Stari zavet
A Voz izide na vrata gradska, i sjede ondje. I gle, naiđe onaj osvetnik, za kojega Voz govoraše, i reče mu Voz: hodi ovamo, sjedi ovdje. I on dođe i sjede.
ΚΑΙ Βοὸζ ἀνέβη ἐπὶ τὴν πύλην, καὶ ἐκάθισεν ἐκεῖ, καὶ ἰδοὺ ὁ ἀγχιστεὺς παρεπορεύετο, ὃν ἐλάλησε Βοόζ. καὶ εἶπε πρὸς αὐτὸν Βοόζ· ἐκκλίνας κάθισον ὧδε, κρύφιε. καὶ ἐξέκλινε καὶ ἐκάθισε.
Potom uze Voz deset ljudi između starješina gradskih i reče: posjedajte ovdje. I posjedaše.
καὶ ἔλαβε Βοὸζ δέκα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τῆς πόλεως καὶ εἶπε· καθίσατε ὧδε· καὶ ἐκάθισαν.
Tada reče onomu osvetniku: njivu koja je bila brata našega Elimeleha prodala je Nojemina, koja se vratila iz zemlje Moavske.
καὶ εἶπε Βοὸζ τῷ ἀγχιστεῖ· τὴν μερίδα τοῦ ἀγροῦ, ἥ ἐστι τοῦ ἀδελφοῦ ἡμῶν τοῦ Ἐλιμέλεχ, ἣ δέδοται Νωεμὶν τῇ ἐπιστρεφούσῃ ἐξ ἀγροῦ Μωάβ,
Zato rekoh: da javim tebi, i kažem ti: uzmi njivu pred ovima što sjede ovdje i pred starješinama naroda mojega; ako ćeš otkupiti, otkupi; ako li nećeš otkupiti, kaži mi da znam; jer osim tebe nema drugoga koji bi otkupio, a poslije tebe idem ja. A on reče: ja ću otkupiti.
κἀγὼ εἶπα· ἀποκαλύψω τὸ οὖς σου λέγων· κτῆσαι ἐναντίον τῶν καθημένων καὶ ἐναντίον τῶν πρεσβυτέρων τοῦ λαοῦ μου· εἰ ἀγχιστεύεις, ἀγχίστευε· εἰ δὲ μὴ ἀγχιστεύεις, ἀνάγγειλόν μοι καὶ γνώσομαι· ὅτι οὐκ ἔστι πάρεξ σοῦ τοῦ ἀγχιστεῦσαι, κἀγώ εἰμι μετὰ σέ. ὁ δὲ εἶπεν· ἐγώ εἰμι, ἀγχιστεύσω.
A Voz reče: u koji dan uzmeš njivu iz ruke Nojeminine, treba da uzmeš i Rutu Moavku ženu umrloga, da podigneš ime umrlomu u našljedstvu njegovu.
καὶ εἶπε Βοόζ· ἐν ἡμέρᾳ τοῦ κτήσασθαί σε τὸν ἀγρὸν ἐκ χειρὸς Νωεμὶν καὶ παρὰ Ροὺθ τῆς Μωαβίτιδος γυναικὸς τοῦ τεθνηκότος, καὶ αὐτὴν κτήσασθαί σε δεῖ ὥστε ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ.
Tada reče onaj osvetnik: ne mogu otkupiti, da ne raspem svojega našljedstva; otkupi ti što bi trebalo da ja otkupim, jer ja ne mogu otkupiti.
καὶ εἶπεν ὁ ἀγχιστεύς· οὐ δυνήσομαι ἀγχιστεῦσαι ἐμαυτῷ, μή ποτε διαφθείρω τὴν κληρονομίαν μου· ἀγχίστευσον σεαυτῷ τὴν ἀγχιστείαν μου, ὅτι οὐ δυνήσομαι ἀγχιστεῦσαι.
A bijaše od starine običaj u Izrailju o otkupljivanju i promijenjivanju, da bi svaka stvar bila tvrda, da jedan izuje obuću svoju i da drugomu, i to bijaše svedodžba u Izrailju.
καὶ τοῦτο τὸ δικαίωμα ἔμπροσθεν ἐν τῷ Ἰσραὴλ ἐπὶ τὴν ἀγχιστείαν καὶ ἐπὶ τὸ ἀντάλλαγμα τοῦ στῆσαι πάντα λόγον, καὶ ὑπελύετο ἀνὴρ τὸ ὑπόδημα αὐτοῦ καὶ ἐδίδου τῷ πλησίον αὐτοῦ τῷ ἀγχιστεύοντι τὴν ἀγχιστείαν αὐτοῦ, καὶ τοῦτο ἦν μαρτύριον ἐν Ἰσραήλ.
Kad dakle onaj osvetnik reče Vozu: uzmi ti, izu obuću svoju.
καὶ εἶπεν ὁ ἀγχιστεὺς τῷ Βοόζ· κτῆσαι σεαυτῷ τὴν ἀγχιστείαν μου· καὶ ὑπελύσατο τὸ ὑπόδημα αὐτοῦ καὶ ἔδωκεν αὐτῷ.
A Voz reče starješinama i svemu narodu: vi ste svjedoci danas da sam otkupio iz ruke Nojeminine što je god bilo Elimelehovo i što je god bilo Heleonovo i Malonovo;
καὶ εἶπε Βοὸζ τοῖς πρεσβυτέροις καὶ παντὶ τῷ λαῷ· μάρτυρες ὑμεῖς σήμερον, ὅτι κέκτημαι πάντα τὰ τοῦ Ἐλιμέλεχ καὶ πάντα, ὅσα ὑπάρχει τῷ Χελαιὼν καὶ τῷ Μααλὼν ἐκ χειρὸς Νωεμίν·
I da sam uzeo za ženu Rutu Moavku ženu Malonovu da podignem ime umrlomu u našljedstvu njegovu, da ne bi poginulo ime umrlomu među braćom njegovom i u mjestu njegovu; vi ste svjedoci danas.
καί γε Ροὺθ τὴν Μωαβῖτιν τὴν γυναῖκα Μααλὼν κέκτημαι ἐμαυτῷ εἰς γυναῖκα τοῦ ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ, καὶ οὐκ ἐξολοθρευθήσεται τὸ ὄνομα τοῦ τεθνηκότος ἐκ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἐκ τῆς φυλῆς λαοῦ αὐτοῦ· μάρτυρες ὑμεῖς σήμερον.
I sav narod koji bijaše na vratima gradskim i starješine rekoše: svjedoci smo; da da Gospod da žena koja dolazi u dom tvoj bude kao Rahilja i Lija, koje obje sazidaše dom Izrailjev; bogati se u Efrati, i proslavi ime svoje u Vitlejemu!
καὶ εἴποσαν πᾶς ὁ λαὸς οἱ ἐν τῇ πύλῃ· μάρτυρες. καὶ οἱ πρεσβύτεροι εἴποσαν· δῴη Κύριος τὴν γυναῖκά σου τὴν εἰσπορευομένην εἰς τὸν οἶκόν σου ὡς Ραχὴλ καὶ ὡς Λείαν, αἳ ᾠκοδόμησαν ἀμφότεροι τὸν οἶκον τοῦ Ἰσραὴλ καὶ ἐποίησαν δύναμιν ἐν Ἐφραθά, καὶ ἔσται ὄνομα ἐν Βηθλεέμ·
I od sjemena koje ti Gospod da od te žene, da postane dom tvoj kao dom Faresa kojega rodi Tamara Judi.
καὶ γένοιτο ὁ οἶκός σου ὡς ὁ οἶκος Φαρές, ὃν ἔτεκε Θάμαρ τῷ Ἰούδᾳ, ἐκ τοῦ σπέρματος οὗ δώσει Κύριός σοι ἐκ τῆς παιδίσκης ταύτης.
I tako uze Voz Rutu i bi mu žena, i on leže s njom, i Gospod joj dade te zatrudnje, i rodi sina.
καὶ ἔλαβε Βοὸζ τὴν Ρούθ, καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα, καὶ εἰσῆλθε πρὸς αὐτήν, καὶ ἔδωκεν αὐτῇ Κύριος κύησιν, καὶ ἔτεκεν υἱόν.
I rekoše žene Nojemini: da je blagosloven Gospod koji te nije ostavio danas bez osvetnika, da se ime njegovo slavi u Izrailju!
καὶ εἶπαν αἱ γυναῖκες πρὸς Νωεμίν· εὐλογητὸς Κύριος, ὃς οὐ κατέλυσέ σοι σήμερον τὸν ἀγχιστέα, καὶ καλέσαι τὸ ὄνομά σου ἐν Ἰσραήλ,
On će ti utješiti dušu i biće potpora starosti tvojoj, jer ga rodi snaha tvoja koja te ljubi i koja ti je bolja nego sedam sinova.
καὶ ἔσται σοι εἰς ἐπιστρέφοντα ψυχὴν καὶ τοῦ διαθρέψαι τὴν πολιάν σου, ὅτι ἡ νύμφη ἡ ἀγαπήσασά σε ἔτεκεν αὐτόν, ἥ ἐστιν ἀγαθή σοι ὑπὲρ ἑπτὰ υἱούς.
I uze Nojemina dijete, i metnu ga na krilo svoje, i bješe mu dadilja.
καὶ ἔλαβε Νωεμὶν τὸ παιδίον καὶ ἔθηκεν εἰς τὸν κόλπον αὐτῆς καὶ ἐγενήθη αὐτῷ εἰς τιθηνόν.
I susjede nadješe mu ime govoreći: rodi se sin Nojemini, i prozvaše ga Ovid. On bi otac Jeseja oca Davidova.
καὶ ἐκάλεσαν αὐτοῦ αἱ γείτονες ὄνομα λέγουσαι· ἐτέχθη υἱὸς τῇ Νωεμίν· καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτοῦ Ὠβήδ· οὗτος πατὴρ Ἰεσσαὶ πατρὸς Δαυίδ.
A ovo je pleme Faresovo: Fares rodi Esroma;
καὶ αὗται αἱ γενέσεις Φαρές· Φαρὲς ἐγέννησε τὸν Ἐσρώμ,
A Esrom rodi Arama; a Aram rodi Aminadava;
Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀράν, καὶ Ἀρὰν ἐγέννησε τὸν Ἀμιναδάβ,
A Aminadav rodi Nasona; a Nason rodi Salmona;
καὶ Ἀμιναδὰβ ἐγέννησε τὸν Ναασσών, καὶ Ναασσὼν ἐγέννησε τὸν Σαλμάν,
A Salmon rodi Voza; a Voz rodi Ovida;
καὶ Σαλμὰν ἐγέννησε τὸν Βοόζ, καὶ Βοὸζ ἐγέννησε τὸν Ὠβήδ,
A Ovid rodi Jeseja; a Jesej rodi Davida.
καὶ Ὠβὴδ ἐγέννησε τὸν Ἰεσσαί, καὶ Ἰεσσαὶ ἐγέννησε τὸν Δαυίδ.