Levitski zakon 19

Stari zavet

1

Još reče Gospod Mojsiju govoreći:

ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·

0
2

Kaži svemu zboru sinova Izrailjevih, i reci im: budite sveti, jer sam ja svet, Gospod Bog vaš.

λάλησον τῇ συναγωγῇ τῶν υἱῶν Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· ἅγιοι ἔσεσθε, ὅτι ἅγιος ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.

0
3

Svaki da se boji matere svoje i oca svojega; i držite subote moje; ja sam Gospod Bog vaš.

ἕκαστος πατέρα αὐτοῦ καὶ μητέρα αὐτοῦ φοβείσθω, καὶ τὰ σάββατά μου φυλάξεσθε· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.

0
4

Ne obraćajte se k idolima, i bogova livenijeh ne gradite sebi; ja sam Gospod Bog vaš.

οὐκ ἐπακολουθήσετε εἰδώλοις καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσετε ὑμῖν· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.

0
5

A kad prinosite žrtvu zahvalnu Gospodu, prinosite je drage volje.

καὶ ἐὰν θύσητε θυσίαν σωτηρίου τῷ Κυρίῳ, δεκτὴν ὑμῶν θύσετε.

0
6

U koji je dan prinesete, neka se jede, i sjutradan; a što ostane do trećega dana, neka se ognjem sažeže.

ᾗ ἂν ἡμέρᾳ θύσετε, βρωθήσεται καὶ τῇ αὔριον· καὶ ἐὰν καταλειφθῇ ἕως ἡμέρας τρίτης, ἐν πυρὶ κατακαυθήσεται.

0
7

A ako bi se što jelo treći dan, gad je, neće biti ugodna.

ἐὰν δὲ βρώσει βρωθῇ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἄθυτόν ἐστιν, οὐ δεχθήσεται.

0
8

Ko bi je god jeo, nosiće svoje bezakonje, jer oskvrni svetinju Gospodu; zato će se istrijebiti ona duša iz naroda svojega.

ὁ δὲ ἔσθων αὐτὸ ἁμαρτίαν λήψεται, ὅτι τὰ ἅγια Κυρίου ἐβεβήλωσε· καὶ ἐξολοθρευθήσονται αἱ ψυχαὶ αἱ ἔσθουσαι ἐκ τοῦ λαοῦ αὐτῶν.

0
9

A kad žanjete rod zemlje svoje, nemoj požeti sasvijem njive svoje, niti pabirči po žetvi.

Καὶ ἐκθεριζόντων ὑμῶν τὸν θερισμὸν τῆς γῆς ὑμῶν, οὐ συντελέσετε τὸν θερισμὸν ὑμῶν τοῦ ἀγροῦ σου ἐκθερίσαι, καὶ τὰ ἀποπίπτοντα τοῦ θερισμοῦ σου οὐ συλλέξεις.

0
10

Ni vinograda svojega nemoj pabirčiti, i nemoj kupiti zrna koja padnu po vinogradu tvojem; nego ostavi siromahu i došljaku. Ja sam Gospod Bog vaš.

καὶ τὸν ἀμπελῶνά σου οὐκ ἐπανατρυγήσεις, οὐδὲ τὰς ρῶγας τοῦ ἀμπελῶνός σου συλλέξεις· τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ καταλείψεις αὐτά· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν.

0
11

Ne kradite; ne lažite i ne varajte bližnjega svojega.

Οὐ κλέψετε, οὐ ψεύσεσθε, οὐδὲ συκοφαντήσει ἕκαστος τὸν πλησίον.

0
12

Ne kunite se imenom mojim krivo; jer ćeš oskvrniti ime Boga svojega. Ja sam Gospod.

καὶ οὐκ ὀμεῖσθε τῷ ὀνόματί μου ἐπ᾿ ἀδίκῳ καὶ οὐ βεβηλώσετε τὸ ὄνομα τὸ ἅγιον τοῦ Θεοῦ ὑμῶν· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν.

0
13

Ne zakidaj bližnjega svojega i ne otimaj mu; plaća nadničarova da ne prenoći kod tebe do jutra.

οὐκ ἀδικήσεις τὸν πλησίον καὶ οὐχ ἁρπάσεις καὶ οὐ μὴ κοιμηθήσεται ὁ μισθὸς τοῦ μισθωτοῦ σου παρὰ σοὶ ἕως πρωΐ.

0
14

Nemoj psovati gluha, ni pred slijepca metati što da se spotakne; nego se boj Boga svojega; ja sam Gospod.

οὐ κακῶς ἐρεῖς κωφόν, καὶ ἀπέναντι τυφλοῦ οὐ προσθήσεις σκάνδαλον, καὶ φοβηθήσῃ Κύριον τὸν Θεόν σου· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν.

0
15

Ne činite nepravde na sudu, ne gledaj što je ko siromah, niti se povodi za bogatijem; pravo sudi bližnjemu svojemu.

Οὐ ποιήσετε ἄδικον ἐν κρίσει· οὐ λήψῃ πρόσωπον πτωχοῦ, οὐδὲ μὴ θαυμάσῃς πρόσωπον δυνάστου· ἐν δικαιοσύνῃ κρινεῖς τὸν πλησίον σου.

0
16

Ne idi kao opadač po narodu svojem, i ne ustaj na krv bližnjega svojega; ja sam Gospod.

οὐ πορεύσῃ δόλῳ ἐν τῷ ἔθνει σου, οὐκ ἐπιστήσῃ ἐφ᾿ αἷμα τοῦ πλησίον σου· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν.

0
17

Nemoj mrziti na brata svojega u srcu svojem; slobodno iskaraj bližnjega svojega, i nemoj trpjeti grijeha na njemu.

οὐ μισήσεις τὸν ἀδελφόν σου τῇ διανοίᾳ σου· ἐλεγμῷ ἐλέγξεις τὸν πλησίον σου καί οὐ λήψῃ δι᾿ αὐτὸν ἁμαρτίαν.

0
18

Ne budi osvetljiv, i ne nosi srdnje na sinove naroda svojega; nego ljubi bližnjega svojega kao sebe samoga; ja sam Gospod.

καὶ οὐκ ἐκδικᾶταί σου ἡ χείρ, καὶ οὐ μηνιεῖς τοῖς υἱοῖς τοῦ λαοῦ σου, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν· ἐγώ εἰμι Κύριος.

0
19

Uredbe moje držite; živinčeta svojega ne puštaj na živinče druge vrste; ne zasijevaj njive svoje dvojakim sjemenom, i ne oblači na se haljine od dvojakih stvari.

Τὸν νόμον μου φυλάξεσθε· τὰ κτήνη σου οὐ κατοχεύσεις ἑτεροζύγῳ, καὶ τὸν ἀμπελῶνά σου οὐ κατασπερεῖς διάφορον, καὶ ἱμάτιον ἐκ δύο ὑφασμένον κίβδηλον οὐκ ἐπιβαλεῖς σεαυτῷ.

0
20

Ako bi ko obležao robinju koja je isprošena ali nije otkupljena ni oslobođena, oboje da se šibaju, ali da se ne pogube; jer nije bila oslobođena.

Καὶ ἐάν τις κοιμηθῇ μετὰ γυναικὸς κοίτην σπέρματος, καὶ αὕτη ᾖ οἰκέτις διαπεφυλαγμένη ἀνθρώπῳ, καὶ αὐτὴ λύτροις οὐ λελύτρωται, ἢ ἐλευθερία οὐκ ἐδόθη αὐτῇ, ἐπισκοπὴ ἔσται αὐτοῖς, οὐκ ἀποθανοῦνται, ὅτι οὐκ ἀπηλευθερώθη.

0
21

I neka on prinese Gospodu žrtvu za prijestup svoj na vrata šatora od sastanka, ovna za prijestup.

καὶ προσάξει τῆς πλημμελείας αὐτοῦ τῷ Κυρίῳ παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου κριὸν πλημμελείας·

0
22

I neka ga očisti pred Gospodom sveštenik ovnom prinesenim za prijestup od grijeha koji je učinio; i oprostiće mu se grijeh njegov.

καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἐν τῷ κριῷ τῆς πλημμελείας ἔναντι Κυρίου περὶ τῆς ἁμαρτίας, ἧς ἥμαρτε, καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία, ἣν ἥμαρτεν.

0
23

A kad dođete u zemlju i nasadite svakojakoga voća, obrežite mu okrajak, rod njegov; tri godine neka vam je neobrezano, i ne jedite ga.

¨Οταν δὲ εἰσέλθητε εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς ὑμῶν δίδωσιν ὑμῖν, καὶ καταφυτεύσετε πᾶν ξύλον βρώσιμον καὶ περικαθαριεῖτε τὴν ἀκαθαρσίαν αὐτοῦ· ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ὑμῖν ἀπερικάθαρτος, οὐ βρωθήσεται.

0
24

A četvrte godine neka bude sav rod njegov posvećen u hvalu Gospodu.

καὶ τῷ ἔτει τῷ τετάρτῳ ἔσται πᾶς ὁ καρπὸς αὐτοῦ ἅγιος αἰνετὸς τῷ Κυρίῳ.

0
25

Pa tek pete godine jedite voće s njega, da bi vam se umnožio rod njegov. Ja sam Gospod Bog vaš.

ἐν δὲ τῷ ἔτει τῷ πέμπτῳ φάγεσθε τὸν καρπόν, πρόσθεμα ὑμῖν τὰ γενήματα αὐτοῦ· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν.

0
26

Ništa ne jedite s krvlju. Nemojte vračati, ni gatati po vremenu.

Μὴ ἔσθετε ἐπὶ τῶν ὀρέων καὶ οὐκ οἰωνιεῖσθε, οὐδὲ ὀρνιθοσκοπήσεσθε.

0
27

Ne strizite kose svoje uokrug, ni grdite brade svoje.

οὐ ποιήσετε σισόην ἐκ τῆς κόμης τῆς κεφαλῆς ὑμῶν, οὐδὲ φθερεῖτε τὴν ὄψιν τοῦ πώγωνος ὑμῶν.

0
28

Za mrtvacem ne režite tijela svojega, ni udarajte na se kakvih biljega. Ja sam Gospod.

καὶ ἐντομίδας οὐ ποιήσετε ἐπὶ ψυχῇ ἐν τῷ σώματι ὑμῶν καὶ γράμματα στικτὰ οὐ ποιήσετε ἐν ὑμῖν· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν.

0
29

Nemoj skvrniti kćeri svoje puštajući je da se kurva, da se ne bi zemlja prokurvala i napunila se bezakonja.

οὐ βεβηλώσεις τὴν θυγατέρα σου ἐκπορνεῦσαι αὐτὴν καὶ οὐκ ἐκπορνεύσει ἡ γῆ, καὶ ἡ γῆ πλησθήσεται ἀνομίας.

0
30

Držite subote moje, i svetinju moju poštujte. Ja sam Gospod.

Τὰ σάββατά μου φυλάξεσθε καὶ ἀπὸ τῶν ἁγίων μου φοβηθήσεσθε· ἐγώ εἰμι Κύριος.

0
31

Ne obraćajte se k vračarima i gatarima, niti ih pitajte, da se ne skvrnite o njih. Ja sam Gospod Bog vaš.

οὐκ ἐπακολουθήσετε ἐγγαστριμύθοις καὶ τοῖς ἐπαοιδοῖς οὐ προσκολληθήσεσθε, ἐκμιανθῆναι ἐν αὐτοῖς· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν.

0
32

Pred sijedom glavom ustani, i poštuj lice starčevo, i boj se Boga svojega. Ja sam Gospod.

ἀπὸ προσώπου πολιοῦ ἐξαναστήσῃ καὶ τιμήσεις πρόσωπον πρεσβυτέρου καὶ φοβηθήσῃ τὸν Θεόν σου· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν.

0
33

Ako je u tebe došljak u zemlji vašoj, ne čini mu krivo.

Ἐὰν δέ τις προσέλθῃ ὑμῖν προσήλυτος ἐν τῇ γῇ ὑμῶν, οὐ θλίψετε αὐτόν·

0
34

Ko je došljak među vama, neka vam bude kao onaj koji se rodio među vama, i ljubi ga kao sebe samoga; jer ste i vi bili došljaci u zemlji Misirskoj. Ja sam Gospod Bog vaš.

ὡς ὁ αὐτόχθων ἐν ὑμῖν ἔσται ὁ προσήλυτος ὁ προσπορευόμενος πρὸς ὑμᾶς, καὶ ἀγαπήσεις αὐτὸν ὡς σεαυτόν, ὅτι προσήλυτοι ἐγενήθητε ἐν γῇ Αἰγύπτῳ· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν.

0
35

Ne činite nepravde u sudu, ni mjerom za dužinu, ni mjerom za težinu, ni mjerom za stvari koje se sipaju.

οὐ ποιήσετε ἄδικον ἐν κρίσει, ἐν μέτροις καὶ ἐν σταθμοῖς καὶ ἐν ζυγοῖς.

0
36

Mjerila neka su vam prava, kamenje pravo, efa prava, in prav. Ja sam Gospod Bog vaš, koji sam vas izveo iz zemlje Misirske.

ζυγὰ δίκαια καὶ σταθμία δίκαια καὶ χοῦς δίκαιος ἔσται ἐν ὑμῖν· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν, ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου.

0
37

Držite dakle sve uredbe moje i sve zakone moje, i vršite ih. Ja sam Gospod.

Καὶ φυλάξεσθε πάντα τὸν νόμον μου καὶ πάντα τὰ προστάγματά μου καὶ ποιήσετε αὐτά· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν.

0