Stari zavet
Svake sedme godine opraštaj.
ΔΙ᾿ ἑπτὰ ἐτῶν ποιήσεις ἄφεσιν.
A opraštanje da biva ovako: kome je ko dužan što, neka oprosti što bi mogao tražiti od bližnjega svojega; neka ne traži od bližnjega svojega i od brata svojega, jer je opraštanje Gospodnje oglašeno.
καὶ οὕτω τὸ πρόσταγμα τῆς ἀφέσεως· ἀφήσεις πᾶν χρέος ἴδιον, ὃ ὀφείλει σοι ὁ πλησίον, καὶ τὸν ἀδελφόν σου οὐκ ἀπαιτήσεις, ἐπικέκληται γὰρ ἄφεσις Κυρίῳ τῷ Θεῷ σου.
Od tuđina traži, ali što bi imao u brata svojega, ono neka mu oprosti ruka tvoja,
τὸν ἀλλότριον ἀπαιτήσεις ὅσα ἐὰν ᾖ σοι παρ' αὐτῷ, τῷ δὲ ἀδελφῷ σου ἄφεσιν ποιήσεις τοῦ χρέους σου·
Da ne bi bilo siromaha među vama, jer će te obilno blagosloviti Gospod u zemlji koju ti Gospod Bog tvoj da u našljedstvo da je tvoja.
ὅτι οὐκ ἔσται ἐν σοὶ ἐνδεής, ὅτι εὐλογῶν εὐλογήσει σε Κύριος ὁ Θεός σου ἐν τῇ γῇ, ᾗ Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ κατακληρονομῆσαι αὐτήν.
Samo ako dobro uzaslušaš glas Gospoda Boga svojega gledajući da činiš sve ove zapovijesti, koje ti ja zapovijedam danas,
ἐὰν δὲ ἀκοῇ εἰσακούσητε τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ὑμῶν φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον,
Blagosloviće te Gospod Bog tvoj, kao što ti je kazao, te ćeš davati u zajam mnogim narodima, a ni od koga nećeš uzimati u zajam, i vladaćeš mnogim narodima, a oni tobom neće vladati.
ὅτι Κύριος ὁ Θεός σου εὐλόγησέ σε, ὃν τρόπον ἐλάλησέ σοι, καὶ δανειεῖς ἔθνεσι πολλοῖς, σὺ δὲ οὐ δανειῇ, καὶ ἄρξεις ἐθνῶν πολλῶν, σοῦ δὲ οὐκ ἄρξουσιν.
Ako bude u tebe koji siromah između braće tvoje u kom mjestu tvom, u zemlji tvojoj, koju ti daje Gospod Bog tvoj, nemoj da ti se stvrdne srce tvoje i da stisneš ruku svoju bratu svojemu siromahu.
Ἐὰν δὲ γένηται ἐν σοὶ ἐνδεὴς ἐκ τῶν ἀδελφῶν σου ἐν μιᾷ τῶν πόλεών σου ἐν τῇ γῇ, ᾗ Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐκ ἀποστέρξεις τὴν καρδίαν σου οὐδ᾿ οὐ μὴ συσφίγξῃς τὴν χεῖρά σου ἀπὸ τοῦ ἀδελφοῦ σου τοῦ ἐπιδεομένου·
Nego otvori ruku svoju i pozajmi mu rado koliko mu god treba u potrebi njegovoj.
ἀνοίγων ἀνοίξεις τὰς χεῖράς σου αὐτῷ καὶ δάνειον δανειεῖς αὐτῷ ὅσον ἐπιδέεται, καθότι ἐνδεεῖται.
Čuvaj se da ne bude kakvo nevaljalstvo u srcu tvom, pa da rečeš: blizu je sedma godina, godina oprosna; i da oko tvoje ne bude zlo prema bratu tvojemu siromahu, pa da mu ne daš, a on zato da vapije ka Gospodu na te, i bude ti grijeh.
πρόσεχε σεαυτῷ, μὴ γένηται ρῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου ἀνόμημα λέγων· ἐγγίζει τό ἔτος τὸ ἕβδομον, ἔτος τῆς ἀφέσεως, καὶ πονηρεύσηται ὁ ὀφθαλμός σου τῷ ἀδελφῷ σου τῷ ἐπιδεομένῳ, καὶ οὐ δώσεις αὐτῷ, καὶ καταβοήσεται κατὰ σοῦ πρὸς Κύριον, καὶ ἔσται ἐν σοὶ ἁμαρτία μεγάλη.
Podaj mu, i neka ne žali srce tvoje kad mu daš; jer će za tu stvar blagosloviti tebe Gospod Bog tvoj u svakom poslu tvom i u svemu za što se prihvatiš rukom svojom.
διδοὺς δώσεις αὐτῷ καὶ δάνειον δανειεῖς αὐτῷ ὅσον ἐπιδέεται, καὶ οὐ λυπηθήσῃ τῇ καρδίᾳ σου διδόντος σου αὐτῷ, ὅτι διά τὸ ρῆμα τοῦτο εὐλογήσει σε Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς ἔργοις καὶ ἐν πᾶσιν, οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου·
Jer neće biti bez siromaha u zemlji; zato ti zapovijedam i kažem: otvoraj ruku svoju bratu svojemu, nevoljniku i siromahu svojemu u zemlji svojoj.
οὐ γὰρ μὴ ἐκλίπῃ ἐνδεὴς ἀπὸ τῆς γῆς σου. διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ρῆμα τοῦτο λέγων· ἀνοίγων ἀνοίξεις τὰς χεῖράς σου τῷ ἀδελφῷ σου τῷ πένητι καὶ τῷ ἐπιδεομένῳ τῷ ἐπὶ τῆς γῆς σου.
Ako ti se proda brat tvoj Jevrejin ili Jevrejka, neka ti služi šest godina, a sedme godine otpusti ga od sebe slobodna.
Ἐὰν δὲ πραθῇ σοι ὁ ἀδελφός σου ὁ Ἑβραῖος ἢ Ἑβραία, δουλεύσει σοι ἓξ ἔτη, καὶ τῷ ἑβδόμῳ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ.
A kad ga otpustiš od sebe slobodna, nemoj ga otpustiti prazna.
ὅταν δὲ ἐξαποστέλλῃς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ, οὐκ ἐξαποστελεῖς αὐτὸν κενόν·
Daruj ga čim između stoke svoje i s gumna svojega i iz kace svoje; podaj mu čim te je blagoslovio Gospod Bog tvoj.
ἐφόδιον ἐφοδιάσεις αὐτὸν ἀπὸ τῶν προβάτων σου καὶ ἀπὸ τοῦ σίτου σου καὶ ἀπὸ τοῦ οἴνου σου· καθὰ εὐλόγησέ σε Κύριος ὁ Θεός σου, δώσεις αὐτῷ.
I opominji se da si bio rob u zemlji Misirskoj i da te je izbavio Gospod Bog tvoj; zato ti ja zapovijedam ovo danas.
καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτου καὶ ἐλυτρώσατό σε Κύριος ὁ Θεός σου ἐκεῖθεν· διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ρῆμα τοῦτο.
Ako li ti reče: neću da idem od tebe, zato što te ljubi i dom tvoj, jer mu je dobro kod tebe,
ἐὰν δὲ λέγῃ πρός σε, οὐκ ἐξελεύσομαι ἀπὸ σοῦ, ὅτι ἠγάπηκέ σε καὶ τὴν οἰκίαν σου, ὅτι εὖ ἐστιν αὐτῷ παρὰ σοί,
Tada uzmi šilo i probuši mu uho na vratima, i biće ti sluga dovijeka; i sluškinji svojoj učini tako.
καὶ λήψῃ τὸ ὀπήτιον, καὶ τρυπήσεις τὸ ὠτίον αὐτοῦ πρὸς τὴν θύραν, καὶ ἔσται σοι οἰκέτης εἰς τὸν αἰῶνα· καὶ τὴν παιδίσκην σου ὡσαύτως ποιήσεις.
Nemoj da ti bude teško kad ga otpuštaš od sebe slobodna, jer je dvojinom onoliko koliko najamnik zaslužio u tebe za šest godina, da bi te blagoslovio Gospod Bog tvoj u svemu što radiš.
οὐ σκληρὸν ἔσται ἐναντίον σου ἐξαποστελλομένων αὐτῶν ἐλευθέρων ἀπὸ σοῦ, ὅτι ἐπέτειον μισθὸν τοῦ μισθωτοῦ ἐδούλευσέ σοι ἓξ ἔτη· καὶ εὐλογήσει σε Κύριος ὁ Θεός σου ἐν πᾶσιν, οἷς ἐὰν ποιῇς.
Sve prvence u stoci svojoj krupnoj i sitnoj što bude muško, posveti Gospodu Bogu svojemu; ne radi na prvencu od krave svoje, i ne strizi prvenca od ovaca svojih.
Πᾶν πρωτότοκον, ὃ ἐὰν τεχθῇ ἐν ταῖς βουσί σου καὶ ἐν τοῖς προβάτοις σου, τὰ ἀρσενικά, ἁγιάσεις Κυρίῳ τῷ Θεῷ σου· οὐκ ἐργᾷ ἐν τῷ πρωτοτόκῳ μόσχῳ σου καὶ οὐ μὴ κείρῃς τὰ πρωτότοκα τῶν προβάτων σου·
Pred Gospodom Bogom svojim jedi ih ti i porodica tvoja svake godine na mjestu koje izbere Gospod.
ἔναντι Κυρίου φαγῇ αὐτὸ ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ ἐν τῷ τόπῳ, ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου, σὺ καὶ ὁ οἶκός σου.
Ako li na njemu bude mana, ako bude hromo ili slijepo, ili koja god zla mana bude na njemu, ne kolji ga Gospodu Bogu svojemu.
ἐὰν δὲ ᾖ ἐν αὐτῷ μῶμος, χωλὸν ἢ τυφλὸν ἢ καὶ πᾶς μῶμος πονηρός, οὐ θύσεις αὐτὸ Κυρίῳ τῷ Θεῷ σου·
U svom mjestu pojedi ga; i čist i nečist neka jede kao srnu i jelena.
ἐν ταῖς πόλεσί σου φαγῇ αὐτό, ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ὡσαύτως ἔδεται ὡς δορκάδα ἢ ἔλαφον·
Samo krvi od njega ne jedi; prolij je na zemlju kao vodu.
πλὴν αἷμα οὐ φάγεσθε, ἐπὶ τὴν γῆν ἐκχεεῖς αὐτὸ ὡς ὕδωρ.