Levitski zakon 10

Stari zavet

1

A sinovi Aronovi Nadav i Avijud uzevši svaki svoju kadionicu metnuše oganj u njih i na oganj metnuše kad, i prinesoše pred Gospodom oganj tuđ, a to im ne bješe zapovjedio.

Καὶ λαβόντες οἱ δύο υἱοὶ Ἀαρὼν Ναδὰβ καὶ Ἀβιοὺδ ἕκαστος τὸ πυρεῖον αὐτοῦ ἐπέθηκαν ἐπ᾿ αὐτὸ πῦρ καὶ ἐπέβαλον ἐπ᾿ αὐτὸ θυμίαμα καὶ προσήνεγκαν ἔναντι Κυρίου πῦρ ἀλλότριον, ὃ οὐ προσέταξε Κύριος αὐτοῖς.

0
2

Tada dođe oganj od Gospoda i udari ih, te pogiboše pred Gospodom.

καὶ ἐξῆλθε πῦρ παρὰ Κυρίου καὶ κατέφαγεν αὐτούς, καὶ ἀπέθανον ἔναντι Κυρίου.

0
3

Tada reče Mojsije Aronu: to je što je kazao Gospod govoreći: u onima koji pristupaju k meni biću svet i pred cijelim narodom proslaviću se. A Aron oćutje.

καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρών· τοῦτό ἐστιν, ὃ εἶπε Κύριος λέγων· ἐν τοῖς ἐγγίζουσί μοι ἁγιασθήσομαι καὶ ἐν πάσῃ τῇ συναγωγῇ δοξασθήσομαι. καὶ κατενύχθη Ἀαρών.

0
4

A Mojsije pozva Misaila i Elisafana sinove Ozila strica Aronova, i reče im: hodite i iznesite braću svoju ispred svetinje napolje iz okola.

καὶ ἐκάλεσε Μωυσῆς τὸν Μισαδάη καὶ τὸν Ἐλισαφάν, υἱοὺς Ὀζιήλ, υἱοὺς τοῦ ἀδελφοῦ τοῦ πατρὸς Ἀαρών, καὶ εἶπεν αὐτοῖς· προσέλθατε καὶ ἄρατε τοὺς ἀδελφοὺς ὑμῶν ἐκ προσώπου τῶν ἁγίων ἔξω τῆς παρεμβολῆς.

0
5

I pristupiše i iznesoše ih u košuljama njihovijem napolje iz okola, kao što reče Mojsije.

καὶ προσῆλθον καὶ ᾖραν αὐτοὺς ἐν τοῖς χιτῶσιν αὐτῶν ἔξω τῆς παρεμβολῆς, ὃν τρόπον εἶπε Μωυσῆς.

0
6

Tada reče Mojsije Aronu i Eleazaru i Itamaru, sinovima njegovijem: nemojte otkrivati glava svojih, ni haljina svojih razdirati, da ne izginete i da se Gospod ne razgnjevi na sav zbor; nego braća vaša, sav rod Izrailjev, neka plače radi požara koji učini Gospod.

καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρὼν καὶ Ἐλεάζαρ καὶ Ἰθάμαρ τοὺς υἱοὺς αὐτοῦ τοὺς καταλελειμμένους· τὴν κεφαλὴν ὑμῶν οὐκ ἀποκιδαρώσετε καὶ τὰ ἱμάτια ὑμῶν οὐ διαρρήξετε, ἵνα μὴ ἀποθάνητε, καὶ ἐπὶ πᾶσαν τὴν συναγωγὴν ἔσται θυμός· οἱ δὲ ἀδελφοὶ ὑμῶν πᾶς ὁ οἶκος Ἰσραὴλ κλαύσονται τὸν ἐμπυρισμόν, ὃν ἐνεπυρίσθησαν ὑπὸ Κυρίου.

0
7

I s vrata šatora od sastanka nemojte izlaziti, da ne izginete, jer je na vama ulje pomazanja Gospodnjega. I učiniše po riječi Mojsijevoj.

καὶ ἀπὸ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου οὐκ ἐξελεύσεσθε, ἵνα μὴ ἀποθάνητε· τὸ ἔλαιον γὰρ τῆς χρίσεως τὸ παρὰ Κυρίου ἐφ᾿ ὑμῖν. καὶ ἐποίησαν κατὰ τὸ ρῆμα Μωυσῆ.

0
8

I Gospod reče Aronu govoreći:

Καὶ ἐλάλησε Κύριος τῷ Ἀαρών, λέγων·

0
9

Vina i silovita pića nemoj piti ti ni sinovi tvoji s tobom, kad ulazite u šator od sastanka da ne izginete. To neka vam je uredba vječna od koljena na koljeno.

οἶνον καὶ σίκερα οὐ πίεσθε, σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ, ἡνίκα ἐὰν εἰσπορεύησθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ἢ προσπορευομένων ὑμῶν πρὸς τὸ θυσιαστήριον, καὶ οὐ μὴ ἀποθάνητε (νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν)

0
10

Da biste mogli raspoznavati šta je sveto šta li nije, i šta je čisto šta li nečisto,

διαστεῖλαι ἀνὰ μέσον τῶν ἁγίων καὶ τῶν βεβήλων, καὶ ἀνὰ μέσον τῶν ἀκαθάρτων καὶ τῶν καθαρῶν.

0
11

I da biste učili sinove Izrailjeve svijem uredbama koje im je kazao Gospod preko Mojsija.

καὶ συμβιβάσεις τοὺς υἱοὺς Ἰσραὴλ ἅπαντα τὰ νόμιμα, ἃ ἐλάλησε Κύριος πρὸς αὐτοὺς διὰ χειρὸς Μωυσῆ.

0
12

A Mojsije reče Aronu i Eleazaru i Itamaru sinovima njegovijem koji ostaše: uzimajte dar što ostane od ognjenih žrtava Gospodnjih, i jedite s hljebom prijesnijem kod oltara; jer je svetinja nad svetinjama.

Καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρὼν καὶ πρὸς Ἐλεάζαρ καὶ Ἰθάμαρ τοὺς υἱοὺς Ἀαρὼν τοὺς καταλειφθέντας· λάβετε τὴν θυσίαν τὴν καταλειφθεῖσαν ἀπὸ τῶν καρπωμάτων Κυρίου, καὶ φάγεσθε ἄζυμα παρὰ τὸ θυσιαστήριον· ἅγια ἁγίων ἐστί.

0
13

Zato ćete ga jesti na svetom mjestu, jer je dio tvoj i dio sinova tvojih od ognjenih žrtava Gospodnjih; jer mi je tako zapovjeđeno.

καὶ φάγεσθε αὐτὴν ἐν τόπῳ ἁγίῳ· νόμιμον γάρ σοί ἐστι, καὶ νόμιμον τοῖς υἱοῖς σου τοῦτο ἀπὸ τῶν καρπωμάτων Κυρίου· οὕτω γὰρ ἐντέταλταί μοι.

0
14

A grudi od žrtve obrtane i pleće od žrtve podizane jedite na čistom mjestu, ti i sinovi tvoji i kćeri tvoje s tobom; jer je taj dio dan tebi i sinovima tvojim od zahvalnih žrtava sinova Izrailjevih.

καὶ τὸ στηθύνιον τοῦ ἀφορίσματος καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος φάγεσθε ἐν τόπῳ ἁγίῳ, σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἶκός σου μετὰ σοῦ· νόμιμον γὰρ σοὶ καὶ νόμιμον τοῖς υἱοῖς σου ἐδόθη ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου τῶν υἱῶν Ἰσραήλ.

0
15

Pleće od žrtve podizane i grudi od žrtve obrtane donosiće se sa salom što se sažiže, da se obrne tamo i amo pred Gospodom, i biće tvoje i sinova tvojih s tobom zakonom vječnijem, kao što je zapovjedio Gospod.

τὸν βραχίονα τοῦ ἀφαιρέματος καὶ τὸ στηθύνιον τοῦ ἀφορίσματος ἐπὶ τῶν καρπωμάτων τῶν στεάτων προσοίσουσιν, ἀφόρισμα ἀφορίσαι ἔναντι Κυρίου· καὶ ἔσται σοι καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσι σου μετὰ σοῦ νόμιμον αἰώνιον, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.

0
16

I Mojsije potraži jare za grijeh; ali gle, bješe izgorjelo; zato se razgnjevi na Eleazara i na Itamara sinove Aronove koji ostaše, i reče:

Καὶ τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας ζητῶν ἐξεζήτησε Μωυσῆς. καὶ ὅδε ἐνεπεπύριστο· καὶ ἐθυμώθη Μωυσῆς ἐπὶ Ἐλεάζαρ καὶ Ἰθάμαρ τοὺς υἱοὺς Ἀαρὼν τοὺς καταλελειμμένους, λέγων·

0
17

Zašto ne jedoste žrtve za grijeh na svetom mjestu? svetinja je nad svetinjama, i dade vam je Gospod da nosite grijeh svega zbora, da bi se očistili od grijeha pred Gospodom.

διατί οὐκ ἐφάγετε τὸ περὶ τῆς ἁμαρτίας ἐν τόπῳ ἁγίῳ; ὅτι γὰρ ἅγια ἁγίων ἐστί, τοῦτο ἔδωκεν ὑμῖν φαγεῖν, ἵνα ἀφέλητε τὴν ἁμαρτίαν τῆς συναγωγῆς καὶ ἐξιλάσησθε περὶ αὐτῶν ἔναντι Κυρίου·

0
18

A eto krv njezina nije unesena u svetinju; valjaše vam je jesti na svetom mjestu, kao što sam zapovjedio.

οὐ γὰρ εἰσήχθη τοῦ αἵματος αὐτοῦ εἰς τὸ ἅγιον· κατὰ πρόσωπον ἔσω φάγεσθε αὐτὸ ἐν τόπῳ ἁγίῳ, ὃν τρόπον μοι συνέταξε Κύριος.

0
19

Tada reče Aron Mojsiju: eto, danas prinesoše žrtvu svoju za grijeh i žrtvu svoju paljenicu pred Gospodom, i to mi se dogodi. A da sam danas jeo žrtve za grijeh, bi li bilo po volji Gospodu?

καὶ ἐλάλησεν Ἀαρὼν πρὸς Μωυσῆν, λέγων· εἰ σήμερον προσαγηόχασι τὰ περὶ τῆς ἁμαρτίας αὐτῶν καὶ τὰ ὁλοκαυτώματα αὐτῶν ἔναντι Κυρίου, καὶ συμβέβηκέ μοι τοιαῦτα· καὶ φάγομαι τὰ περί τῆς ἁμαρτίας σήμερον, μὴ ἀρεστὸν ἔσται Κυρίῳ;

0
20

Kad to ču Mojsije, prista na to.

καὶ ἤκουσε Μωυσῆς, καὶ ἤρεσεν αὐτῷ.

0