Stari zavet
Mudra žena zida kuću svoju, a luda svojim rukama raskopava.
ΣΟΦΑΙ γυναῖκες ᾠκοδόμησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψε ταῖς χερσὶν αὐτῆς.
Ko hodi pravo, boji se Gospoda; a ko je opak na svojim putovima, prezire ga.
ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν Κύριον, ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται.
U ustima je bezbožnikovijem prut oholosti, a mudre čuvaju usta njihova.
ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως, χείλη δὲ σοφῶν φυλάσσει αὐτούς.
Gdje nema volova, čiste su jasle; a obilata je ljetina od sile volovske.
οὗ μή εἰσι βόες, φάτναι καθαραί· οὗ δὲ πολλὰ γεννήματα, φανερὰ βοὸς ἰσχύς.
Istinit svjedok ne laže, a lažan svjedok govori laž.
μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψευδῆ μάρτυς ἄδικος.
Potsmjevač traži mudrost, i ne nahodi je; a razumnomu je znanje lako naći.
ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής.
Idi od čovjeka bezumna, jer nećeš čuti pametne riječi.
πάντα ἐναντία ἀνδρὶ ἄφρονι, ὅπλα δὲ αἰσθήσεως χείλη σοφά.
Mudrost je pametnoga da pazi na put svoj, a bezumlje je bezumnijeh prijevara.
σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ.
Bezumnima je šala grijeh, a među pravednima je dobra volja.
οἰκίαι παρανόμων ὀφειλήσουσι καθαρισμόν, οἰκίαι δὲ δικαίων δεκταί.
Srce svačije zna jad duše svoje; i u veselje njegovo ne miješa se drugi.
καρδία ἀνδρὸς αἰσθητική, λυπηρὰ ψυχὴ αὐτοῦ· ὅταν δὲ εὐφραίνηται, οὐκ ἐπιμίγνυται ὕβρει.
Dom bezbožnički raskopaće se, a koliba pravednijeh cvjetaće.
οἰκίαι ἀσεβῶν ἀφανισθήσονται, σκηναὶ δὲ κατορθούντων στήσονται.
Neki se put čini čovjeku prav, a kraj mu je put k smrti.
ἔστιν ὁδός, ἣ δοκεῖ παρὰ ἀνθρώποις ὀρθὴ εἶναι, τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾄδου.
I od smijeha boli srce, i veselju kraj biva žalost.
ἐν εὐφροσύναις οὐ προσμίγνυται λύπη, τελευταῖα δὲ χαρὰ εἰς πένθος ἔρχεται.
Putova svojih nasitiće se ko je izopačena srca, ali ga se kloni čovjek dobar.
τῶν ἑαυτοῦ ὁδῶν πλησθήσεται θρασυκάρδιος, ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαθός.
Lud vjeruje svašta, a pametan pazi na svoje korake.
ἄκακος πιστεύει παντὶ λόγῳ, πανοῦργος δὲ ἔρχεται εἰς μετάνοιαν.
Mudar se boji i uklanja se od zla, a bezuman navire i slobodan je.
σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ, ὁ δὲ ἄφρων ἑαυτῷ πεποιθὼς μίγνυται ἀνόμῳ.
Nagao čovjek čini bezumlje, a pakostan je čovjek mrzak.
ὀξύθυμος πράσσει μετὰ ἀβουλίας, ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει.
Ludi našljeđuje bezumlje, a razboriti vjenčava se znanjem.
μεριοῦνται ἄφρονες κακίαν, οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως.
Klanjaju se zli pred dobrima i bezbožni na vratima pravednoga.
ὀλισθήσουσι κακοὶ ἔναντι ἀγαθῶν, καὶ ἀσεβεῖς θεραπεύσουσι θύρας δικαίων.
Ubogi je mrzak i prijatelju svom, a bogati imaju mnogo prijatelja.
φίλοι μισήσουσι φίλους πτωχούς, φίλοι δὲ πλουσίων πολλοί.
Ko prezire bližnjega svojega griješi; a ko je milostiv ubogima, blago njemu.
ὁ ἀτιμάζων πένητας ἁμαρτάνει, ἐλεῶν δὲ πτωχοὺς μακαριστός.
Koji smišljaju zlo, ne lutaju li? a milost i vjera biće onima koji smišljaju dobro.
πλανώμενοι τεκταίνουσι κακά, ἔλεον δὲ καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί. οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακῶν, ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαθοῖς.
U svakom trudu ima dobitka, a govor usnama samo je siromaštvo.
ἐν παντὶ μεριμνῶντι ἔνεστι περισσόν, ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδείᾳ ἔσται.
Mudrima je vijenac bogatstvo njihovo, a bezumlje bezumnijeh ostaje bezumlje.
στέφανος σοφῶν πλοῦτος αὐτῶν, ἡ δὲ διατριβὴ ἀφρόνων κακή.
Istinit svjedok izbavlja duše, a lažan govori prijevaru.
ρύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός, ἐκκαίει δὲ ψεύδη δόλιος.
U strahu je Gospodnjem jako pouzdanje, i sinovima je utočište.
ἐν φόβῳ Κυρίου ἐλπὶς ἰσχύος, τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα.
Strah je Gospodnji izvor životu da se čovjek sačuva od prugala smrtnijeh.
πρόσταγμα Κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου.
U mnoštvu je naroda slava caru; a kad nestaje naroda, propast je vladaocu.
ἐν πολλῷ ἔθνει δόξα βασιλέως, ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου.
Ko je spor na gnjev, velika je razuma; a ko je nagao pokazuje ludost.
μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει, ὁ δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων.
Život je tijelu srce zdravo, a zavist je trulež u kostima.
πραυ±θυμος ἀνὴρ καρδίας ἰατρός, σὴς δὲ ὀστέων καρδία αἰσθητική.
Ko čini krivo ubogome, sramoti stvoritelja njegova; a poštuje ga ko je milostiv siromahu.
ὁ συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν, ὁ δὲ τιμῶν αὐτὸν ἐλεεῖ πτωχόν.
Za zlo svoje povrgnuće se bezbožnik, a pravednik nada se i na smrti.
ἐν κακίᾳ αὐτοῦ ἀπωσθήσεται ἀσεβής, ὁ δὲ πεποιθὼς τῇ ἑαυτοῦ ὁσιότητι δίκαιος.
Mudrost počiva u srcu razumna čovjeka, a što je u bezumnima poznaje se.
ἐν καρδίᾳ ἀγαθῇ ἀνδρὸς ἀναπαύσεται σοφίᾳ, ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται.
Pravda podiže narod, a grijeh je sramota narodima.
δικαιοσύνη ὑψοῖ ἔθνος, ἐλασσονοῦσι δὲ φυλὰς ἁμαρτίαι.
Mio je caru razuman sluga, ali na sramotna gnjevi se.
δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων, τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν.