Postanje 41

Stari zavet

1

A poslije dvije godine dana usni Faraon, a on stoji na jednoj rijeci.

ΕΓΕΝΕΤΟ δὲ μετὰ δύο ἔτη ἡμερῶν, Φαραὼ εἶδεν ἐνύπνιον· ᾤετο ἑστάναι ἐπὶ τοῦ ποταμοῦ,

0
2

I gle, iz rijeke izađe sedam krava lijepijeh i debelijeh, i stadoše pasti po obali.

καὶ ἰδοὺ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον ἑπτὰ βόες καλαὶ τῷ εἴδει καὶ ἐκλεκταὶ ταῖς σαρξὶ καὶ ἐβόσκοντο ἐν τῷ Ἄχει.

0
3

I gle, iza njih izađe iz rijeke sedam drugih krava, ružnijeh i mršavijeh, i stadoše pored onijeh krava na obali.

ἄλλαι δὲ ἑπτὰ βόες ἀνέβαινον μετὰ ταύτας ἐκ τοῦ ποταμοῦ αἰσχραὶ τῷ εἴδει καὶ λεπταὶ ταῖς σαρξὶ καὶ ἐνέμοντο παρὰ τὰς βόας ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ·

0
4

I ove krave ružne i mršave pojedoše onijeh sedam krava lijepijeh i debelijeh. U tom se probudi Faraon.

καὶ κατέφαγον αἱ ἑπτὰ βόες αἱ αἰσχραὶ καὶ λεπταὶ ταῖς σαρξὶ τὰς ἑπτὰ βόας τὰς καλὰς τῷ εἴδει καὶ τὰς ἐκλεκτὰς ταῖς σαρξί. ἠγέρθη δὲ Φαραώ.

0
5

Pa opet zaspav usni drugom, a to sedam klasova izraste iz jednoga stabla jedrijeh i lijepijeh;

καὶ ἐνυπνιάσθη τὸ δεύτερον, καὶ ἰδοὺ ἑπτὰ στάχυες ἀνέβαινον ἐν τῷ πυθμένι ἑνὶ ἐκλεκτοὶ καὶ καλοί·

0
6

A iza njih isklija sedam klasova malijeh i šturijeh;

καὶ ἰδοὺ ἑπτὰ στάχυες λεπτοὶ καὶ ἀνεμόφθοροι ἀνεφύοντο μετ᾿ αὐτούς·

0
7

Pa ovi klasovi mali pojedoše onijeh sedam velikijeh i jedrijeh. U tom se probudi Faraon i vidje da je san.

καὶ κατέπιον οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι τοὺς ἑπτὰ στάχυας τοὺς ἐκλεκτοὺς καὶ τοὺς πλήρεις. ἠγέρθη δὲ Φαραώ, καὶ ἦν ἐνύπνιον.

0
8

I kad bi ujutru, on se zabrinu u duhu, i poslav sazva sve gatare Misirske i sve mudarce, i pripovjedi im šta je snio; ali niko ne može kazati Faraonu šta znači.

Ἐγένετο δὲ πρωΐ καὶ ἐταράχθη ἡ ψυχὴ αὐτοῦ, καὶ ἀποστείλας ἐκάλεσε πάντας τοὺς ἐξηγητὰς Αἰγύπτου καὶ πάντας τοὺς σοφοὺς αὐτῆς, καὶ διηγήσατο αὐτοῖς Φαραὼ τὸ ἐνύπνιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἀπαγγέλλων αὐτὸ τῷ Φαραώ.

0
9

Tada progovori starješina nad peharnicima Faraonu i reče: danas se opomenuh grijeha svojega.

καὶ ἐλάλησεν ὁ ἀρχιοινοχόος πρὸς Φαραὼ λέγων· τὴν ἁμαρτίαν μου ἀναμιμνήσκω σήμερον.

0
10

Kad se Faraon rasrdi na sluge svoje i baci u tamnicu u kući zapovjednika stražarskoga mene i starješinu nad hljebarima,

Φαραὼ ὠργίσθη τοῖς παισὶν αὐτοῦ καὶ ἔθετο ἡμᾶς ἐν φυλακῇ ἐν τῷ οἴκῳ τοῦ ἀρχιμαγείρου, ἐμέ τε καὶ τὸν ἀρχισιτοποιόν.

0
11

Usnismo u jednu noć ja i on, svaki za sebe po značenju sna svojega usnismo.

καὶ εἴδομεν ἐνύπνιον ἀμφότεροι ἐν νυκτὶ μιᾷ ἐγὼ καὶ αὐτός, ἕκαστος κατὰ τὸ αὐτοῦ ἐνύπνιον εἴδομεν.

0
12

A ondje bijaše s nama momče Jevrejče, sluga zapovjednika stražarskoga, i mi mu pripovjedismo sne, a on nam kaza šta čiji san znači.

ἦν δὲ ἐκεῖ μεθ᾿ ἡμῶν νεανίσκος παῖς Ἑβραῖος τοῦ ἀρχιμαγείρου, καὶ διηγησάμεθα αὐτῷ, καὶ συνέκρινεν ἡμῖν.

0
13

I zbi se kako nam kaza: mene povrati Faraon u službu, a onoga objesi.

ἐγενήθη δέ, καθὼς συνέκρινεν ἡμῖν, οὕτω καὶ συνέβη, ἐμέ τε ἀποκατασταθῆναι ἐπὶ τὴν ἀρχήν μου, ἐκεῖνον δὲ κρεμασθῆναι.

0
14

Tada Faraon posla po Josifa, i brže ga izvedoše iz tamnice, a on se obrija i preobuče se, te izađe pred Faraona.

Ἀποστείλας δὲ Φαραὼ ἐκάλεσε τὸν Ἰωσήφ, καὶ ἐξήγαγον αὐτὸν ἀπὸ τοῦ ὀχυρώματος καὶ ἐξύρησαν αὐτὸν καὶ ἤλλαξαν τὴν στολὴν αὐτοῦ, καὶ ἦλθε πρὸς Φαραώ.

0
15

A Faraon reče Josifu: usnih san, pa mi niko ne umije da kaže šta znači; a za tebe čujem da umiješ kazivati sne.

εἶπε δὲ Φαραὼ πρὸς Ἰωσήφ· ἐνύπνιον ἑώρακα, καὶ ὁ συγκρίνων οὐκ ἔστιν αὐτό· ἐγὼ δὲ ἀκήκοα περὶ σοῦ λεγόντων, ἀκούσαντά σε ἐνύπνια συγκρῖναι αὐτά.

0
16

A Josif odgovori Faraonu i reče: to nije u mojoj vlasti, Bog će javiti dobro Faraonu.

ἀποκριθεὶς δὲ Ἰωσὴφ τῷ Φαραὼ εἶπεν· ἄνευ τοῦ Θεοῦ οὐκ ἀποκριθήσεται τὸ σωτήριον Φαραώ.

0
17

I reče Faraon Josifu: usnih, a ja stojim kraj rijeke na obali.

ἐλάλησε δὲ Φαραὼ τῷ Ἰωσὴφ λέγων· ἐν τῷ ὕπνῳ μου ᾤμην ἑστάναι παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ,

0
18

I gle, iz rijeke izađe sedam krava debelijeh i lijepijeh, te stadoše pasti po obali.

καὶ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον ἑπτὰ βόες καλαὶ τῷ εἴδει καὶ ἐκλεκταὶ ταῖς σαρξί, καὶ ἐνέμοντο ἐν τῷ Ἄχει.

0
19

I gle, iza njih izađe sedam drugih krava rđavijeh, i vrlo ružnijeh i mršavijeh, kakvijeh nijesam vidio u cijeloj zemlji Misirskoj.

καὶ ἰδοὺ ἑπτὰ βόες ἕτεραι ἀνέβαινον ὀπίσω αὐτῶν ἐκ τοῦ ποταμοῦ πονηραὶ καὶ αἰσχραὶ τῷ εἴδει καὶ λεπταὶ ταῖς σαρξίν, οἵας οὐκ εἶδον τοιαύτας ἐν ὅλῃ γῇ Αἰγύπτου αἰσχροτέρας·

0
20

I ove krave mršave i ružne pojedoše onijeh sedam debelijeh,

καὶ κατέφαγον αἱ ἑπτὰ βόες αἱ αἰσχραὶ καὶ λεπταὶ τὰς ἑπτὰ βόας τὰς πρώτας τὰς καλὰς καὶ τὰς ἐκλεκτάς,

0
21

I kad im biše u trbuhu, ne poznavaše se da su im u trbuhu, nego opet bjehu onako ružne kao prije. U tom se probudih.

καὶ εἰσῆλθον εἰς τὰς κοιλίας αὐτῶν καὶ οὐ διάδηλοι ἐγένοντο, ὅτι εἰσῆλθον εἰς τὰς κοιλίας αὐτῶν, καὶ αἱ ὄψεις αὐτῶν αἰσχραί, καθὰ καὶ τὴν ἀρχήν· ἐξεγερθεὶς δὲ ἐκοιμήθην

0
22

Pa opet usnih, a to sedam klasova izraste iz jednoga stabla jedrijeh i lijepijeh;

καὶ εἶδον πάλιν ἐν τῷ ὕπνῳ μου, καὶ ὥσπερ ἑπτὰ στάχυες ἀνέβαινον ἐν πυθμένι ἑνὶ πλήρεις καὶ καλοί·

0
23

A iza njih isklija sedam malijeh, tankijeh i šturijeh.

ἄλλοι δὲ ἑπτὰ στάχυες λεπτοὶ καὶ ἀνεμόφθοροι ἀνεφύοντο ἐχόμενοι αὐτῶν.

0
24

I ovi tanki klasovi proždriješe onijeh sedam lijepijeh. I ovo pripovjedih gatarima, ali mi nijedan ne zna kazati šta znači.

καὶ κατέπιον οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι τοὺς ἑπτὰ στάχυας τοὺς καλοὺς καὶ τοὺς πλήρεις. εἶπα οὖν τοῖς ἐξηγηταῖς, καὶ οὐκ ἦν ὁ ἀπαγγέλλων μοι αὐτό.

0
25

A Josif reče Faraonu: oba su sna Faraonova jednaka; Bog javlja Faraonu šta je naumio.

Καὶ εἶπεν Ἰωσὴφ τῷ Φαραώ· τὸ ἐνύπνιον Φαραὼ ἕν ἐστιν· ὅσα ὁ Θεὸς ποιεῖ, ἔδειξε τῷ Φαραώ.

0
26

Sedam lijepijeh krava jesu sedam godina, i sedam lijepijeh klasova jesu sedam godina; oba su sna jednaka.

αἱ ἑπτὰ βόες αἱ καλαὶ ἑπτὰ ἔτη ἐστί, καὶ οἱ ἑπτὰ στάχυες οἱ καλοὶ ἑπτὰ ἔτη ἐστί· τὸ ἐνύπνιον Φαραὼ ἕν ἐστι,

0
27

A sedam krava mršavijeh i ružnijeh, što izađoše iza onijeh, jesu sedam godina; i sedam klasova sitnijeh i šturijeh biće sedam godina gladnijeh.

καὶ αἱ ἑπτὰ βόες αἱ λεπταὶ αἱ ἀναβαίνουσαι ὀπίσω αὐτῶν ἑπτὰ ἔτη ἐστί, καὶ οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι ἔσονται ἑπτὰ ἔτη λιμοῦ.

0
28

To je što rekoh Faraonu: Bog kaže Faraonu šta je naumio.

τὸ δὲ ρῆμα, ὃ εἴρηκα Φαραώ, ὅσα ὁ Θεὸς ποιεῖ, ἔδειξε τῷ Φαραώ,

0
29

Evo doći će sedam godina vrlo rodnijeh svoj zemlji Misirskoj.

ἰδοὺ ἑπτὰ ἔτη ἔρχεται εὐθηνία πολλὴ ἐν πάσῃ γῇ Αἰγύπτου·

0
30

A iza njih nastaće sedam gladnijeh godina, gdje će se zaboraviti sve obilje u zemlji Misirskoj, jer će glad satrti zemlju,

ἥξει δὲ ἑπτὰ ἔτη λιμοῦ μετὰ ταῦτα, καὶ ἐπιλήσονται τῆς πλησμονῆς τῆς ἐσομένης ἐν ὅλῃ Αἰγύπτῳ, καὶ ἀναλώσει ὁ λιμὸς τὴν γῆν,

0
31

Te se neće znati to obilje u zemlji od gladi potonje, jer će biti vrlo velika.

καὶ οὐκ ἐπιγνωσθήσεται ἡ εὐθηνία ἐπὶ τῆς γῆς ἀπὸ τοῦ λιμοῦ τοῦ ἐσομένου μετὰ ταῦτα· ἰσχυρὸς γὰρ ἔσται σφόδρα.

0
32

A što je dva puta zasopce Faraon snio, to je zato što je zacijelo Bog tako naumio, i naskoro će to učiniti Bog.

περὶ δὲ τοῦ δευτερῶσαι τὸ ἐνύπνιον Φαραὼ δίς, ὅτι ἀληθὲς ἔσται τὸ ρῆμα τὸ παρὰ τοῦ Θεοῦ, καὶ ταχυνεῖ ὁ Θεὸς τοῦ ποιῆσαι αὐτό.

0
33

Nego sada neka potraži Faraon čovjeka mudra i razumna, pa neka ga postavi nad zemljom Misirskom.

νῦν οὖν σκέψαι ἄνθρωπον φρόνιμον καὶ συνετὸν καὶ κατάστησον αὐτὸν ἐπὶ γῆς Αἰγύπτου·

0
34

I neka gleda Faraon da postavi starješine po zemlji, i pokupi petinu po zemlji Misirskoj za sedam rodnijeh godina;

καὶ ποιησάτω Φαραὼ καὶ καταστησάτω τοπάρχας ἐπὶ τῆς γῆς, καὶ ἀποπεμπτωσάτωσαν πάντα τὰ γεννήματα τῆς γῆς Αἰγύπτου τῶν ἑπτὰ ἐτῶν τῆς εὐθηνίας

0
35

Neka skupljaju od svakoga žita za rodnijeh godina koje idu, i neka snesu pod ruku Faraonovu svakoga žita u sve gradove, i neka čuvaju,

καὶ συναγαγέτωσαν πάντα τὰ βρώματα τῶν ἑπτὰ ἐτῶν τῶν ἐρχομένων τῶν καλῶν τούτων, καὶ συναχθήτω ὁ σῖτος ὑπὸ χεῖρα Φαραώ, βρώματα ἐν ταῖς πόλεσι φυλαχθήτω·

0
36

Da se nađe hrane zemlji za sedam godina gladnijeh, kad nastanu, da ne propadne zemlja od gladi.

καὶ ἔσται τὰ βρώματα τὰ πεφυλαγμένα τῇ γῇ εἰς τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ, ἃ ἔσονται ἐν γῇ Αἰγύπτου, καὶ οὐκ ἐκτριβήσεται ἡ γῇ ἐν τῷ λιμῷ.

0
37

I ovo se učini dobro Faraonu i svijem slugama njegovijem.

Ἤρεσε δὲ τὸ ρῆμα ἐναντίον Φαραὼ καὶ ἐναντίον πάντων τῶν παίδων αὐτοῦ,

0
38

I reče Faraon slugama svojim: možemo li naći čovjeka kakav je ovaj, u kojem bi bio duh Božji?

καὶ εἶπε Φαραὼ πᾶσι τοῖς παισὶν αὐτοῦ· μὴ εὑρήσομεν ἄνθρωπον τοιοῦτον, ὃς ἔχει πνεῦμα Θεοῦ ἐν αὐτῷ;

0
39

Pa reče Faraon Josifu: kad je tebi javio Bog sve ovo, nema nikoga tako mudra i razumna kao što si ti.

εἶπε δὲ Φαραὼ τῷ Ἰωσήφ· ἐπειδὴ ἔδειξεν ὁ Θεός σοι πάντα ταῦτα, οὐκ ἔστιν ἄνθρωπος φρονιμώτερος καὶ συνετώτερός σου·

0
40

Ti ćeš biti nad domom mojim, i sav će ti narod moj usta ljubiti; samo ću ovijem prijestolom biti veći od tebe.

σὺ ἔσῃ ἐπὶ τῷ οἴκῳ μου, καὶ ἐπὶ τῷ στόματί σου ὑπακούσεται πᾶς ὁ λαός μου· πλὴν τὸν θρόνον ὑπερέξω σου ἐγώ.

0
41

I još reče Faraon Josifu: evo, postavljam te nad svom zemljom Misirskom.

εἶπε δὲ Φαραὼ τῷ Ἰωσήφ· ἰδοὺ καθίστημί σε σήμερον ἐπὶ πάσης γῆς Αἰγύπτου.

0
42

I skide Faraon prsten s ruke svoje i metnu ga Josifu na ruku, i obuče ga u haljine od tankoga platna, i objesi mu zlatnu verižicu o vratu,

καὶ περιελόμενος Φαραὼ τὸν δακτύλιον ἀπὸ τῆς χειρὸς αὐτοῦ, περιέθηκεν αὐτὸν ἐπί τὴν χεῖρα Ἰωσὴφ καὶ ἐνέδυσεν αὐτὸν στολὴν βυσσίνην καὶ περιέθηκε κλοιὸν χρυσοῦν περὶ τὸν τράχηλον αὐτοῦ·

0
43

I posadi ga na kola koja bijahu druga za njegovijem, i zapovjedi da pred njim viču: klanjajte se! i da ga je postavio nad svom zemljom Misirskom.

καὶ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὸ ἅρμα τὸ δεύτερον τῶν αὐτοῦ, καὶ ἐκήρυξεν ἔμπροσθεν αὐτοῦ κήρυξ· καὶ κατέστησεν αὐτὸν ἐφ᾿ ὅλης γῆς Αἰγύπτου.

0
44

I još reče Faraon Josifu: ja sam Faraon, ali bez tebe neće niko maći ruke svoje ni noge svoje u svoj zemlji Misirskoj.

εἶπε δὲ Φαραὼ τῷ Ἰωσήφ· ἐγὼ Φαραώ, ἄνευ σοῦ οὐκ ἐξαρεῖ οὐδεὶς τὴν χεῖρα αὐτοῦ ἐπὶ πάσης γῆς Αἰγύπτου.

0
45

I nadje Faraon Josifu ime Psontomfanih, i oženi ga Asenetom kćerju Potifere sveštenika Onskoga. I pođe Josif po zemlji Misirskoj.

καὶ ἐκάλεσε Φαραὼ τὸ ὄνομα Ἰωσήφ, Ψονθομφανήχ· καὶ ἔδωκεν αὐτῷ τὴν Ἀσεννὲθ θυγατέρα Πετεφρῆ ἱερέως Ἡλιουπόλεως αὐτῷ εἰς γυναῖκα.

0
46

A bijaše Josifu trideset godina kad izađe pred Faraona cara Misirskoga. I otišav od Faraona obiđe svu zemlju Misirsku.

Ἰωσὴφ δὲ ἦν ἐτῶν τριάκοντα, ὅτε ἔστη ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου. Ἐξῆλθε δὲ Ἰωσὴφ ἀπὸ προσώπου Φαραώ, καὶ διῆλθε πᾶσαν γῆν Αἰγύπτου.

0
47

I za sedam rodnijeh godina rodi zemlja svašta izobila.

καὶ ἐποίησεν ἡ γῆ ἐν τοῖς ἑπτὰ ἔτεσι τῆς εὐθηνίας δράγματα·

0
48

I stade Josif kupiti za tijeh sedam godina svakoga žita što bješe po zemlji Misirskoj, i snositi žito u gradove; u svaki grad snošaše žito s njiva koje bjehu oko njega.

καὶ συνήγαγε πάντα τὰ βρώματα τῶν ἑπτὰ ἐτῶν, ἐν οἷς ἦν ἡ εὐθυνία ἐν τῇ γῇ Αἰγύπτου, καὶ ἔθηκε τὰ βρώματα ἐν ταῖς πόλεσι, βρώματα τῶν πεδίων τῆς πόλεως τῶν κύκλῳ αὐτῆς ἔθηκεν ἐν αὐτῇ.

0
49

Tako nakupi Josif žita vrlo mnogo koliko je pijeska morskoga, tako da ga presta mjeriti, jer mu ne bješe broja.

καὶ συνήγαγεν Ἰωσὴφ σῖτον ὡσεὶ τὴν ἄμμον τῆς θαλάσσης πολὺν σφόδρα, ἕως οὐκ ἠδύνατο ἀριθμηθῆναι, οὐ γὰρ ἦν ἀριθμός.

0
50

I dokle još ne nasta gladna godina, rodiše se Josifu dva sina, koje mu rodi Aseneta kći Potifere sveštenika Onskoga.

Τῷ δὲ Ἰωσὴφ ἐγένοντο υἱοὶ δύο πρὸ τοῦ ἐλθεῖν τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ, οὓς ἔτεκεν αὐτῷ Ἀσεννὲθ ἡ θυγάτηρ Πετεφρῆ ἱερέως Ἡλιουπόλεως.

0
51

I prvencu nadjede Josif ime Manasija, govoreći: jer mi Bog dade da zaboravim svu muku svoju i sav dom oca svojega.

ἐκάλεσε δὲ Ἰωσὴφ τὸ ὄνομα τοῦ πρωτοτόκου Μανασσῆ, ὅτι ἐπιλαθέσθαι με ἐποίησεν ὁ Θεὸς πάντων τῶν πόνων μου καὶ πάντων τῶν τοῦ πατρός μου.

0
52

A drugome nadjede ime Jefrem, govoreći: jer mi Bog dade da rastem u zemlji nevolje svoje.

τὸ δὲ ὄνομα τοῦ δευτέρου ἐκάλεσεν Ἐφραΐμ, ὅτι ηὔξησέ με ὁ Θεὸς ἐν γῇ ταπεινώσεώς μου.

0
53

Ali prođe sedam godina rodnijeh u zemlji Misirskoj;

Παρῆλθε δὲ τὰ ἑπτὰ ἔτη τῆς εὐθηνίας, ἃ ἐγένοντο ἐν τῇ γῇ Αἰγύπτου,

0
54

I nasta sedam godina gladnijeh, kao što je Josif naprijed kazao. I bješe glad po svijem zemljama, a po svoj zemlji Misirskoj bješe hljeba.

καὶ ἤρξατο τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ ἔρχεσθαι, καθὰ εἶπεν Ἰωσήφ. καὶ ἐγένετο λιμὸς ἐν πάσῃ τῇ γῇ, ἐν δὲ πάσῃ τῇ γῇ Αἰγύπτου ἦσαν ἄρτοι.

0
55

Ali najposlije nasta glad i po svoj zemlji Misirskoj, i narod povika k Faraonu za hljeb; a Faraon reče svima Misircima: idite k Josifu, pa što vam on kaže ono činite.

καὶ ἐπείνασε πᾶσα ἡ γῆ Αἰγύπτου, ἔκραξε δὲ ὁ λαὸς πρὸς Φαραὼ περὶ ἄρτων· εἶπε δὲ Φαραὼ πᾶσι τοῖς Αἰγυπτίοις· πορεύεσθε πρὸς Ἰωσήφ, καὶ ὃ ἐὰν εἴπῃ ὑμῖν, ποιήσατε.

0
56

I kad glad bješe po svoj zemlji, otvori Josif sve žitnice, i prodavaše Misircima. I glad posta vrlo velika u zemlji Misirskoj.

καὶ ὁ λιμὸς ἦν ἐπὶ προσώπου πάσης τῆς γῆς· ἀνέῳξε δὲ Ἰωσὴφ πάντας τοὺς σιτοβολῶνας καὶ ἐπώλει πᾶσι τοῖς Αἰγυπτίοις.

0
57

I iz svijeh zemalja dolažahu u Misir k Josifu da kupuju; jer posta velika glad u svakoj zemlji.

καὶ πᾶσαι αἱ χῶραι ἦλθον εἰς Αἴγυπτον ἀγοράζειν πρὸς Ἰωσήφ· ἐπεκράτησε γὰρ ὁ λιμὸς ἐν πάσῃ τῇ γῇ.

0