Ponovljeni zakon 24

1

Kad ko uzme ženu i oženi se njom, pa se dogodi da mu ona ne bude po volji, što on nađe na njojzi štogod ružno, neka joj napiše knjigu raspusnu i da joj u ruke, pa neka je otpusti iz svoje kuće.

ΕΑΝ δέ τις λάβῃ γυναῖκα καὶ συνοικήσῃ αὐτῇ, καὶ ἔσται ἐὰν μὴ εὕρῃ χάριν ἐναντίον αὐτοῦ, ὅτι εὗρεν ἐν αὐτῇ ἄσχημον πρᾶγμα, καὶ γράψει αὐτῇ βιβλίον ἀποστασίου καὶ δώσει εἰς τὰς χεῖρας αὐτῆς καὶ ἐξαποστελεῖ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ,

0
2

A ona otišavši iz kuće njegove, ako otide i uda se za drugoga,

καὶ ἀπελθοῦσα γένηται ἀνδρὶ ἑτέρῳ,

0
3

Pa ako ovaj drugi muž omrzne na nju i napiše joj knjigu raspusnu i da joj u ruku, i otpusti je iz svoje kuće, ili ako umre ovaj drugi muž koji se oženi njom,

καὶ μισήσῃ αὐτὴν ὁ ἀνὴρ ὁ ἔσχατος καὶ γράψει αὐτῇ βιβλίον ἀποστασίου καὶ δώσει εἰς τὰς χεῖρας αὐτῆς καὶ ἐξαποστελεῖ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ, ἢ ἀποθάνῃ ὁ ἀνὴρ ὁ ἔσχατος, ὃς ἔλαβεν αὐτὴν ἑαυτῷ γυναῖκα,

0
4

Tada pređašnji muž koji je otpusti ne može je opet uzeti za ženu, pošto se s njega ona oskvrnila, jer je gad pred Gospodom. Tako ne daj da se griješi zemlja koju ti Gospod Bog tvoj daje u našljedstvo.

οὐ δυνήσεται ὁ ἀνὴρ ὁ πρότερος ὁ ἐξαποστείλας αὐτὴν ἐπαναστρέψας λαβεῖν αὐτὴν ἑαυτῷ γυναῖκα, μετὰ τὸ μιανθῆναι αὐτήν, ὅτι βδέλυγμά ἐστιν ἐναντίον Κυρίου τοῦ Θεοῦ σου· καὶ οὐ μιανεῖτε τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρω.

0
5

Ko se skoro bude oženio, neka ne ide na vojsku, i ne nameći na nj nikakoga posla; neka bude slobodan u kući svojoj godinu dana i neka se raduje sa ženom svojom koju je doveo.

Ἐὰν δέ τις λάβῃ γυναῖκα προσφάτως, οὐκ ἐξελεύσεται εἰς πόλεμον, καὶ οὐκ ἐπιβληθήσεται αὐτῷ οὐδὲν πρᾶγμα· ἀθῷος ἔσται ἐν τῇ οἰκίᾳ αὐτοῦ ἐνιαυτὸν ἕνα, εὐφρανεῖ τὴν γυναῖκα αὐτοῦ, ἣν ἔλαβεν.

0
6

Niko da ne uzima u zalogu žrvnja gornjega ni donjega, jer bi uzeo dušu u zalogu.

Οὐκ ἐνεχυράσεις μύλον, οὐδὲ ἐπιμύλιον, ὅτι ψυχὴν οὗτος ἐνεχυράζει.

0
7

Ko se nađe da je ukrao čovjeka između braće svoje, sinova Izrailjevih, i trgovao njim i prodao ga, neka pogine onaj kradljivac; tako izvadi zlo iz sebe.

Ἐὰν δὲ ἁλῷ ἄνθρωπος κλέπτων ψυχὴν ἐκ τῶν ἀδελφῶν αὐτοῦ τῶν υἱῶν Ἰσραὴλ καὶ καταδυναστεύσας αὐτὸν ἀποδῶται, ἀποθανεῖται ὁ κλέπτης ἐκεῖνος· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.

0
8

Čuvaj se bolesti gube, i pazi dobro i čini sve što vas uče sveštenici Leviti, kao što sam im zapovjedio, držite i činite.

Πρόσεχε σαυτῷ ἐν τῇ ἁφῇ τῆς λέπρας· φυλάξῃ σφόδρα ποιεῖν κατὰ πάντα τὸν νόμον, ὃν ἂν ἀναγγείλωσιν ὑμῖν οἱ ἱερεῖς οἱ Λευῖται· ὃν τρόπον ἐνετειλάμην ὑμῖν, φυλάξασθε ποιεῖν.

0
9

Opominji se šta je učinio Gospod Bog tvoj Mariji na putu kad izidoste iz Misira.

μνήσθητι ὅσα ἐποίησε Κύριος ὁ Θεός σου τῇ Μαριὰμ ἐν τῇ ὁδῷ, ἐκπορευομένων ὑμῶν ἐξ Αἰγύπτου.

0
10

Kad ti je bližnji tvoj dužan što mu drago, ne idi u kuću njegovu da mu uzmeš zalog;

Ἐὰν ὀφείλημα ᾖ ἐν τῷ πλησίον σου, ὀφείλημα ὁτιοῦν, οὐκ εἰσελεύσῃ εἰς τὴν οἰκίαν αὐτοῦ ἐνεχυράσαι τὸ ἐνέχυρον αὐτοῦ·

0
11

Nego stoj napolju, a čovjek koji ti je dužan neka ti iznese napolje zalog svoj.

ἔξω στήσῃ, καὶ ὁ ἄνθρωπος οὗ τὸ δάνειόν σού ἐστιν ἐν αὐτῷ, ἐξοίσει σοι τὸ ἐνέχυρον ἔξω.

0
12

Ako je siromah, ne spavaj sa zalogom njegovijem;

ἐὰν δὲ ὁ ἄνθρωπος πένηται, οὐ κοιμηθήσῃ ἐν τῷ ἐνεχύρῳ αὐτοῦ·

0
13

Nego mu vrati zalog njegov do zahoda sunčanoga, da bi ležeći na svojoj haljini blagosiljao te, a to će ti se primiti u pravdu pred Gospodom Bogom tvojim.

ἀποδόσει ἀποδώσεις τὸ ἐνέχυρον αὐτοῦ πρὸς δυσμὰς ἡλίου, καὶ κοιμηθήσεται ἐν τῷ ἱματίῳ αὐτοῦ καὶ εὐλογήσει σε, καὶ ἔσται σοι ἐλεημοσύνη ἐναντίον Κυρίου τοῦ Θεοῦ σου.

0
14

Nemoj zanijeti najamnika, siromaha i potrebitoga između braće svoje, ni došljaka koji je kod tebe u zemlji tvojoj u mjestu tvojem.

Οὐκ ἀπαδικήσεις μισθὸν πένητος καὶ ἐνδεοῦς ἐκ τῶν ἀδελφῶν σου ἢ ἐκ τῶν προσηλύτων τῶν ἐν ταῖς πόλεσί σου·

0
15

Podaj mu najam njegov isti dan, i da ga ne zađe sunce u tebe, jer je siromah i tijem dušu drži, da ne bi zavikao na te ka Gospodu, i bilo bi ti grijeh.

αὐθημερὸν ἀποδώσεις τὸν μισθὸν αὐτοῦ, οὐκ ἐπιδύσεται ὁ ἥλιος ἐπ᾿ αὐτῷ, ὅτι πένης ἐστὶ καὶ ἐν αὐτῷ ἔχει τὴν ἐλπίδα· καὶ καταβοήσεται κατὰ σοῦ πρὸς Κύριον, καὶ ἔσται ἐν σοὶ ἁμαρτία.

0
16

Neka ne ginu ocevi za sinove ni sinovi za oceve; svaki za svoj grijeh neka gine.

Οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων, καὶ οἱ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων· ἕκαστος ἐν τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται.

0
17

Ne izvrći pravice došljaku ni siroti, i ne uzimaj u zalogu haljine udovici.

Οὐκ ἐκκλινεῖς κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας, οὐκ ἐνεχυράσεις ἱμάτιον χήρας·

0
18

Nego se opominji da si bio rob u Misiru, i da te je iskupio odande Gospod Bog tvoj; zato ti zapovijedam da ovo činiš.

καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτῳ καὶ ἐλυτρώσατό σε Κύριος ὁ Θεός σου ἐκεῖθεν· διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ρῆμα τοῦτο.

0
19

Kad žanješ ljetinu svoju na njivi svojoj, ako zaboraviš koji snop na njivi, ne vraćaj se da ga uzmeš; neka ga došljaku, siroti i udovici, da bi te blagoslovio Gospod Bog tvoj u svakom poslu ruku tvojih.

Ἐὰν δὲ ἀμήσῃς ἀμητὸν ἐν τῷ ἀγρῷ σου καὶ ἐπιλάθῃ δράγμα ἐν τῷ ἀγρῷ σου, οὐκ ἀναστραφήσῃ λαβεῖν αὐτό· τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται, ἵνα εὐλογήσῃ σε Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς ἔργοις τῶν χειρῶν σου.

0
20

Kad treseš masline svoje, ne zagledaj granu po granu pošto otreseš; neka došljaku, siroti i udovici.

ἐὰν δὲ ἐλαιολογῇς, οὐκ ἐπαναστρέψεις καλαμήσασθαι τὰ ὀπίσω σου· τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτῳ, διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ρῆμα τοῦτο.

0
21

Kad bereš vinograd svoj, ne pabirči pošto obereš; neka došljaku, siroti i udovici.

ἐὰν δὲ τρυγήσῃς τὸν ἀμπελῶνά σου, οὐκ ἐπανατρυγήσεις αὐτὸν τὰ ὀπίσω σου· τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται·

0
22

I opominji se da si bio rob u zemlji Misirskoj; zato ti ja zapovijedam da ovo činiš.

καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτῳ, διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ρῆμα τοῦτο.

0