Stari zavet
Sine, čuvaj riječi moje, i zapovijesti moje sahrani kod sebe.
ΥΙΕ, φύλασσε ἐμοὺς λόγους, τὰς δὲ ἐμὰς ἐντολὰς κρύψον παρὰ σεαυτῷ. υἱέ, τίμα τὸν Κύριον, καὶ ἰσχύσεις, πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον.
Čuvaj zapovijesti moje i bićeš živ, i nauku moju kao zjenicu očiju svojih.
φύλαξον ἐμὰς ἐντολάς, καὶ βιώσεις, τοὺς δὲ ἐμοὺς λόγους ὥσπερ κόρας ὀμμάτων·
Priveži ih sebi na prste, napiši ih na ploči srca svojega.
περίθου δὲ αὐτοὺς σοῖς δακτύλοις, ἐπίγραψον δὲ ἐπὶ τὸ πλάτος τῆς καρδίας σου.
Reci mudrosti: sestra si mi; i prijateljicom zovi razboritost,
εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι, τὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτῷ·
Da bi te čuvala od žene tuđe, od tuđinke, koja laska riječima.
ἵνα σε τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς, ἐάν σε λόγοις τοῖς πρὸς χάριν ἐμβάλληται.
Jer s prozora doma svojega kroz rešetku gledah,
ἀπὸ γὰρ θυρίδος ἐκ τοῦ οἴκου αὐτῆς εἰς τὰς πλατείας παρακύπτουσα,
I vidjeh među ludima, opazih među djecom bezumna mladića,
ὃν ἂν ἴδῃ τῶν ἀφρόνων τέκνων νεανίαν ἐνδεῆ φρενῶν,
Koji iđaše ulicom pokraj ugla njezina, i koračaše putem ka kući njezinoj,
παραπορευόμενον παρὰ γωνίαν ἐν διόδοις οἴκων αὐτῆς καὶ λαλοῦντα
U sumrak, uveče, kad se unoća i smrče;
ἐν σκότει ἑσπερινῷ, ἡνίκα ἂν ἡσυχία νυκτερινὴ ᾖ καὶ γνοφώδης,
A gle, srete ga žena u odijelu kurvinskom i lukava srca,
ἡ δὲ γυνὴ συναντᾷ αὐτῷ, εἶδος ἔχουσα πορνικόν, ἣ ποιεῖ νέων ἐξίπτασθαι καρδίας.
Plaha i pusta, kojoj noge ne mogu stajati kod kuće,
ἀνεπτερωμένη δέ ἐστι καὶ ἄσωτος, ἐν οἴκῳ δὲ οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτῆς·
Sad na polju, sad na ulici, kod svakoga ugla vrebaše.
χρόνον γάρ τινα ἔξω ρέμβεται, χρόνον δὲ ἐν πλατείαις παρὰ πᾶσαν γωνίαν ἐνεδρεύει.
I uhvati ga, i poljubi ga, i bezobrazno reče mu:
εἶτα ἐπιλαβομένη ἐφίλησεν αὐτόν, ἀναιδεῖ δὲ προσώπῳ προσεῖπεν αὐτῷ·
Imam žrtve zahvalne, danas izvrših zavjete svoje;
θυσία εἰρηνική μοί ἐστι, σήμερον ἀποδίδωμι τὰς εὐχάς μου·
Zato ti izidoh na susret da te tražim, i nađoh te.
ἕνεκα τούτου ἐξῆλθον εἰς συνάντησίν σοι, ποθοῦσα τὸ σὸν πρόσωπον εὕρηκά σε.
Nastrla sam odar svoj pokrivačima vezenijem i prostirkama Misirskim.
κειρίαις τέτακα τὴν κλίνην μου, ἀμφιτάποις δὲ ἔστρωκα τοῖς ἀπ᾿ Αἰγύπτου·
Okadila sam postelju svoju smirnom, alojem i cimetom.
διέρρακα τὴν κοίτην μου κροκίνῳ, τὸν δὲ οἶκόν μου κινναμώμῳ·
Hajde da se opijamo ljubavlju do zore, da se veselimo milovanjem.
Jer mi muž nije kod kuće, otišao je na put daljni,
οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκῳ, πεπόρευται δὲ ὁδὸν μακρὰν
Uzeo je sa sobom tobolac novčani, vratiće se kući u određeni dan.
ἔνδεσμον ἀργυρίου λαβὼν ἐν χειρὶ αὐτοῦ, δι᾿ ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ.
Navrati ga mnogim riječima, glatkim usnama odvuče ga.
ἀπεπλάνησε δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ βρόχοις τε τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν.
Otide za njom odmah kao što vo ide na klanje i kao bezumnik u puto da bude karan,
ὁ δὲ ἐπηκολούθησεν αὐτῇ κεπφωθείς, ὥσπερ δὲ βοῦς ἐπὶ σφαγὴν ἄγεται καὶ ὥσπερ κύων ἐπὶ δεσμοὺς
Dokle mu strijela ne probije jetru, kao što ptica leti u zamku ne znajući da joj je o život.
ἢ ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἧπαρ, σπεύδει δὲ ὥσπερ ὄρνεον εἰς παγίδα, οὐκ εἰδὼς ὅτι περὶ ψυχῆς τρέχει.
Zato dakle, djeco, poslušajte me, i pazite na riječi usta mojih.
νῦν οὖν, υἱέ, ἄκουέ μου καὶ πρόσεχε ρήμασι στόματός μου·
Nemoj da zastranjuje srce tvoje na putove njezine, nemoj lutati po stazama njezinijem.
μὴ ἐκκλινάτω εἰς τὰς ὁδοὺς αὐτῆς ἡ καρδία σου,
Jer je mnoge ranila i oborila, i mnogo je onijeh koje je sve pobila.
πολλοὺς γὰρ τρώσασα καταβέβληκε, καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκεν·
Kuća je njezina put pakleni koji vodi u klijeti smrtne.
ὁδοὶ ᾅδου ὁ οἶκος αὐτῆς κατάγουσαι εἰς τὰ ταμιεῖα τοῦ θανάτου.