Postanje 35

Stari zavet

1

A Bog reče Jakovu: ustani, idi gore u Vetilj i ondje stani; i načini ondje žrtvenik Bogu, koji ti se javio kad si bježao od Isava brata svojega.

ΕΙΠΕ δὲ ὁ Θεὸς πρὸς Ἰακώβ· ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον Βαιθὴλ καὶ οἴκει ἐκεῖ καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ὀφθέντι σοι ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ σου.

0
2

I Jakov reče porodici svojoj i svijema koji bijahu s njim: bacite tuđe bogove što su u vas, i očistite se i preobucite se;

εἶπε δὲ Ἰακὼβ τῷ οἴκῳ αὐτοῦ καὶ πᾶσι τοῖς μετ᾿ αὐτοῦ· ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς μεθ᾿ ὑμῶν ἐκ μέσου ὑμῶν καὶ καθαρίσθητε καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν,

0
3

Pa da se dignemo i idemo gore u Vetilj, da načinim ondje žrtvenik Bogu, koji me je čuo u dan nevolje moje i bio sa mnom na putu kojim sam išao.

καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθὴλ καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ἐπακούσαντί μου ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ᾿ ἐμοῦ καὶ διέσωσέ με ἐν τῇ ὁδῷ, ᾗ ἐπορεύθην.

0
4

I dadoše Jakovu sve bogove tuđe koji bijahu u njihovijem rukama, i oboce, koje imahu u ušima; i Jakov ih zakopa pod hrastom kod Sihema.

καὶ ἔδωκαν τῷ Ἰακὼβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ κατέκρυψεν αὐτὰ Ἰακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σικίμοις καὶ ἀπώλεσαν αὐτὰ ἕως τῆς σήμερον ἡμέρας.

0
5

Potom otidoše. A strah Božji dođe na gradove koji bijahu oko njih, te se ne digoše u potjeru za sinovima Izrailjevijem.

καὶ ἐξῇρεν Ἰσραὴλ ἐκ Σικίμων, καὶ ἐγένετο φόβος Θεοῦ ἐπὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῶν, καὶ οὐ κατεδίωξαν ὀπίσω τῶν υἱῶν Ἰσραήλ.

0
6

I Jakov i sva čeljad što bijaše s njim dođoše u Luz u zemlji Hananskoj, a to je Vetilj.

ἦλθε δὲ Ἰακὼβ εἰς Λουζά, ἥ ἐστιν ἐν γῇ Χαναάν, ἥ ἐστι Βαιθήλ, αὐτὸς καὶ πᾶς ὁ λαός, ὃς ἦν μετ᾿ αὐτοῦ.

0
7

I ondje načini žrtvenik, i nazva ono mjesto: Bog Vetiljski, jer mu se ondje javi Bog, kad je bježao od brata svojega.

καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου Βαιθήλ. ἐκεῖ γὰρ ἐφάνη αὐτῷ ὁ Θεὸς ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ.

0
8

Tada umrije Devora dojkinja Revečina, i pogreboše je ispod Vetilja pod hrastom, koji nazva Jakov Alon-Vakut.

ἀπέθανε δὲ Δεβῶρα ἡ τροφὸς Ρεβέκκας καὶ ἐτάφη κατώτερον Βαιθὴλ ὑπὸ τὴν βάλανον, καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα αὐτῆς Βάλανος πένθους.

0
9

I javi se Bog Jakovu opet, pošto izide iz Padan-Arama, i blagoslovi ga,

Ὤφθη δὲ ὁ Θεὸς τῷ Ἰακὼβ ἔτι ἐν Λουζᾷ, ὅτε παρεγένετο ἐκ Μεσοποταμίας τῆς Συρίας, καὶ εὐλόγησεν αὐτὸν ὁ Θεός.

0
10

I reče mu Bog: ime ti je Jakov; ali se otsele nećeš zvati Jakov, nego će ti ime biti Izrailj. I nadjede mu ime Izrailj.

καὶ εἶπεν αὐτῷ ὁ Θεός· τὸ ὄνομά σου οὐ κληθήσεται ἔτι Ἰακώβ, ἀλλ᾿ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου. καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰσραήλ.

0
11

I još mu reče Bog: ja sam Bog svemogući; rasti i množi se; narod i mnogi će narodi postati od tebe, i carevi će izaći iz bedara tvojih.

εἶπε δὲ αὐτῷ ὁ Θεός· ἐγὼ ὁ Θεός σου· αὐξάνου καὶ πληθύνου· ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἔσονται ἐκ σοῦ, καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται.

0
12

I daću ti zemlju koju sam dao Avramu i Isaku, i nakon tebe sjemenu tvojemu daću zemlju ovu.

καὶ τὴν γῆν, ἣν ἔδωκα Ἁβραὰμ καὶ Ἰσαάκ, σοὶ δέδωκα αὐτήν· σοὶ ἔσται, καὶ τῷ σπέρματί σου μετὰ σὲ δώσω τὴν γῆν ταύτην.

0
13

Potom otide od njega Bog s mjesta gdje mu govori.

ἀνέβη δὲ ὁ Θεὸς ἀπ᾿ αὐτοῦ ἐκ τοῦ τόπου, οὗ ἐλάλησε μετ᾿ αὐτοῦ.

0
14

A Jakov metnu spomenik na istom mjestu gdje mu Bog govori; spomenik od kamena, i pokropi ga kropljenjem, i preli ga uljem.

καὶ ἔστησεν Ἰακὼβ στήλην ἐν τῷ τόπῳ, ᾧ ἐλάλησε μετ᾿ αὐτοῦ ὁ Θεός, στήλην λιθίνην, καὶ ἔσπεισεν ἐπ' αὐτὴν σπονδὴν καὶ ἐπέχεεν ἐπ᾿ αὐτὴν ἔλαιον.

0
15

I Jakov prozva mjesto gdje mu govori Bog Vetilj.

καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου, ἐν ᾧ ἐλάλησε μετ᾿ αὐτοῦ ἐκεῖ ὁ Θεός, Βαιθήλ.

0
16

I otidoše od Vetilja. A kad im osta još malo puta do Efrate, porodi se Rahilja, i bješe joj težak porođaj.

Ἀπάρας δὲ Ἰακὼβ ἐκ Βαιθήλ, ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἐπέκεινα τοῦ πύργου Γαδέρ. ἐγένετο δὲ ἡνίκα ἤγγισεν εἰς Χαβραθὰ τοῦ ἐλθεῖν εἰς τὴν Ἐφραθᾶ, ἔτεκε Ραχὴλ καὶ ἐδυστόκησεν ἐν τῷ τοκετῷ.

0
17

I kad se veoma mučaše, reče joj babica: ne boj se, imaćeš još jednoga sina.

ἐγένετο δὲ ἐν τῷ σκληρῶς αὐτὴν τίκτειν, εἶπεν αὐτῇ ἡ μαῖα· θάρσει, καὶ γὰρ οὗτός σοί ἐστιν υἱός.

0
18

A kad se rastavljaše s dušom te umiraše, nazva ga Venonija; ali mu otac nadjede ime Venijamin.

ἐγένετο δὲ ἐν τῷ ἀφιέναι αὐτὴν τὴν ψυχήν, ἀπέθνησκε γάρ, ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Υἱὸς ὀδύνης μου· ὁ δὲ πατὴρ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Βενιαμίν.

0
19

I umrije Rahilja, i pogreboše je na putu koji ide u Efratu, a to je Vitlejem.

ἀπέθανε δὲ Ραχὴλ καὶ ἐτάφη ἐν τῇ ὁδῷ τοῦ ἱπποδρόμου Ἐφραθᾶ (αὕτη ἐστὶ Βηθλεέμ).

0
20

I metnu Jakov spomenik na grob njezin. To je spomenik na grobu Rahiljinu do današnjega dana.

καὶ ἔστησεν Ἰακὼβ στήλην ἐπὶ τοῦ μνημείου αὐτῆς· αὕτη ἐστὶν ἡ στήλη ἐπὶ τοῦ μνημείου Ραχὴλ ἕως τῆς ἡμέρας ταύτης.

0
21

Odatle otišav Izrailj razape šator svoj iza kule Migdolederske.

ἐγένετο δέ ἡνίκα κατῴκησεν Ἰσραὴλ ἐν τῇ γῇ ἐκείνῃ, ἐπορεύθη Ρουβὴν καὶ ἐκοιμήθη μετὰ Βαλλᾶς τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ Ἰακώβ· καὶ ἤκουσεν Ἰσραήλ, καὶ πονηρὸν ἐφάνη ἐναντίον αὐτοῦ.

0
22

I kad Izrailj življaše u onoj zemlji, otide Ruvim i leže s Valom inočom oca svojega. I to doču Izrailj. A imaše Jakov dvanaest sinova.

Ἦσαν δὲ οἱ υἱοὶ Ἰακὼβ δώδεκα.

0
23

Sinovi Lijini bjehu: Ruvim prvenac Jakovljev, i Simeun i Levije i Juda i Isahar i Zavulon;

υἱοὶ Λείας· πρωτότοκος Ἰακὼβ Ρουβήν, Συμεών, Λευί, Ἰούδας, Ἰσσάχαρ, Ζαβουλών.

0
24

A sinovi Rahiljini: Josif i Venijamin;

υἱοὶ δὲ Ραχήλ· Ἰωσὴφ καὶ Βενιαμίν.

0
25

A sinovi Vale robinje Rahiljine: Dan i Neftalim;

υἱοὶ δὲ Βαλλᾶς παιδίσκης Ραχήλ· Δὰν καὶ Νεφθαλείμ.

0
26

A sinovi Zelfe robinje Lijine: Gad i Asir. To su sinovi Jakovljevi, koji mu se rodiše u Padan-Aramu.

υἱοὶ δὲ Ζελφᾶς παιδίσκης Λείας· Γὰδ καὶ Ἀσήρ. οὗτοι υἱοὶ Ἰακώβ, οἳ ἐγένοντο αὐτῷ ἐν Μεσοποταμίᾳ τῆς Συρίας.

0
27

I Jakov dođe k Isaku ocu svojemu u Mamriju u Kirijat-Arvu, koje je Hevron, gdje Avram i Isak bijahu došljaci.

Ἦλθε δὲ Ἰακὼβ πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ εἰς Μαμβρῆ, εἰς πόλιν τοῦ πεδίου (αὕτη ἐστὶ Χεβρών) ἐν γῇ Χαναάν, οὗ παρῴκησεν Ἁβραὰμ καὶ Ἰσαάκ.

0
28

A Isaku bješe sto i osamdeset godina;

ἐγένοντο δὲ αἱ ἡμέραι Ἰσαάκ, ἃς ἔζησεν, ἔτη ἑκατὸν ὀγδοήκοντα,

0
29

I onemoćav umrije Isak, i bi pribran k rodu svojemu star i sit života; i pogreboše ga Isav i Jakov sinovi njegovi.

καὶ ἐκλείπων Ἰσαὰκ ἀπέθανε καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ πρεσβύτερος καὶ πλήρης ἡμερῶν, καὶ ἔθαψαν αὐτὸν Ἡσαῦ καὶ Ἰακὼβ οἱ υἱοὶ αὐτοῦ.

0