Stari zavet
A kad dođe na tebe sve ovo, blagoslov i kletva koju iznesoh preda te, ako ih se opomeneš u srcu svom, gdje bi god bio među narodima, u koje te zagna Gospod Bog tvoj,
ΚΑΙ ἔσται ὡς ἂν ἔλθωσιν ἐπὶ σὲ πάντα τὰ ρήματα ταῦτα, ἡ εὐλογία καὶ ἡ κατάρα, ἣν ἔδωκα πρὸ προσώπου σου, καὶ δέξῃ εἰς τὴν καρδίαν σου ἐν πᾶσι τοῖς ἔθνεσιν, οὗ ἐὰν διασκορπίσῃ σε Κύριος ἐκεῖ,
I obratiš se ka Gospodu Bogu svojemu i poslušaš glas njegov u svemu što ti ja zapovijedam danas, ti i sinovi tvoji, iz svega srca svojega i iz sve duše svoje,
καὶ ἐπιστραφήσῃ ἐπὶ Κύριον τὸν Θεόν σου καὶ εἰσακούσῃ τῆς φωνῆς αὐτοῦ κατὰ πάντα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου,
Tada će Gospod Bog tvoj povratiti roblje tvoje i smilovaće se na tebe, i opet će te sabrati između svijeh naroda, po kojima te bude rasijao Gospod Bog tvoj.
καὶ ἰάσεται Κύριος τὰς ἁμαρτίας σου καὶ ἐλεήσει σε καὶ πάλιν συνάξει σε ἐκ πάντων τῶν ἐθνῶν, εἰς οὓς διεσκόρπισέ σε Κύριος ἐκεῖ.
Ako bi ko tvoj i na kraj svijeta zagnan bio, otuda će te opet sabrati Gospod Bog tvoj i otuda te uzeti.
ἐὰν ᾖ ἡ διασπορά σου ἀπ᾿ ἄκρου τοῦ οὐρανοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, ἐκεῖθεν συνάξει σε Κύριος ὁ Θεός σου, καὶ ἐκεῖθεν λήψεταί σε Κύριος ὁ Θεός σου·
I odvešće te opet Gospod Bog tvoj u zemlju koju bijahu naslijedili oci tvoji, i naslijedićeš je, i učiniće ti dobro i umnožiće te većma nego oce tvoje.
καὶ εἰσάξει σε ὁ Θεός σου ἐκεῖθεν εἰς τὴν γῆν, ἣν ἐκληρονόμησαν οἱ πατέρες σου, καὶ κληρονομήσεις αὐτήν· καὶ εὖ σε ποιήσει καὶ πλεοναστόν σε ποιήσει ὑπὲρ τοὺς πατέρας σου.
I obrezaće Gospod Bog tvoj srce tvoje i srce sjemena tvojega, da bi ljubio Gospoda Boga svojega iz svega srca svojega i iz sve duše svoje, da budeš živ.
καὶ περικαθαριεῖ Κύριος τὴν καρδίαν σου καὶ τὴν καρδίαν τοῦ σπέρματός σου, ἀγαπᾶν Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, ἵνα ζῇς σύ.
A sve kletve ove obratiće Gospod Bog tvoj na neprijatelje tvoje i na nenavidinike tvoje, koji su te gonili.
καὶ δώσει Κύριος ὁ Θεός σου τὰς ἀρὰς ταύτας ἐπὶ τοὺς ἐχθρούς σου καὶ ἐπὶ τοὺς μισοῦντάς σε, οἳ ἐδίωξάν σε.
A ti kad se obratiš i staneš slušati glas Gospoda Boga svojega i tvoriti sve zapovijesti njegove, koje ti ja danas zapovijedam,
καὶ σὺ ἐπιστραφήσῃ καὶ εἰσακούσῃ τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου καὶ ποιήσεις τὰς ἐντολὰς αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον,
Daće ti Gospod Bog tvoj sreću u svakom djelu ruku tvojih, u plodu utrobe tvoje, u plodu stoke tvoje, u plodu zemlje tvoje; jer će ti se Gospod Bog tvoj opet radovati čineći ti dobro, kao što se radovao ocima tvojim,
καὶ πολυωρήσει σε Κύριος ὁ Θεός σου ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου, ἐν τοῖς ἐκγόνοις τῆς κοιλίας σου καὶ ἐν τοῖς ἐκγόνοις τῶν κτηνῶν σου καὶ ἐν τοῖς γενήμασι τῆς γῆς σου· ὅτι ἐπιστρέψει Κύριος ὁ Θεός σου εὐφρανθῆναι ἐπὶ σοὶ εἰς ἀγαθά, καθότι εὐφράνθη ἐπὶ τοῖς πατράσι σου,
Ako uzaslušaš glas Gospoda Boga svojega držeći sve zapovijesti njegove i uredbe njegove, napisane u knjizi ovoga zakona; kad se obratiš ka Gospodu Bogu svojemu svijem srcem svojim i svom dušom svojom.
ἐὰν εἰσακούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, φυλάσσεσθαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου, ἐὰν ἐπιστραφῇς ἐπὶ Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου.
Jer zapovijest ova koju ti ja zapovijedam danas niti je visoko ni daleko od tebe;
¨Οτι ἡ ἐντολὴ αὕτη, ἣν ἐγὼ ἐντέλλομαί σοι σήμερον, οὐχ ὑπέρογκός ἐστιν οὐδὲ μακρὰν ἀπὸ σοῦ ἐστιν.
Nije na nebu, da rečeš: ko će nam se popeti na nebo da nam je skine i kaže nam je, da bismo je tvorili?
οὐκ ἐν τῷ οὐρανῷ ἄνω ἐστὶ λέγων· τίς ἀναβήσεται ἡμῖν εἰς τὸν οὐρανὸν καὶ λήψεται ἡμῖν αὐτήν, καὶ ἀκούσαντες αὐτὴν ποιήσομεν;
Niti je preko mora, da rečeš: ko će nam otići preko mora, da nam je donese i kaže nam je, da bismo je tvorili?
οὐδὲ πέραν τῆς θαλάσσης ἐστὶ λέγων· τίς διαπεράσει ἡμῖν εἰς τὸ πέραν τῆς θαλάσσης καὶ λήψεται ἡμῖν αὐτήν, καὶ ἀκουστὴν ἡμῖν ποιήσῃ αὐτήν, καὶ ποιήσομεν;
Nego ti je vrlo blizu ova riječ, u ustima tvojima i u srcu tvojem, da bi je tvorio.
ἐγγύς σού ἐστι τὸ ρῆμα σφόδρα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου καὶ ἐν ταῖς χερσί σου ποιεῖν αὐτό.
Gle, iznesoh danas preda te život i dobro, smrt i zlo.
Ἰδοὺ δέδωκα πρὸ προσώπου σου σήμερον τὴν ζωήν καὶ τὸν θάνατον, τὸ ἀγαθὸν καὶ τὸ κακόν.
Jer ti zapovijedam danas da ljubiš Gospoda Boga svojega hodeći putovima njegovijem i držeći zapovijesti njegove i uredbe njegove i zakone njegove, da bi živ bio i umnožio se, i da bi te blagoslovio Gospod Bog tvoj u zemlji u koju ideš da je naslijediš.
ἐὰν εἰσακούσῃς τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ σου, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἀγαπᾶν Κύριον τὸν Θεόν σου, πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ φυλάσσεσθαι τὰ δικαιώματα αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ, καὶ ζήσεσθε, καὶ πολλοὶ ἔσεσθε, καὶ εὐλογήσει σε Κύριος ὁ Θεός σου ἐν πάσῃ τῇ γῇ, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν.
Ako li se odvrati srce tvoje i ne uzaslušaš, nego zastraniš da se klanjaš drugim bogovima i njima služiš,
καὶ ἐὰν μεταστῇ ἡ καρδία σου καὶ μὴ εἰσακούσῃς καὶ πλανηθεὶς προσκυνήσῃς θεοῖς ἑτέροις καὶ λατρεύσῃς αὐτοῖς,
Javljam vam danas da ćete zaista propasti, niti ćete produljiti dana svojih na zemlji, u koju ideš preko Jordana da je naslijediš.
ἀναγγέλλω σοι σήμερον ὅτι ἀπωλείᾳ ἀπολεῖσθε καὶ οὐ μὴ πολυήμεροι γένησθε ἐπὶ τῆς γῆς, εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν.
Svjedočim vam danas nebom i zemljom, da sam stavio pred vas život i smrt, blagoslov i prokletstvo; zato izberi život, da budeš živ ti i sjeme tvoje,
διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν, τὴν ζωὴν καὶ τὸν θάνατον δέδωκα πρὸ προσώπου ὑμῶν, τὴν εὐλογίαν καὶ τὴν κατάραν· ἔκλεξαι τὴν ζωὴν σύ, ἵνα ζήσῃς σὺ καὶ τὸ σπέρμα σου,
Ljubeći Gospoda Boga svojega, slušajući glas njegov i držeći se njega; jer je on život tvoj i duljina dana tvojih; da bi nastavao na zemlji, za koju se zakleo Gospod ocima tvojim, Avramu, Isaku i Jakovu, da će im je dati.
ἀγαπᾶν Κύριον τὸν Θεόν σου, εἰσακούειν τῆς φωνῆς αὐτοῦ καὶ ἔχεσθαι αὐτοῦ· ὅτι τοῦτο ἡ ζωή σου καὶ ἡ μακρότης τῶν ἡμερῶν σου, κατοικεῖν ἐπὶ τῆς γῆς, ἧς ὤμοσε Κύριος τοῖς πατράσι σου Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ δοῦναι αὐτοῖς.