Knjiga brojeva 8

Stari zavet

1

I reče Gospod Mojsiju govoreći:

ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·

0
2

Kaži Aronu i reci mu: kad zapališ žiške, sedam žižaka neka svijetli sprijed na svijetnjaku.

λάλησον τῷ Ἀαρὼν καὶ ἐρεῖς πρὸς αὐτόν· ὅταν ἐπιτιθῇς τοὺς λύχνους, ἐκ μέρους κατὰ πρόσωπον τῆς λυχνίας φωτιοῦσιν οἱ ἑπτὰ λύχνοι.

0
3

I učini Aron tako, i zapali žiške da svijetle sprijed na svijetnjaku, kao što Gospod zapovjedi Mojsiju.

καὶ ἐποίησεν οὕτως Ἀαρών· ἐκ τοῦ ἑνὸς μέρους κατὰ πρόσωπον τῆς λυχνίας ἐξῆψε τοὺς λύχνους αὐτῆς, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ.

0
4

A svijetnjak bješe skovan od zlata, i stupac mu i cvijeće skovano; po prilici koju pokaza Gospod Mojsiju tako bješe načinio svijetnjak.

καὶ αὕτη ἡ κατασκευὴ τῆς λυχνίας· στερεὰ χρυσῆ, ὁ καυλὸς αὐτῆς καὶ τὰ κρίνα αὐτῆς, στερεὰ ὅλη· κατὰ τὸ εἶδος, ὃ ἔδειξε Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησε τὴν λυχνίαν.

0
5

Još reče Gospod Mojsiju govoreći:

Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·

0
6

Uzmi Levite između sinova Izrailjevijeh, i očisti ih.

λάβε τοὺς Λευίτας ἐκ μέσου υἱῶν Ἰσραὴλ καὶ ἀφαγνιεῖς αὐτούς.

0
7

A učini im ovo da ih očistiš: pokropi ih vodom očišćenja, a oni neka obriju sve tijelo svoje i operu haljine svoje, i očistiće se.

καὶ οὕτω ποιήσεις αὐτοῖς τὸν ἁγνισμὸν αὐτῶν· περιρρανεῖς αὐτοὺς ὕδωρ ἁγνισμοῦ, καὶ ἐπελεύσεται ξυρὸν ἐπὶ πᾶν τὸ σῶμα αὐτῶν, καὶ πλυνοῦσι τὰ ἱμάτια αὐτῶν, καὶ καθαροὶ ἔσονται.

0
8

Potom neka uzmu tele s darom uz njega, bijelim brašnom pomiješanim s uljem; i drugo tele uzmi za grijeh.

καὶ λήψονται μόσχον ἕνα ἐκ βοῶν καὶ τούτου θυσίαν σεμίδαλιν ἀναπεποιημένην ἐν ἐλαίῳ, καὶ μόσχον ἐνιαύσιον ἐκ βοῶν λήψῃ περὶ ἁμαρτίας.

0
9

Pa dovedi Levite pred šator od sastanka, i sazovi sav zbor sinova Izrailjevijeh.

καὶ προσάξεις τοὺς Λευίτας ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ συνάξεις πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ

0
10

I dovedi Levite pred Gospoda, i neka metnu sinovi Izrailjevi ruke svoje na Levite.

καὶ προσάξεις τοὺς Λευίτας ἔναντι Κυρίου, καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ἰσραὴλ τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς Λευίτας,

0
11

I Aron neka prinese Levite Gospodu za prinos od sinova Izrailjevijeh da vrše službu Gospodu.

καὶ ἀφοριεῖ Ἀαρὼν τοὺς Λευίτας ἀπόδομα ἔναντι Κυρίου παρὰ τῶν υἱῶν Ἰσραήλ, καὶ ἔσονται ὥστε ἐργάζεσθαι τὰ ἔργα Κυρίου.

0
12

A Leviti neka metnu ruke svoje na glave teocima, pa prinesi jedno tele za grijeh a drugo na žrtvu paljenicu Gospodu da se očiste Leviti.

οἱ δὲ Λευῖται ἐπιθήσουσι τὰς χεῖρας ἐπὶ τὰς κεφαλὰς τῶν μόσχων, καὶ ποιήσεις τὸν ἕνα περὶ ἁμαρτίας καὶ τὸν ἕνα εἰς ὁλοκαύτωμα Κυρίῳ ἐξιλάσασθαι περὶ αὐτῶν.

0
13

I postavi Levite pred Aronom i sinovima njegovijem, i prinesi ih za prinos Gospodu.

καὶ στήσεις τοὺς Λευίτας ἔναντι Κυρίου καὶ ἔναντι Ἀαρὼν καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ καὶ ἀποδώσεις αὐτοὺς ἀπόδομα ἔναντι Κυρίου·

0
14

I odvoj Levite između sinova Izrailjevijeh da budu moji Leviti.

καὶ διαστελεῖς τοὺς Λευίτας ἐκ μέσου υἱῶν Ἰσραήλ, καὶ ἔσονται ἐμοί.

0
15

A poslije neka dođu Leviti da služe u šatoru od sastanka, kad ih očistiš i prineseš za prinos.

καὶ μετὰ ταῦτα εἰσελεύσονται οἱ Λευῖται ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ καθαριεῖς αὐτοὺς καὶ ἀποδώσεις αὐτοὺς ἔναντι Κυρίου·

0
16

Jer su meni dani između sinova Izrailjevijeh; za sve što otvora matericu, za sve prvence između sinova Izrailjevijeh uzeh njih.

ὅτι ἀπόδομα ἀποδεδομένοι οὗτοί μοί εἰσιν ἐκ μέσου υἱῶν Ἰσραήλ· ἀντὶ τῶν διανοιγόντων πᾶσαν μήτραν πρωτοτόκων πάντων ἐκ τῶν υἱῶν Ἰσραὴλ εἴληφα αὐτοὺς ἐμοί.

0
17

Jer je moj svaki prvenac među sinovima Izrailjevijem i od ljudi i od stoke; onaj dan kad pobih sve prvence u zemlji Misirskoj, posvetio sam ih sebi.

ὅτι ἐμοὶ πᾶν πρωτότοκον ἐν υἱοῖς Ἰσραὴλ ἀπὸ ἀνθρώπων ἕως κτήνους· ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου, ἡγίασα αὐτοὺς ἐμοὶ

0
18

A Levite uzeh za sve prvence sinova Izrailjevijeh.

καὶ ἔλαβον τοὺς Λευίτας ἀντὶ παντὸς πρωτοτόκου ἐν υἱοῖς Ἰσραήλ.

0
19

I dadoh Levite na dar Aronu i sinovima njegovijem između sinova Izrailjevijeh, da služe mjesto sinova Izrailjevijeh u šatoru od sastanka, i da budu otkup za sinove Izrailjeve, da ne bi dolazio pomor na sinove Izrailjeve, kad bi pristupali k svetinji sinovi Izrailjevi.

καὶ ἀπέδωκα τοὺς Λευίτας ἀπόδομα δεδομένους Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ ἐκ μέσου υἱῶν Ἰσραὴλ ἐργάζεσθαι τὰ ἔργα τῶν υἱῶν Ἰσραὴλ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καὶ ἐξιλάσκεσθαι περὶ τῶν υἱῶν Ἰσραήλ, καὶ οὐκ ἔσται ἐν τοῖς υἱοῖς Ἰσραὴλ προσεγγίζων πρὸς τὰ ἅγια.

0
20

I učini Mojsije i Aron i sav zbor sinova Izrailjevijeh Levitima sve što zapovjedi Gospod Mojsiju za Levite, tako im učiniše sinovi Izrailjevi.

καὶ ἐποίησε Μωυσῆς καὶ Ἀαρὼν καὶ πᾶσα ἡ συναγωγὴ υἱῶν Ἰσραὴλ τοῖς Λευίταις καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ περὶ τῶν Λευιτῶν, οὕτως ἐποίησαν αὐτοῖς οἱ υἱοὶ Ἰσραήλ.

0
21

I očistiše se Leviti, i opraše haljine svoje, i prinese ih Aron za prinos pred Gospodom, i očisti ih Aron da bi bili čisti.

καὶ ἡγνίσαντο οἱ Λευῖται καὶ ἐπλύναντο τὰ ἱμάτια, καὶ ἀπέδωκεν αὐτοὺς Ἀαρὼν ἀπόδομα ἔναντι Κυρίου, καὶ ἐξιλάσατο περὶ αὐτῶν Ἀαρὼν ἀφαγνίσασθαι αὐτούς.

0
22

I onda tek pristupiše Leviti da vrše službu svoju u šatoru od sastanka pred Aronom i pred sinovima njegovijem; kao što zapovjedi Gospod Mojsiju za Levite, tako im učiniše.

καὶ μετὰ ταῦτα εἰσῆλθον οἱ Λευῖται λειτουργεῖν τὴν λειτουργίαν αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἔναντι Ἀαρὼν καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ· καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ περὶ τῶν Λευιτῶν, οὕτως ἐποίησαν αὐτοῖς.

0
23

I opet reče Gospod Mojsiju govoreći:

Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·

0
24

I ovo je za Levite: od dvadeset i pet godina i više neka stupaju u službu da služe u šatoru od sastanka.

τοῦτό ἐστι τὸ περὶ τῶν Λευιτῶν· ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω εἰσελεύσονται ἐνεργεῖν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου·

0
25

A kad kome bude pedeset godina, neka izlazi iz te službe i više neka ne služi.

καὶ ἀπὸ πεντηκονταετοῦς ἀποστήσεται ἀπὸ τῆς λειτουργίας καὶ οὐκ ἐργᾶται ἔτι.

0
26

Ali neka služi braći svojoj u šatoru od sastanka radeći što treba raditi, a sam neka ne vrši službe. Tako učini Levitima za poslove njihove.

καὶ λειτουργήσει ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου φυλάσσειν φυλακάς, ἔργα δὲ οὐκ ἐργᾶται. οὕτως ποιήσεις τοῖς Λευίταις ἐν ταῖς φυλακαῖς αὐτῶν.

0