Levitski zakon 24

Stari zavet

1

Još reče Gospod Mojsiju govoreći:

ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·

0
2

Zapovjedi sinovima Izrailjevim neka ti donesu ulja maslinova čista, cijeđena, za vidjelo, da žišci gore vazda.

ἔντειλαι τοῖς υἱοῖς Ἰσραήλ, καὶ λαβέτωσάν σοι ἔλαιον ἐλάϊνον καθαρὸν κεκομμένον εἰς φῶς, καῦσαι λύχνον διὰ παντός.

0
3

Pred zavjesom svjedočanstva u šatoru od sastanka Aron će ih namještati da gore od večera do jutra pred Gospodom vazda zakonom vječnim od koljena do koljena.

ἔξωθεν τοῦ καταπετάσματος ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καύσουσιν αὐτὸ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἀπὸ ἑσπέρας ἕως πρωΐ ἐνώπιον Κυρίου ἐνδελεχῶς· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν.

0
4

Na svijetnjak čisti namještaće žiške pred Gospodom vazda.

ἐπὶ τῆς λυχνίας τῆς καθαρᾶς καύσετε τοὺς λύχνους ἐναντίον Κυρίου ἕως εἰς τὸ πρωΐ.

0
5

I uzmi bijeloga brašna, i ispeci dvanaest kolača, svaki kolač da bude od dvije desetine efe.

Καὶ λήψεσθε σεμίδαλιν καὶ ποιήσετε αὐτὴν δώδεκα ἄρτους, δύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἷς·

0
6

I postavi ih u dva reda, po šest u jedan red, na čistom stolu pred Gospodom.

καὶ ἐπιθήσετε αὐτοὺς δύο θέματα, ἓξ ἄρτους τὸ ἓν θέμα ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν ἔναντι Κυρίου.

0
7

I na svaki red metni kada čistoga, da bude za svaki hljeb spomen, žrtva ognjena Gospodu.

καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καθαρὸν καὶ ἅλα, καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τῷ Κυρίῳ.

0
8

Svake subote neka ih postavlja sveštenik pred Gospodom vazda uzimajući od sinova Izrailjevih zakonom vječnim.

τῇ ἡμέρᾳ τῶν σαββάτων προσθήσεται ἔναντι Κυρίου διὰ παντὸς ἐνώπιον τῶν υἱῶν Ἰσραήλ, διαθήκην αἰώνιον.

0
9

I biće Aronovi i sinova njegovijeh, koji će jesti na mjestu svetom, jer im je svetinja nad svetinjama od ognjenijeh žrtava Gospodnjih zakonom vječnim.

καὶ ἔσται Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ φάγονται αὐτὰ ἐν τόπῳ ἁγίῳ· ἔστι γὰρ ἅγια τῶν ἁγίων τοῦτο αὐτῶν ἀπὸ τῶν θυσιαζομένων τῷ Κυρίῳ, νόμιμον αἰώνιον.

0
10

A izađe sin jedne Izrailjke, kojemu je otac bio Misirac, među sinove Izrailjeve, i svadi se u okolu sin žene Izrailjke s nekim Izrailjcem.

Καὶ ἐξῆλθεν υἱὸς γυναικὸς Ἰσραηλίτιδος, καὶ οὗτος ἦν υἱὸς Αἰγυπτίου ἐν τοῖς υἱοῖς Ἰσραήλ, καὶ ἐμαχέσαντο ἐν τῇ παρεμβολῇ ὁ ἐκ τῆς Ἰσραηλίτιδος καὶ ὁ ἄνθρωπος ὁ Ἰσραηλίτης·

0
11

I psujući sin žene Izrailjke pohuli ime Božije, te ga dovedoše k Mojsiju; a mati mu bješe po imenu Salomita, kći Davrijina, od plemena Danova.

καὶ ἐπονομάσας ὁ υἱὸς τῆς γυναικὸς τῆς Ἰσραηλίτιδος τὸ ὄνομα κατηράσατο. καὶ ἤγαγον αὐτὸν πρὸς Μωυσῆν· καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαλωμεὶθ θυγάτηρ Δαβρεὶ ἐκ τῆς φυλῆς Δάν.

0
12

I metnuše ga u zatvor dokle im se kaže šta će činiti s njim po riječi Gospodnjoj.

καὶ ἀπέθεντο αὐτὸν εἰς φυλακὴν διακρῖναι αὐτὸν διὰ προστάγματος Κυρίου.

0
13

A Gospod reče Mojsiju govoreći:

καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·

0
14

Izvedi toga psovača napolje iz okola, i neka svi koji su čuli metnu ruke svoje na glavu njegovu, i neka ga sav narod zaspe kamenjem.

ἐξάγαγε τὸν καταρασάμενον ἔξω τῆς παρεμβολῆς, καὶ ἐπιθήσουσι πάντες οἱ ἀκούσαντες τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ λιθοβολήσουσιν αὐτὸν πᾶσα ἡ συναγωγή.

0
15

A sinovima Izrailjevim kaži i reci: ko bi god pohulio Boga svojega, nosiće grijeh svoj.

καὶ τοῖς υἱοῖς Ἰσραὴλ λάλησον καὶ ἐρεῖς πρὸς αὐτούς· ἄνθρωπος ὃς ἐὰν καταράσηται Θεόν, ἁμαρτίαν λήψεται·

0
16

Ko bi ružio ime Gospodnje, da se pogubi, sav narod da ga zaspe kamenjem; i došljak i domorodac koji bi ružio ime Gospodnje, da se pogubi.

ὀνομάζων δὲ τὸ ὄνομα Κυρίου, θανάτῳ θανατούσθω· λίθοις λιθοβολείτω αὐτὸν πᾶσα ἡ συναγωγὴ Ἰσραήλ· ἐάν τε προσήλυτος, ἐάν τε αὐτόχθων, ἐν τῷ ὀνομάσαι αὐτὸν τὸ ὄνομα Κυρίου, τελευτάτω.

0
17

I ko ubije čovjeka, da se pogubi.

καὶ ἄνθρωπος ὃς ἂν πατάξῃ ψυχὴν ἀνθρώπου καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω.

0
18

A ko ubije živinče, neka vrati drugo, živinče za živinče.

καὶ ὃς ἂν πατάξῃ κτῆνος καὶ ἀποθάνῃ, ἀποτισάτω ψυχὴν ἀντὶ ψυχῆς.

0
19

I ko rani bližnjega svojega, kako učini tako da mu bude:

καὶ ἐάν τις δῷ μῶμον τῷ πλησίον, ὡς ἐποίησεν αὐτῷ, ὡσαύτως ἀντιποιηθήσεται αὐτῷ·

0
20

Ulom za ulom, oko za oko, zub za zub; kako ošteti tijelo čovjeku, onako da mu se učini.

σύντριμμα ἀντὶ συντρίμματος, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ὀδόντα ἀντὶ ὀδόντος, καθότι ἂν δῷ μῶμον τῷ ἀνθρώπῳ, οὕτω δοθήσεται αὐτῷ.

0
21

Ko ubije živinče, da vrati drugo; ali ko ubije čovjeka, da se pogubi.

ὃς ἂν πατάξῃ ἄνθρωπον καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω·

0
22

Zakon da vam je jedan, došljaku da bude kao i rođenom u zemlji. Jer sam ja Gospod Bog vaš.

δικαίωσις μία ἔσται τῷ προσηλύτῳ καὶ τῷ ἐγχωρίῳ, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν.

0
23

I Mojsije kaza sinovima Izrailjevim, a oni izvedoše psovača napolje iz okola, i zasuše ga kamenjem; i učiniše sinovi Izrailjevi kako Gospod zapovjedi Mojsiju.

καὶ ἐλάλησε Μωυσῆς τοῖς υἱοῖς Ἰσραήλ, καὶ ἐξήγαγον τὸν καταρασάμενον ἔξω τῆς παρεμβολῆς καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις· καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐποίησαν καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ.

0