Ponovljeni zakon 20

1

Kad otideš na vojsku na neprijatelja svojega i vidiš konje i kola i narod veći od sebe, nemoj se uplašiti od njih, jer je s tobom Gospod Bog tvoj, koji te je izveo iz zemlje Misirske.

ΕΑΝ δὲ ἐξέλθῃς εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου καὶ ἴδῃς ἵππον καὶ ἀναβάτην καὶ λαὸν πλείονά σου, οὐ φοβηθήσῃ ἀπ᾿ αὐτῶν, ὅτι Κύριος ὁ Θεός σου μετὰ σοῦ ὁ ἀναβιβάσας σε ἐκ γῆς Αἰγύπτου.

0
2

I kad pođete da se pobijete, neka pristupi sveštenik i progovori narodu,

καὶ ἔσται ὅταν ἐγγίσῃς τῷ πολέμῳ, καὶ προσεγγίσας ὁ ἱερεὺς λαλήσει τῷ λαῷ καὶ ἐρεῖ πρὸς αὐτούς·

0
3

I neka im reče: slušaj Izrailju! vi polazite danas u boj na neprijatelje svoje, neka ne trne srce vaše, ne bojte se i ne plašite se, niti se prepadajte od njih.

ἄκουε, Ἰσραήλ· ὑμεῖς πορεύεσθε σήμερον εἰς τὸν πόλεμον ἐπὶ τοὺς ἐχθροὺς ὑμῶν, μὴ ἐκλυέσθω ἡ καρδία ὑμῶν, μὴ φοβεῖσθε μηδὲ θραύεσθε μηδὲ ἐκκλίνετε ἀπὸ προσώπου αὐτῶν,

0
4

Jer Gospod Bog vaš ide s vama i biće se za vas s neprijateljima vašim da vas sačuva.

ὅτι Κύριος ὁ Θεὸς ὑμῶν ὁ προπορευόμενος μεθ᾿ ὑμῶν συνεκπολεμῆσαι ὑμῖν τοὺς ἐχθροὺς ὑμῶν, διασῶσαι ὑμᾶς.

0
5

Potom i vojvode neka progovore narodu, i reku: ko je sagradio novu kuću a nije počeo sjedjeti u njoj? neka ide, nek se vrati kući svojoj, da ne bi poginuo u boju, i drugi počeo sjedjeti u njoj.

καὶ λαλήσουσιν οἱ γραμματεῖς πρὸς τὸν λαὸν λέγοντες· τίς ὁ ἄνθρωπος ὁ οἰκοδομήσας οἰκίαν καινὴν καὶ οὐκ ἐνεκαίνισεν αὐτήν; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος ἐγκαινιεῖ αὐτήν.

0
6

I ko je posadio vinograd a još ga nije brao? neka ide, nek se vrati kući svojoj, da ne bi poginuo u boju, i drugi ga brao.

καὶ τίς ὁ ἄνθρωπος, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ οὐκ εὐφράνθη ἐξ αὐτοῦ; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος εὐφρανθήσεται ἐξ αὐτοῦ.

0
7

I ko je isprosio djevojku a još je nije odveo? neka ide, nek se vrati kući svojoj, da ne bi poginuo u boju, i drugi je odveo.

καὶ τίς ὁ ἄνθρωπος, ὅστις μεμνήστευται γυναῖκα καὶ οὐκ ἔλαβεν αὐτήν; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος λήψεται αὐτήν.

0
8

Još i ovo neka kažu vojvode narodu i reku: ko je strašiv i trne mu srce? neka ide, nek se vrati kući svojoj, da ne bi trnulo srce braći njegovoj kao njemu.

καὶ προσθήσουσιν οἱ γραμματεῖς λαλῆσαι πρὸς τὸν λαὸν καὶ ἐροῦσι· τίς ὁ ἄνθρωπος ὁ φοβούμενος καὶ δειλὸς τῇ καρδίᾳ; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, ἵνα μὴ δειλιάνῃ τὴν καρδίαν τοῦ ἀδελφοῦ αὐτοῦ ὥσπερ ἡ αὐτοῦ.

0
9

I kad vojvode izgovore narodu, onda neka namjeste glavare od četa pred narod.

καὶ ἔσται ὅταν παύσωνται οἱ γραμματεῖς λαλοῦντες πρὸς τὸν λαόν, καὶ καταστήσουσιν ἄρχοντας τῆς στρατιᾶς προηγουμένους τοῦ λαοῦ.

0
10

Kad dođeš pod koji grad da ga biješ, prvo ga ponudi mirom.

Ἐὰν δὲ προσέλθῃς πρὸς πόλιν ἐκπολεμῆσαι αὐτούς, καὶ ἐκκαλέσαι αὐτοὺς μετ᾿ εἰρήνης·

0
11

Ako ti odgovori mirom i otvori ti vrata, sav narod koji se nađe u njemu neka ti plaća danak i bude ti pokoran.

ἐὰν μὲν εἰρηνικὰ ἀποκριθῶσί σοι καὶ ἀνοίξωσί σοι, ἔσται πᾶς ὁ λαὸς οἱ εὑρεθέντες ἐν αὐτῇ ἔσονταί σοι φορολόγητοι καὶ ὑπήκοοί σου·

0
12

Ako li ne učini mira s tobom nego se stane biti s tobom, tada ga bij.

ἐὰν δὲ μὴ ὑπακούσωσί σοι καὶ ποιῶσι πρὸς σὲ πόλεμον, περικαθαριεῖς αὐτήν,

0
13

I kad ga Gospod Bog tvoj preda u ruke tvoje, pobij sve muškinje u njemu mačem.

ἕως ἂν παραδῷ σοι αὐτὴν Κύριος ὁ Θεός σου εἰς τὰς χεῖράς σου, καὶ πατάξεις πᾶν ἀρσενικὸν αὐτῆς ἐν φόνῳ μαχαίρας,

0
14

A žene i djecu i stoku i što god bude u gradu, sav plijen u njemu, otmi, i jedi plijen od neprijatelja svojih, koji ti da Gospod Bog tvoj.

πλὴν τῶν γυναικῶν καὶ τῆς ἀποσκευῆς καὶ πάντα τὰ κτήνη καὶ πάντα, ὅσα ἂν ὑπάρχῃ ἐν τῇ πόλει, καὶ πᾶσαν τὴν ἀπαρτίαν προνομεύσεις σεαυτῷ καὶ φαγῇ πᾶσαν τὴν προνομὴν τῶν ἐχθρῶν σου, ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι.

0
15

Tako čini sa svijem gradovima, koji su daleko od tebe i nijesu od gradova ovijeh naroda.

οὕτω ποιήσεις πάσας τὰς πόλεις τὰς μακρὰν οὔσας σου σφόδρα, αἱ οὐχὶ ἐκ τῶν πόλεων τῶν ἐθνῶν τούτων, ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι κληρονομεῖν τὴν γῆν αὐτῶν.

0
16

A u gradovima ovijeh naroda, koje ti Gospod Bog tvoj daje u našljedstvo, ne ostavi u životu nijedne duše žive.

ἰδοὺ δὲ ἀπὸ τῶν πόλεων τῶν ἐθνῶν τούτων, ὧν ὁ Κύριος ὁ Θεός σου δίδωσί σοι κληρονομεῖν τὴν γῆν αὐτῶν, οὐ ζωγρήσετε ἀπ᾿ αὐτῶν πᾶν ἐμπνέον,

0
17

Nego ih zatri sasvijem, Heteje i Amoreje i Hananeje i Ferezeje i Jeveje i Jevuseje, kao što ti je zapovjedio Gospod Bog tvoj.

ἀλλ᾿ ἢ ἀναθέματι ἀναθεματιεῖτε αὐτούς, τὸν Χετταῖον καὶ Ἀμορραῖον καὶ Χαναναῖον καὶ Φερεζαῖον καὶ Εὐαῖον καὶ Ἰεβουσαῖον καὶ Γεργεσαῖον, ὃν τρόπον ἐνετείλατό σοι Κύριος ὁ Θεός σου,

0
18

Da vas ne nauče činiti gadna djela koja činiše bogovima svojim, i da ne zgriješite Gospodu Bogu svojemu.

ἵνα μὴ διδάξωσι ποιεῖν ὑμᾶς πάντα τὰ βδελύγματα αὐτῶν, ὅσα ἐποίησαν τοῖς θεοῖς αὐτῶν, καὶ ἁμαρτήσεσθε ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν.

0
19

Kad opkoliš kakav grad i budeš dugo pod njim bijući ga da bi ga uzeo, ne kvari drveta njegovijeh sjekirom; jer možeš s njih jesti, zato ih ne sijeci; jer drvo poljsko je li čovjek da uđe u grad ispred tebe?

Ἐὰν δὲ περικαθήσῃς περὶ πόλιν μίαν ἡμέρας πλείους ἐκπολεμῆσαι αὐτὴν εἰς κατάληψιν αὐτῆς, οὐκ ἐξολοθρεύσεις τὰ δένδρα αὐτῆς ἐπιβαλεῖν ἐπ᾿ αὐτὰ σίδηρον, ἀλλ᾿ ἢ ἀπ᾿ αὐτοῦ φαγῇ, αὐτὸ δὲ οὐκ ἐκκόψεις. μὴ ἄνθρωπος τὸ ξύλον τὸ ἐν τῷ ἀγρῷ εἰσελθεῖν ἀπὸ προσώπου σου εἰς τὸν χάρακα;

0
20

Nego drveta koja znaš da im se rod ne jede, njih obaljuj i sijeci i gradi zaklon od grada koji se bije s tobom, dokle ne padne.

ἀλλὰ ξύλον, ὃ ἐπίστασαι ὅτι οὐ καρπόβρωτόν ἐστι, τοῦτο ὀλοθρεύσεις καὶ ἐκκόψεις καὶ οἰκοδομήσεις χαράκωσιν ἐπὶ τὴν πόλιν, ἥτις ποιεῖ πρὸς σὲ τὸν πόλεμον, ἕως ἂν παραδοθῇ.

0