδης ὡς σάλπιγξ πολέμων εἰς τροπὴν θεωρηθήσεται, ἀνθρώπου δὲ παντὸς ψυχὴ ὁμοιότροπος τούτοις, πολέμου ἀκαταστασίαις τὴν ψυχὴν διαιτηθήσεται].
Na dvije stvari se ožalostila duša moja, i na treću sam se razgnjevio: čovjek ratnik, koji trpi zbog siromaštva i ljudi razumni, ako ih ponize; i onaj koji se povraća od pravde u grijeh, Gospod toga priprema da stavi pod mač.
Ἐπὶ δυσὶ λελύπηται ἡ καρδία μου, καὶ ἐπὶ τῷ τρίτῳ θυμός μοι ἐπῆλθεν· ἀνὴρ πολεμιστὴς ὑστερῶν δι᾿ ἔνδειαν, καὶ ἄνδρες συνετοὶ ἐὰν σκυβαλισθῶσιν, ἐπανάγων ἀπὸ δικαιοσύνης ἐπὶ ἁμαρτίαν· ὁ Κύριος ἑτοιμάσει εἰς ρομφαίαν αὐτόν.
Teško će se izbaviti trgovac od sagrješenja i neće se opravdati izrabljivač za grijeh (svoj).
Μόλις ἐξελεῖται ἔμπορος ἀπὸ πλημμελείας, καὶ οὐ δικαιωθήσεται κάπηλος ἀπὸ ἁμαρτίας.