Mihej 7

Stari zavet

1

Teško meni! jer sam kao kad se obere ljetina, kao kad se pabirči poslije branja vinogradskoga; nema grozda za jelo, ranoga voća želi duša moja.

ΟΙΜΟΙ, ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμήτῳ, καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ, οὐχ ὑπάρχοντος βότρυος τοῦ φαγεῖν τὰ πρωτόγονα. οἴμοι, ψυχή,

0
2

Nesta pobožnoga sa zemlje i nema pravoga među ljudima, svi vrebaju krv, svaki lovi brata svojega mrežom.

ὅτι ἀπόλωλεν εὐσεβὴς ἀπὸ τῆς γῆς καὶ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει· πάντες εἰς αἵματα δικάζονται, ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν ἐκθλιβῇ,

0
3

Da čine zlo objema rukama što više mogu, ište knez; i sudija sudi za platu, i ko je velik govori opačinu duše svoje, i spleću je.

ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμάζουσιν. ὁ ἄρχων αἰτεῖ, καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησε, καταθύμιον ψυχῆς αὐτοῦ ἐστι. καὶ ἐξελοῦμαι τὰ ἀγαθὰ αὐτῶν

0
4

Najbolji je između njih kao trn, najpraviji je gori od trnjaka; dan stražara tvojih, pohođenje tvoje, dođe, sada će se smesti.

ὡς σὴς ἐκτρώγων καὶ βαδίζων ἐπὶ κανόνος ἐν ἡμέρᾳ σκοπιᾶς. οὐαὶ οὐαί, αἱ ἐκδικήσεις σου ἥκασι, νῦν ἔσονται κλαυθμοὶ αὐτῶν.

0
5

Ne vjerujte prijatelju, ne oslanjajte se na vođa; od one koja ti na krilu leži, čuvaj vrata usta svojih.

μὴ καταπιστεύετε ἐν φίλοις καὶ μὴ ἐλπίζετε ἐπὶ ἡγουμένοις, ἀπὸ τῆς συγκοίτου σου φύλαξαι τοῦ ἀναθέσθαι τι αὐτῇ·

0
6

Jer sin grdi oca, kći ustaje na mater svoju, snaha na svekrvu svoju, neprijatelji su čovjeku domašnji njegovi.

διότι υἱὸς ἀτιμάζει πατέρα, θυγάτηρ ἐπαναστήσεται ἐπὶ τὴν μητέρα αὐτῆς, νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς, ἐχθροὶ πάντες ἀνδρὸς οἱ ἐν τῷ οἴκῳ αὐτοῦ.

0
7

Ali ja ću Gospoda pogledati, čekaću Boga spasenja svojega; uslišiće me Bog moj.

Ἐγὼ δὲ ἐπὶ τὸν Κύριον ἐπιβλέψομαι, ὑπομενῶ ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου, εἰσακούσεταί μου ὁ Θεός μου.

0
8

Nemoj mi se radovati, neprijateljice moja; ako padoh, ustaću; ako sjedim u mraku, Gospod će mi biti vidjelo.

μὴ ἐπίχαιρέ μοι, ἡ ἐχθρά μου, ὅτι πέπτωκα· καὶ ἀναστήσομαι, διότι ἐὰν καθίσω ἐν τῷ σκότει, Κύριος φωτιεῖ μοι.

0
9

Podnosiću gnjev Gospodnji, jer mu zgriješih, dok ne raspravi parbu moju i da mi pravicu; izvešće me na vidjelo, vidjeću pravdu njegovu.

ὀργὴν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ, ἕως τοῦ δικαιῶσαι αὐτὸν τὴν δίκην μου· καὶ ποιήσει τὸ κρίμα μου καὶ ἐξάξει με εἰς τὸ φῶς. ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ,

0
10

Neprijateljica će moja vidjeti, i sram će je pokriti, koja mi govori: gdje je Gospod Bog tvoj? oči će je moje vidjeti; sada će se ona pogaziti kao blato na ulicama.

καὶ ὄψεται ἡ ἐχθρά μου καὶ περιβαλεῖται αἰσχύνην ἡ λέγουσα πρός με· ποῦ Κύριος ὁ Θεός σου; οἱ ὀφθαλμοί μου ἐπόψονται αὐτήν· νῦν ἔσται εἰς καταπάτημα ὡς πηλὸς ἐν ταῖς ὁδοῖς

0
11

U koje se vrijeme sazidaju zidovi tvoji, u to će vrijeme otići zapovijest nadaleko;

ἡμέρας ἀλοιφῆς πλίνθου. ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη, καὶ ἀποτρίψεται νόμιμά σου ἡ ἡμέρα ἐκείνη·

0
12

U to će vrijeme dolaziti k tebi od Asirske do tvrdijeh gradova, i od tvrdijeh gradova do rijeke, i od mora do mora, i od gore do gore.

καὶ αἱ πόλεις σου ἤξουσιν εἰς ὁμαλισμὸν καὶ εἰς διαμερισμὸν Ἀσσυρίων καὶ αἱ πόλεις σου αἱ ὀχυραὶ εἰς διαμερισμὸν ἀπὸ Τύρου ἕως τοῦ ποταμοῦ καὶ ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ὄρους ἕως τοῦ ὄρους·

0
13

A zemlja će biti pusta sa stanovnika svojih, za plod djela njihovijeh.

καὶ ἔσται ἡ γῆ εἰς ἀφανισμὸν σὺν τοῖς κατοικοῦσιν αὐτὴν ἀπὸ καρπῶν ἐπιτηδευμάτων αὐτῶν.

0
14

Pasi narod svoj s palicom svojom, stado našljedstva svojega, koje živi osamljeno u šumi, usred Karmila; neka pasu po Vasanu i po Galadu, kao u staro vrijeme.

Ποίμανε λαόν σου ἐν ράβδῳ σου, πρόβατα κληρονομίας σου, κατασκηνοῦντας καθ᾿ ἑαυτοὺς δρυμὸν ἐν μέσῳ τοῦ Καρμήλου· νεμήσονται τὴν Βασανῖτιν καὶ τὴν Γαλλαδῖτιν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος.

0
15

Kao u vrijeme kad si izašao iz zemlje Misirske pokazaću mu čudesa.

καὶ κατὰ τὰς ἡμέρας ἐξοδίας σου ἐξ Αἰγύπτου ὄψεσθε θαυμαστά.

0
16

Narodi će vidjeti, i postidjeće se od sve sile svoje; metnuće ruku na usta, uši će im zagluhnuti.

ὄψονται ἔθνη καὶ καταισχυνθήσονται ἐκ πάσης τῆς ἰσχύος αὐτῶν, ἐπιθήσουσι χεῖρας ἐπὶ τὸ στόμα αὐτῶν, τὰ ὦτα αὐτῶν ἀποκωφωθήσεται,

0
17

Lizaće prah kao zmija; kao bubine zemaljske drkćući ižlješće iz rupa svojih; pritrčaće uplašeni ka Gospodu Bogu našemu, i tebe će se bojati.

λείξουσι χοῦν ὡς ὄφεις σύροντες γῆν, συγχυθήσονται ἐν συγκλεισμῷ αὐτῶν· ἐπὶ τῷ Κυρίῳ Θεῷ ἡμῶν ἐκστήσονται καὶ φοβηθήσονται ἀπὸ σοῦ.

0
18

Ko je Bog kao ti? koji prašta bezakonje i prolazi prijestupe ostatku od našljedstva svojega, ne drži dovijeka gnjeva svojega, jer mu je mila milost.

τίς Θεὸς ὥσπερ σύ; ἐξαίρων ἀνομίας καὶ ὑπερβαίνων ἀσεβείας τοῖς καταλοίποις τῆς κληρονομίας αὐτοῦ καὶ οὐ συνέσχεν εἰς μαρτύριον ὀργήν αὐτοῦ, ὅτι θελητὴς ἐλέους ἐστίν.

0
19

Opet će se smilovati na nas; pogaziće naša bezakonja; bacićeš u dubine morske sve grijehe njihove.

αὐτὸς ἐπιστρέψει καὶ οἰκτειρήσει ἡμᾶς, καταδύσει τὰς ἀδικίας ἡμῶν καὶ ἀπορριφήσονται εἰς τὰ βάθη τῆς θαλάσσης, πάσας τὰς ἁμαρτίας ἡμῶν.

0
20

Pokazaćeš istinu Jakovu, milost Avramu, kako si se zakleo ocima našim u staro vrijeme.

δώσει εἰς ἀλήθειαν τῷ Ἰακώβ, ἔλεον τῷ Ἁβραάμ, καθότι ὤμοσας τοῖς πατράσιν ἡμῶν κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν.

0