Stari zavet
Ali će u pošljednja vremena biti utvrđena gora doma Gospodnjega navrh gora i uzvišena iznad humova, i narodi će se stjecati k njoj.
ΚΑΙ ἔσται ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος Κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ σπεύσουσι πρὸς αὐτὸ λαοί,
I ići će mnogi narodi govoreći: hodite, da idemo na goru Gospodnju i u dom Boga Jakovljeva, i učiće nas svojim putovima, i hodićemo njegovijem stazama; jer će iz Siona izaći zakon i riječ Gospodnja iz Jerusalima.
καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσι· δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ· ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ.
I sudiće među mnogim narodima, i pokaraće jake narode nadaleko, i oni će raskovati mačeve svoje na raonike, i koplja svoja na srpove; neće dizati mača narod na narod, niti će se više učiti ratu.
καὶ κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν καὶ ἐξελέγξει ἔθνη ἰσχυρὰ ἕως εἰς μακράν, καὶ κατακόψουσι τὰς ρομφαίας αὐτῶν εἰς ἄροτρα καὶ τὰ δόρατα αὐτῶν εἰς δρέπανα, καὶ οὐκέτι μὴ ἀντάρῃ ἔθνος ἐπ᾿ ἔθνος ρομφαίαν, καὶ οὐκέτι μὴ μάθωσι πολεμεῖν.
Nego će sjedjeti svaki pod svojom vinovom lozom i pod smokvom, i neće biti nikoga da ih plaši; jer usta Gospoda nad vojskama rekoše.
καὶ ἀναπαύσεται ἕκαστος ὑποκάτω ἀμπέλου αὐτοῦ καὶ ἕκαστος ὑποκάτω συκῆς αὐτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν, διότι τὸ στόμα Κυρίου παντοκράτορος ἐλάλησε ταῦτα.
Jer će svi narodi hoditi svaki u ime boga svojega; a mi ćemo hoditi u ime Gospoda Boga svojega uvijek i dovijeka.
ὅτι πάντες οἱ λαοὶ πορεύσονται ἕκαστος τὴν ὁδὸν αὐτοῦ, ἡμεῖς δὲ πορευσόμεθα ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν εἰς τὸν αἰῶνα καὶ ἐπέκεινα.
U to vrijeme, govori Gospod, sabraću hrome, i skupiću odagnane i kojima zlo učinih.
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, συνάξω τὴν συντετριμμένην καὶ τὴν ἐξωσμένην εἰσδέξομαι καὶ οὓς ἀπωσάμην·
I učiniću od hromijeh ostatak i od odagnanih silan narod; i Gospod će carovati nad njima na gori Sionu otsada i dovijeka.
καὶ θήσομαι τὴν συντετριμμένην εἰς ὑπόλειμμα καὶ τὴν ἀπωσμένην εἰς ἔθνος δυνατόν, καὶ βασιλεύσει Κύριος ἐπ᾿ αὐτοὺς ἐν ὄρει Σιὼν ἀπὸ τοῦ νῦν καὶ ἕως εἰς τὸν αἰῶνα.
I ti, kulo stadu, stijeno kćeri Sionskoj, tebi će doći, doći će prva vlast, carstvo kćeri Jerusalimske.
καὶ σὺ πύργος ποιμνίου αὐχμώδης, θύγατερ Σιών, ἐπὶ σὲ ἥξει καὶ εἰσελεύσεται ἡ ἀρχὴ ἡ πρώτη, βασιλεία ἐκ Βαβυλῶνος τῇ θυγατρὶ Ἱερουσαλήμ.
Zašto vičeš tako jako? nema li cara u tebi? eda li izgiboše tvoji savjetnici, te te obuzeše bolovi kao porodilju?
Καὶ νῦν ἱνατί ἔγνως κακά; μὴ βασιλεὺς οὐκ ἦν σοι; ἢ ἡ βουλή σου ἀπώλετο ὅτι κατεκράτησάν σου ὠδῖνες ὡς τικτούσης;
Muči se i viči, kćeri Sionska, kao porodilja, jer ćeš izaći iz grada i stanovaćeš u polju, i otići ćeš u Vavilon; ondje ćeš se osloboditi, ondje će te iskupiti Gospod iz ruku neprijatelja tvojih.
ὤδινε καὶ ἀνδρίζου καὶ ἔγγιζε, θύγατερ Σιών, ὡς τίκτουσα· διότι νῦν ἐξελεύσῃ ἐκ πόλεως καὶ κατασκηνώσεις ἐν πεδίῳ καὶ ἥξεις ἕως Βαβυλῶνος· ἐκεῖθεν ρύσεταί σε καὶ ἐκεῖθεν λυτρώσεταί σε Κύριος ὁ Θεός σου ἐκ χειρὸς ἐχθρῶν σου.
A sada se sabraše na te mnogi narodi govoreći: da se oskvrni, i da se oči naše nagledaju Siona.
καὶ νῦν ἐπισυνήχθησαν ἐπὶ σὲ ἔθνη πολλὰ οἱ λέγοντες· ἐπιχαρούμεθα, καὶ ἐπόψονται ἐπὶ Σιὼν οἱ ὀφθαλμοὶ ἡμῶν.
Ali ne znaju misli Gospodnjih, niti razumiju namjere njegove, jer ih je skupio kao snoplje na gumno.
αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὸν λογισμὸν Κυρίου καὶ οὐ συνῆκαν τὴν βουλὴν αὐτοῦ, ὅτι συνήγαγεν αὐτοὺς ὡς δράγματα ἅλωνος.
Ustani i vrsi, kćeri Sionska, jer ću ti načiniti rog gvozden, i kopita ću ti načiniti mjedena, te ćeš satrti mnoge narode, i posvetiću Gospodu blago njihovo i imanje njihovo Gospodu sve zemlje.
ἀνάστηθι, καὶ ἀλόα αὐτούς, θύγατερ Σιών, ὅτι τὰ κέρατά σου θήσομαι σιδηρᾶ καὶ τὰς ὁπλάς σου θήσομαι χαλκᾶς, καὶ κατατήξεις ἐν αὐτοῖς ἔθνη καὶ λεπτυνεῖς λαοὺς πολλοὺς καὶ ἀναθήσεις τῷ Κυρίῳ τὸ πλῆθος αὐτῶν καὶ τὴν ἰσχὺν αὐτῶν τῷ Κυρίῳ πάσης τῆς γῆς.