Osija 3

Stari zavet

1

Potom reče mi Gospod: idi opet, ljubi ženu koju ljubi ljubavnik a ona čini preljubu, kao što Gospod ljubi sinove Izrailjeve a oni gledaju za tuđim bogovima i ljube žbanove vinske.

ΚΑΙ εἶπε Κύριος πρός με· ἔτι πορεύθητι καὶ ἀγάπησον γυναῖκα ἀγαπῶσαν πονηρὰ καὶ μοιχαλίν, καθὼς ἀγαπᾷ ὁ Θεὸς τοὺς υἱοὺς Ἰσραὴλ καὶ αὐτοὶ ἀποβλέπουσιν ἐπὶ θεοὺς ἀλλοτρίους καὶ φιλοῦσι πέμματα μετὰ σταφίδων.

0
2

I kupih je za petnaest sikala srebra i gomor i po ječma.

καὶ ἐμισθωσάμην ἐμαυτῷ πεντεκαίδεκα ἀργυρίου καὶ γομὸρ κριθῶν καὶ νέβελ οἴνου

0
3

I rekoh joj: sjedi kod mene dugo vremena, i ne kurvaj se, i ne budi drugoga; tako ću i ja biti tvoj.

καὶ εἶπα πρὸς αὐτήν· ἡμέρας πολλὰς καθήσῃ ἐπ᾿ ἐμοὶ καὶ οὐ μὴ πορνεύσῃς, οὐδὲ μὴ γένῃ ἀνδρὶ ἑτέρῳ, καὶ ἐγὼ ἐπὶ σοί.

0
4

Jer će dugo vremena sinovi Izrailjevi sjedjeti bez cara i bez kneza i bez žrtve i bez stupa i bez oplećka i likova.

διότι ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ οὐκ ὄντος βασιλέως οὐδὲ ὄντος ἄρχοντος οὐδὲ οὔσης θυσίας οὐδὲ ὄντος θυσιαστηρίου οὐδὲ ἱερατείας οὐδὲ δήλων.

0
5

Poslije će se obratiti i tražiće Gospoda Boga svojega i Davida cara svojega, i u strahu će pristupiti ka Gospodu i blagosti njegovoj u pošljednja vremena.

καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐπιζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν καὶ Δαυὶδ τὸν βασιλέα αὐτῶν· καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν.

0