Stari zavet
Čedo, sagriješio si? Ne pridodaji više (grijeha), i o tvojim ranijim moli se.
ΤΕΚΝΟΝ, ἥμαρτες, μὴ προσθῇς μηκέτι καὶ περὶ τῶν προτέρων σου δεήθητι.
Kao od zmije, bježi od grijeha, jer ako joj priđeš, uješće te; zubi lavovi zubi su njegovi koji ubijaju ljudske duše.
ὡς ἀπὸ προσώπου ὄφεως φεῦγε ἀπὸ ἁμαρτίας, ἐὰν γὰρ προσέλθῃς, δήξεταί σε· ὀδόντες λέοντος οἱ ὀδόντες αὐτῆς ἀναιροῦντες ψυχὰς ἀνθρώπων.
Kao mač dvosjekli svako je bezakonje, za ranu njegovu nema lijeka.
ὡς ρομφαία δίστομος πᾶσα ἀνομία, τῇ πληγῇ αὐτῆς οὐκ ἔστιν ἴασις.
Nasilje i nadmenost će opustošiti bogatstvo, tako će i dom gordog zapustjeti.
καταπληγμὸς καὶ ὕβρις ἐρημώσουσι πλοῦτον· οὕτως οἶκος ὑπερηφάνου ἐρημωθήσεται.
Moljenje siromašnog od usta (ide) do ušiju (gordog), i osuda njegova brzo dolazi.
δέησις πτωχοῦ ἐκ στόματος ἕως ὠτίων αὐτοῦ, καὶ τὸ κρίμα αὐτοῦ κατὰ σπουδὴν ἔρχεται.
Ko mrzi prekor, ide stopama grješnika, a koji se boji Gospoda, obratiće se srcem.
μισῶν ἐλεγμὸν ἐν ἴχνει ἁμαρτωλοῦ, καὶ ὁ φοβούμενος Κύριον ἐπιστρέψει ἐν καρδίᾳ.
Poznat je izdaleka silni jezikom, a umni (čovjek) znade kad se okliznuo.
γνωστὸς μακρόθεν ὁ δυνατὸς ἐν γλώσσῃ, ὁ δὲ νοήμων οἶδεν ἐν τῷ ὀλισθαίνειν αὐτόν.
Ko gradi dom svoj tuđim novcem, liči na onoga koji sabira kamenje za zimu.
ὁ οἰκοδομῶν τὴν οἰκίαν αὐτοῦ ἐν χρήμασιν ἀλλοτρίοις, ὡς ὁ συνάγων αὐτοῦ τοὺς λίθους εἰς χειμῶνα.
Klupko sabrano je zborište bezakonika, i kraj njihov - plamen ognjeni.
στυππεῖον συνηγμένον συναγωγὴ ἀνόμων, καὶ ἡ συντέλεια αὐτῶν φλὸξ πυρός.
Put grješnika uglačan je kamenjem, i na kraju njegovom - bezdan ada.
ὁδὸς ἁμαρτωλῶν ὡμαλισμένη ἐκ λίθων, καὶ ἐπ᾿ ἐσχάτῳ αὐτῆς βόθρος ᾅδου.
Ko čuva Zakon, vlada svojim pomislima, i kraj straha Gospodnjeg jeste premudrost.
Ὁ φυλάσσων νόμον κατακρατεῖ τοῦ ἐννοήματος αὐτοῦ, καὶ συντέλεια τοῦ φόβου Κυρίου σοφία.
Neće se naučiti onaj koji nije umješan, a postoji umjetnost koja umnožava gorčinu.
οὐ παιδευθήσεται ὃς οὐκ ἔστι πανοῦργος· ἔστι πανουργία πληθύνουσα πικρίαν.
Znanje mudrog umnožava se kao poplava, i savjet njegov kao izvor života.
γνῶσις σοφοῦ ὡς κατακλυσμὸς πληθυνθήσεται καὶ ἡ βουλὴ αὐτοῦ ὡς πηγὴ ζωῆς.
Unutrašnjost ludog kao sasud je smrvljeni i nijedno znanje neće moći zadržati.
ἔγκατα μωροῦ ὡς ἀγγεῖον συντετριμμένον καὶ πᾶσαν γνῶσιν οὐ κρατήσει.
Riječ mudru ako čuje naučnik, hvaliće je i pridodaće joj. Ču je rasipnik, i ne dopade mu se, i odbaci je iza leđa svojih.
λόγον σοφὸν ἐὰν ἀκούσῃ ἐπιστήμων, αἰνέσει αὐτὸν καὶ ἐπ᾿ αὐτὸν προσθήσει· ἤκουσεν ὁ σπαταλῶν καὶ ἀπήρεσεν αὐτῷ, καὶ ἀπέστρεψεν αὐτὸν ὀπίσω τοῦ νώτου αὐτοῦ.
Objašnjenje ludog kao breme je na putu, a na usnama razboritog naći će se blagodat.
ἐξήγησις μωροῦ ὡς ἐν ὁδῷ φορτίον, ἐπὶ δὲ χείλους συνετοῦ εὑρεθήσεται χάρις.
Usta razumnog tražiće se na sabranju, i riječi njegove razumjeće se srcem.
στόμα φρονίμου ζητηθήσεται ἐν ἐκκλησίᾳ, καὶ τοὺς λόγους αὐτοῦ διανοηθήσονται ἐν καρδίᾳ.
Kao dom razoren, takva je ludome premudrost, i znanje za nerazumnog - besmislene riječi.
ὡς οἶκος ἠφανισμένος οὕτως μωρῷ σοφία, καὶ γνῶσις ἀσυνέτου ἀδιεξέταστοι λόγοι.
Kao okovi na nogama za bezumnog je učenje, i kao ručni okovi na desnoj ruci.
πέδαι ἐν ποσὶν ἀνοήτοις παιδεία καὶ ὡς χειροπέδαι ἐπὶ χειρὸς δεξιᾶς.
Ludi u smijehu podiže glas svoj, a muž iskusan jedva se tiho osmjehuje.
μωρὸς ἐν γέλωτι ἀνυψοῖ φωνὴν αὐτοῦ, ἀνὴρ δὲ πανοῦργος μόλις ἡσυχῇ μειδιάσει.
Kao ukras zlatni za razumnog je učenje, i kao narukvica na desnoj ruci njegovoj.
ὡς κόσμος χρυσοῦ φρονίμῳ παιδεία καὶ ὡς χλιδὼν ἐπὶ βραχίονι δεξιῷ.
Noga ludog hita u dom (tuđi), a čovjek mnogoiskusan zastidjeće se od ljudi.
ποὺς μωροῦ ταχὺς εἰς οἰκίαν, ἄνθρωπος δὲ πολύπειρος αἰσχυνθήσεται ἀπὸ προσώπου.
Bezumni s vrata proviruje u kuću, a muž vaspitan stajaće vani.
ἄφρων ἀπὸ θύρας παρακύπτει εἰς οἰκίαν, ἀνὴρ δὲ πεπαιδευμένος ἔξω στήσεται.
Nevaspitanje čovjekovo je prisluškivanje kod vrata, a razuman je ogorčen takvim beščašćem.
ἀπαιδευσία ἀνθρώπου ἀκροᾶσθαι παρὰ θύραν, ὁ δὲ φρόνιμος βαρυνθήσεται ἀτιμίᾳ.
Usne otuđenih time se opterećuju, a riječi razumnih na vagu se stavljaju.
χείλη ἀλλοτρίων ἐν τούτοις βαρυνθήσεται, λόγοι δὲ φρονίμων ἐν ζυγῷ σταθήσονται.
U ustima ludih srce je njihovo, a srce mudrih usta su njihova.
ἐν στόματι μωρῶν ἡ καρδία αὐτῶν, καρδία δὲ σοφῶν στόμα αὐτῶν.
Kad nečastivi proklinje satanu, on proklinje svoju dušu.
ἐν τῷ καταρᾶσθαι ἀσεβῆ τὸν σατανᾶν αὐτὸς καταρᾶται τὴν ἑαυτοῦ ψυχήν.
Skvrnavi svoju dušu došaptač, i gdje god živio biva omrznut.
μολύνει τὴν ἑαυτοῦ ψυχὴν ὁ ψιθυρίζων καὶ ἐν παροικήσει μισηθήσεται.