Ponovljeni zakon 12

1

Ovo su uredbe i zakoni koje ćete držati i tvoriti u zemlji koju ti je Gospod Bog otaca tvojih dao da je naslijediš, dokle ste god živi na zemlji.

ΚΑΙ ταῦτα τὰ προστάγματα καὶ αἱ κρίσεις, ἃς φυλάξετε τοῦ ποιεῖν ἐν τῇ γῇ, ἣν Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ πάσας τὰς ἡμέρας, ἃς ὑμεῖς ζῆτε ἐπὶ τῆς γῆς.

0
2

Raskopajte sasvijem sva mjesta u kojima su služili bogovima svojim narodi koje ćete naslijediti, po visokim brdima i po humovima i pod svakijem zelenijem drvetom.

ἀπωλείᾳ ἀπολεῖτε πάντας τοὺς τόπους, ἐν οἷς ἐλάτρευσαν ἐκεῖ τοῖς θεοῖς αὐτῶν, οὓς ὑμεῖς κληρονομεῖτε αὐτούς, ἐπὶ τῶν ὀρέων τῶν ὑψηλῶν καὶ ἐπὶ τῶν θινῶν καὶ ὑποκάτω δένδρου δασέος.

0
3

Oborite oltare njihove i razbijte likove njihove, i lugove njihove popalite ognjem, i rezane bogove njihove izlomite, i istrijebite ime njihovo iz onoga mjesta.

καὶ κατασκάψετε τοὺς βωμοὺς αὐτῶν καὶ συντρίψετε τὰς στήλας αὐτῶν καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτῶν ἐκ τοῦ τόπου ἐκείνου.

0
4

Ne činite tako Gospodu Bogu svojemu.

οὐ ποιήσετε οὕτω Κυρίῳ τῷ Θεῷ ὑμῶν,

0
5

Nego ga tražite u mjestu koje izbere Gospod Bog vaš između svijeh plemena vaših sebi za stan da ondje namjesti ime svoje, i onamo idite.

ἀλλ᾿ ἢ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐν μιᾷ τῶν πόλεων ὑμῶν ἐπονομάσαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ καὶ ἐπικληθῆναι, καὶ ἐκζητήσετε καὶ εἰσελεύσεσθε ἐκεῖ

0
6

Onamo nosite žrtve svoje paljenice i druge žrtve svoje i desetke svoje i prinose ruku svojih i zavjete svoje i dragovoljne prinose svoje i prvine od stoke svoje krupne i sitne.

καὶ οἴσετε ἐκεῖ τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ θυσιάσματα ὑμῶν καὶ τὰς ἀπαρχὰς ὑμῶν καὶ τὰς εὐχὰς ὑμῶν καὶ τὰ ἑκούσια ὑμῶν καὶ τὰς ὁμολογίας ὑμῶν, τὰ πρωτότοκα τῶν βοῶν ὑμῶν καὶ τῶν προβάτων ὑμῶν

0
7

I jedite ondje pred Gospodom Bogom svojim, i veselite se vi i porodice vaše svačim, za što se prihvatite rukom svojom, čim te blagoslovi Gospod Bog tvoj.

καὶ φάγεσθε ἐκεῖ ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν καὶ εὐφρανθήσεσθε ἐπὶ πᾶσιν, οὗ ἐὰν ἐπιβάλητε τὴν χεῖρα, ὑμεῖς καὶ οἱ οἶκοι ὑμῶν, καθότι εὐλόγησέ σε Κύριος ὁ Θεός σου.

0
8

Ne činite kako mi sada ovdje činimo, što je kome drago.

οὐ ποιήσετε πάντα ὅσα ἡμεῖς ποιοῦμεν ὧδε σήμερον, ἕκαστος τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ·

0
9

Jer još nijeste došli do odmora i našljedstva, koje ti daje Gospod Bog tvoj.

οὐ γὰρ ἥκατε ἕως τοῦ νῦν εἰς τὴν κατάπαυσιν καὶ εἰς τὴν κληρονομίαν ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν ὑμῖν.

0
10

Nego kad prijeđete preko Jordana, i stanete živjeti u zemlji koju vam daje Gospod Bog vaš da je naslijedite, i smiri vas od svijeh neprijatelja vaših unaokolo, te stanete živjeti bez straha,

καὶ διαβήσεσθε τὸν Ἰορδάνην, καὶ κατοικήσετε ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεὸς ἡμῶν κατακληρονομεῖ ὑμῖν, καὶ καταπαύσει ὑμᾶς ἀπὸ πάντων τῶν ἐχθρῶν ὑμῶν τῶν κύκλῳ, καὶ κατοικήσετε μετὰ ἀσφαλείας.

0
11

Onda u mjesto koje izbere Gospod Bog vaš da u njemu nastani ime svoje, donosite sve što vam ja zapovijedam, žrtve svoje paljenice i druge žrtve svoje, desetke svoje i prinose ruku svojih i sve što bude najbolje u onome što zavjetujete Gospodu.

καὶ ἔσται ὁ τόπος, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ἐκεῖ οἴσετε πάντα, ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ θυσιάσματα ὑμῶν καὶ τὰ ἐπιδέκατα ὑμῶν καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν καὶ πᾶν ἐκλεκτὸν τῶν δώρων ὑμῶν, ὅσα ἂν εὔξησθε Κυρίῳ τῷ Θεῷ ὑμῶν,

0
12

I veselite se pred Gospodom Bogom svojim vi i sinovi vaši i kćeri vaše i sluge vaše i sluškinje vaše, i Levit koji je u mjestu vašem, jer on nema dijela ni našljedstva s vama.

καὶ εὐφρανθήσεσθε ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν, ὑμεῖς καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ οἱ παῖδες ὑμῶν καὶ αἱ παιδίσκαι ὑμῶν καὶ ὁ Λευίτης ὁ ἐπὶ τῶν πυλῶν ὑμῶν, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μεθ᾿ ὑμῶν.

0
13

Čuvaj se da ne prinosiš žrtava svojih paljenica na kom god mjestu, koje ugledaš;

πρόσεχε σεαυτῷ, μὴ ἀνενέγκῃς τὰ ὁλοκαυτώματά σου ἐν παντὶ τόπῳ, οὗ ἐὰν ἴδῃς,

0
14

Nego na onom mjestu koje izbere Gospod Bog u jednom od tvojih plemena, ondje prinosi žrtve svoje paljenice, i ondje čini sve što ti zapovijedam.

ἀλλ᾿ ἢ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτὸν ἐν μιᾷ τῶν φυλῶν σου, ἐκεῖ ἀνοίσετε τὰ ὁλοκαυτώματα ὑμῶν καὶ ἐκεῖ ποιήσεις πάντα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον.

0
15

Ali ćeš moći klati i jesti meso kako ti duša zaželi u svakom mjestu svojem po blagoslovu Gospoda Boga svojega, koji ti da; čist i nečist može jesti kao srnu i jelena.

ἀλλ᾿ ἢ ἐν πάσῃ ἐπιθυμίᾳ σου θύσεις καὶ φαγῇ κρέα κατὰ τὴν εὐλογίαν Κυρίου τοῦ Θεοῦ σου, ἣν ἔδωκέ σοι ἐν πάσῃ πόλει· ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ἐπὶ τὸ αὐτὸ φάγεται αὐτό, ὡς δορκάδα ἢ ἔλαφον.

0
16

Samo krvi ne jedite; prolijte je na zemlju kao vodu.

πλὴν τὸ αἷμα οὐ φάγεσθε, ἐπὶ τὴν γῆν ἐκχεεῖτε αὐτὸ ὡς ὕδωρ

0
17

Nećeš moći jesti u mjestu svojem desetka od žita svojega ni od vina svojega ni od ulja svojega, ni prvina od stoke svoje krupne i sitne, ni onoga što zavjetuješ; ni prinosa dragovoljnijeh, ni prinosa ruku svojih.

οὐ δυνήσῃ φαγεῖν ἐν ταῖς πόλεσί σου τὸ ἐπιδέκατον τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου καὶ τῶν προβάτων σου καὶ πάσας τάς εὐχάς, ὅσας ἂν εὔξησθε, καὶ τὰς ὁμολογίας ὑμῶν καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν,

0
18

Nego to jedi pred Gospodom Bogom svojim na mjestu koje izbere Gospod Bog tvoj, ti i sin tvoj i kći tvoja i sluga tvoj i sluškinja tvoja, i Levit koji je u mjestu tvom; i veseli se pred Gospodom Bogom svojim svačim za što se prihvatiš rukom.

ἀλλ᾿ ἢ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου φαγῇ αὐτὸ ἐν τῷ τόπῳ, ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτῷ, σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου καὶ ὁ προσήλυτος ὁ ἐν ταῖς πόλεσιν ὑμῶν, καὶ εὐφρανθήσῃ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου ἐπὶ πάντα, οὗ ἐὰν ἐπιβάλῃς τὴν χεῖρά σου.

0
19

Čuvaj se da ne ostaviš Levita dok si god živ na zemlji.

πρόσεχε σεαυτῷ, μὴ ἐγκαταλίπῃς τὸν Λευίτην πάντα τὸν χρόνον, ὅσον ἂν ζῇς ἐπὶ τῆς γῆς.

0
20

Kad raširi Gospod Bog tvoj međe tvoje, kao što ti je kazao, ako rečeš: da jedem mesa, kad duša tvoja želi da jede mesa, jedi mesa po svoj želji duše svoje.

Ἐὰν δὲ ἐμπλατύνῃ Κύριος ὁ Θεός σου τὰ ὅριά σου, καθάπερ ἐλάλησέ σοι, καὶ ἐρεῖς· φάγομαι κρέα, ἐὰν ἐπιθυμήσῃ ἡ ψυχή σου ὥστε φαγεῖν κρέα, ἐν πάσῃ ἐπιθυμίᾳ τῆς ψυχῆς σου φαγῇ κρέα.

0
21

Ako bi bilo daleko od tebe mjesto koje Gospod Bog tvoj izbere da ondje namjesti ime svoje, zakolji od stoke svoje krupne ili sitne, koju ti da Gospod, kao što sam ti zapovjedio, i jedi u svom mjestu po svoj želji duše svoje.

ἐὰν δὲ μακρὰν ἀπέχῃ σου ὁ τόπος, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐκεῖ ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, καὶ θύσεις ἀπὸ τῶν βοῶν σου καὶ ἀπὸ τῶν προβάτων σου, ὧν ἂν δῷ ὁ Θεός σοι, ὃν τρόπον ἐνετειλάμην σοι καὶ φαγῇ ἐν ταῖς πόλεσί σου κατὰ τὴν ἐπιθυμίαν τῆς ψυχῆς σου·

0
22

Kako se jede srna i jelen, onako jedi; i čist i nečist neka jede.

ὡς ἔσθεται ἡ δορκὰς καὶ ἡ ἔλαφος, οὕτω φαγῇ αὐτό, ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ὡσαύτως ἔδεται.

0
23

Samo pazi da ne jedeš krvi; jer je krv duša, pa ne jedi duše s mesom.

πρόσεχε ἰσχυρῶς τοῦ μὴ φαγεῖν αἷμα, ὅτι τὸ αἷμα αὐτοῦ ψυχή· οὐ βρωθήσεται ψυχὴ μετὰ τῶν κρεῶν,

0
24

Ne jedi je; nego prolij na zemlju kao vodu.

οὐ φάγεσθε, ἐπὶ τὴν γῆν ἐκχεεῖτε αὐτὸ ὡς ὕδωρ·

0
25

Ne jedi je, da bi dobro bilo tebi i sinovima tvojim nakon tebe, kad činiš što je ugodno Gospodu.

οὐ φαγῇ αὐτό, ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου μετὰ σέ, ἐὰν ποιήσῃς τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον Κυρίου τοῦ Θεοῦ σου.

0
26

Ali stvari svoje svete, koje imaš, i što zavjetuješ, uzmi i dođi na mjesto koje izbere Gospod.

πλὴν τὰ ἅγιά σου, ἐὰν γένηταί σοι, καὶ τὰς εὐχάς σου λαβὼν ἥξεις εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ,

0
27

I prinesi žrtve svoje paljenice, meso i krv, na oltaru Gospoda Boga svojega; krv pak od drugih žrtava tvojih neka se prolije na oltar Gospoda Boga tvojega, a meso jedi.

καὶ ποιήσεις τὰ ὁλοκαυτώματά σου· τὰ κρέα ἀνοίσεις ἐπὶ τὸ θυσιαστήριον Κυρίου τοῦ Θεοῦ σου, τὸ δὲ αἷμα τῶν θυσιῶν σου προσχεεῖς πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου Κυρίου τοῦ Θεοῦ σου, τὰ δὲ κρέα φαγῇ.

0
28

Čuvaj i slušaj sve ove riječi koje ti ja zapovijedam, da bi dobro bilo tebi i sinovima tvojim nakon tebe dovijeka kad činiš što je dobro i pravo pred Gospodom Bogom tvojim.

φυλάσσου καὶ ἄκουε καὶ ποιήσεις πάντας τοὺς λόγους, οὓς ἐγὼ ἐντέλλομαί σοι, ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου δι᾿ αἰῶνος, ἐὰν ποιήσῃς τὸ ἀρεστὸν καὶ τὸ καλὸν ἐναντίον Κυρίου τοῦ Θεοῦ σου.

0
29

Kad istrijebi Gospod Bog tvoj ispred tebe narode ka kojima ideš da naslijediš zemlju njihovu, i naslijedivši je kad se nastaniš u zemlji njihovoj,

Ἐὰν δὲ ἐξολοθρεύσῃ Κύριος ὁ Θεός σου τὰ ἔθνη, εἰς οὓς εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι τὴν γῆν αὐτῶν, ἀπὸ προσώπου σου καὶ κατακληρονομήσῃς αὐτήν, καὶ κατοικήσῃς ἐν τῇ γῇ αὐτῶν,

0
30

Čuvaj se da se ne uhvatiš u zamku pošavši za njima pošto se potru ispred tebe, i da ne potražiš bogova njihovijeh, i rečeš: kako su ovi narodi služili svojim bogovima, tako ću i ja činiti.

πρόσεχε σεαυτῷ, μὴ ἐκζητήσῃς ἐπακολουθῆσαι αὐτοῖς μετὰ τὸ ἐξολοθρευθῆναι αὐτοὺς ἀπὸ προσώπου σου λέγων· πῶς ποιοῦσι τὰ ἔθνη ταῦτα τοῖς θεοῖς αὐτῶν, ποιήσω κἀγώ.

0
31

Ne čini tako Gospodu Bogu svojemu; jer oni činiše svojim bogovima sve što je gadno pred Gospodom i na što on mrzi; jer su i sinove svoje i kćeri svoje sažizali bogovima svojim.

οὐ ποιήσεις οὕτω τῷ Θεῷ σου· τὰ γὰρ βδελύγματα Κυρίου, ἃ ἐμίσησεν, ἐποίησαν ἐν τοῖς θεοῖς αὐτῶν, ὅτι τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν κατακαίουσιν ἐν πυρὶ τοῖς θεοῖς αὐτῶν.

0
32

Što vam god ja zapovijedam sve držite i tvorite, niti što dodajte k tome ni oduzmite od toga.

0