Stari zavet
I reče Gospod Mojsiju govoreći:
ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
Zapovjedi sinovima Izrailjevijem neka istjeraju iz okola sve gubave i sve kojima teče sjeme i sve koji su se oskvrnili o mrtvaca,
πρόσταξον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐξαποστειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν καὶ πάντα γονορρυῆ καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχῇ·
Bio čovjek ili žena, istjerajte, iza okola istjerajte ih, da ne skvrne okola onima među kojima nastavam.
ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ ἐξαποστείλατε ἔξω τῆς παρεμβολῆς, καὶ οὐ μὴ μιανοῦσι τὰς παρεμβολὰς αὐτῶν, ἐν οἷς ἐγὼ καταγίνομαι ἐν αὐτοῖς.
I učiniše tako sinovi Izrailjevi, i istjeraše ih iz okola; kako Gospod kaza Mojsiju, tako učiniše sinovi Izrailjevi.
καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐξαπέστειλαν αὐτοὺς ἔξω τῆς παρεμβολῆς· καθὰ ἐλάλησε Κύριος Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ἰσραήλ.
Još reče Gospod Mojsiju govoreći:
καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
Reci sinovima Izrailjevijem: čovjek ili žena kad učini kakav grijeh ljudski, te zgriješi Gospodu, i bude ona duša kriva,
λάλησον τοῖς υἱοῖς Ἰσραὴλ λέγων· ἀνὴρ ἢ γυνή, ὅς τις ἂν ποιήσῃ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν τῶν ἀνθρωπίνων, καὶ παριδὼν παρίδῃ καὶ πλημμελήσῃ ἡ ψυχὴ ἐκείνη,
Tada neka priznadu grijeh koji su učinili, i ko je kriv neka vrati cijelo čim je kriv i neka dometne ozgo peti dio i da onomu kome je skrivio.
ἐξαγορεύσει τὴν ἁμαρτίαν, ἣν ἐποίησε, καὶ ἀποδώσει τὴν πλημμέλειαν τὸ κεφάλαιον καὶ τὸ ἐπίπεμπτον αὐτοῦ προσθήσει ἐπ' αὐτό, καὶ ἀποδώσει, τίνι ἐπλημμέλησεν αὐτῷ.
I ako onaj nema nikoga komu bi pripala naknada za štetu, neka se da Gospodu i neka bude svešteniku osim ovna za očišćenje kojim će ga očistiti.
ἐὰν δὲ μὴ ᾖ τῷ ἀνθρώπῳ ὁ ἀγχιστεύων, ὥστε ἀποδοῦναι αὐτῷ τὸ πλημμέλημα πρὸς αὐτόν, τὸ πλημμέλημα τὸ ἀποδιδόμενον Κυρίῳ τῷ ἱερεῖ ἔσται, πλὴν τοῦ κριοῦ τοῦ ἱλασμοῦ, δι' οὗ ἐξιλάσεται ἐν αὐτῷ περὶ αὐτοῦ.
Tako i svaki prinos između svijeh stvari koje posvećuju sinovi Izrailjevi i donose svešteniku, njegov neka bude;
καὶ πᾶσα ἀπαρχὴ κατὰ πάντα τὰ ἁγιαζόμενα ἐν υἱοῖς Ἰσραήλ, ὅσα ἐὰν προσφέρωσι Κυρίῳ, τῷ ἱερεῖ αὐτῷ ἔσται.
I što god ko posveti, neka je njegovo, i što god ko da svešteniku, neka je njegovo.
καὶ ἑκάστου τὰ ἡγιασμένα αὐτοῦ ἔσται· καὶ ἀνήρ, ὃς ἂν δῷ τῷ ἱερεῖ, αὐτῷ ἔσται.
Još reče Gospod Mojsiju govoreći:
Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
Kaži sinovima Izrailjevim i reci im: čija bi žena zastranila te bi mu zgriješila,
λάλησον τοῖς υἱοῖς Ἰσραήλ, καὶ ἐρεῖς πρὸς αὐτούς· ἀνδρὸς ἀνδρός, ἐὰν παραβῇ ἡ γυνὴ αὐτοῦ, καὶ ὑπεριδοῦσα παρίδῃ αὐτὸν
I drugi bi je obležao, a muž njezin ne bi znao, nego bi ona zatajila da se oskvrnila, i ne bi bilo svjedoka na nju, niti bi se zatekla,
καὶ κοιμηθῇ τις μετ' αὐτῆς κοίτην σπέρματος, καὶ λάθῃ ἐξ ὀφθαλμῶν τοῦ ἀνδρὸς αὐτῆς καὶ κρύψῃ, αὐτὴ δὲ ᾖ μεμιασμένη καὶ μάρτυς μὴ ἦν μετ' αὐτῆς, καὶ αὐτὴ μὴ ᾖ συνειλημμένη,
A njemu bi došla sumnja ljubavna, te bi iz ljubavi sumnjao na svoju ženu, a ona bi bila oskvrnjena; ili bi mu došla sumnja ljubavna te bi iz ljubavi sumnjao na svoju ženu, a ona ne bi bila oskvrnjena;
καὶ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, αὐτὴ δὲ μεμίανται, ἢ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, αὐτὴ δὲ μὴ ᾖ μεμιασμένη,
Onda neka muž dovede ženu svoju k svešteniku, i neka donese za nju prinos njezin, deseti dio efe brašna ječmenoga, ali neka ga ne polije uljem i neka ne metne na nj kada, jer je prinos za sumnju ljubavnu, dar za spomen da se spomene grijeh;
καὶ ἄξει ὁ ἄνθρωπος τὴν γυναῖκα αὐτοῦ πρὸς τὸν ἱερέα καὶ προσοίσει τὸ δῶρον περὶ αὐτῆς, τὸ δέκατον τοῦ οἰφὶ ἄλευρον κρίθινον, οὐκ ἐπιχεεῖ ἐπ' αὐτὸ ἔλαιον, οὐδὲ ἐπιθήσει ἐπ' αὐτὸ λίβανον· ἔστι γὰρ θυσία ζηλοτυπίας, θυσία μνημοσύνου, ἀναμιμνήσκουσα ἁμαρτίαν.
I neka je sveštenik privede i postavi pred Gospodom.
καὶ προσάξει αὐτὴν ὁ ἱερεὺς καὶ στήσει αὐτὴν ἔναντι Κυρίου,
I neka uzme sveštenik svete vode u sud zemljani; i praha s poda u šatoru neka uzme i uspe u vodu.
καὶ λήψεται ὁ ἱερεὺς ὕδωρ καθαρὸν ζῶν ἐν ἀγγείῳ ὀστρακίνῳ καὶ τῆς γῆς τῆς οὔσης ἐπὶ τοῦ ἐδάφους τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ λαβὼν ὁ ἱερεὺς ἐμβαλεῖ εἰς τὸ ὕδωρ.
I postavivši sveštenik ženu pred Gospodom neka joj otkrije glavu i metne joj na ruke dar za spomen koji je dar za sumnju ljubavnu; a sveštenik neka drži u ruci svojoj gorku vodu, koja nosi prokletstvo.
καὶ στήσει ὁ ἱερεὺς τὴν γυναῖκα ἔναντι Κυρίου καὶ ἀποκαλύψει τὴν κεφαλὴν τῆς γυναικὸς καὶ δώσει ἐπὶ τὰς χεῖρας αὐτῆς τὴν θυσίαν τοῦ μνημοσύνου, τὴν θυσίαν τῆς ζηλοτυπίας, ἐν δὲ τῇ χειρὶ τοῦ ἱερέως ἔσται τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου.
I neka sveštenik zakune ženu, i reče joj: ako nije niko spavao s tobom, i ako nijesi zastranila od muža svojega na nečistotu, neka ti ne bude ništa od ove vode gorke, koja nosi prokletstvo.
καὶ ὁρκιεῖ αὐτὴν ὁ ἱερεύς, καὶ ἐρεῖ τῇ γυναικί· εἰ μὴ κεκοίμηταί τις μετὰ σοῦ, εἰ μὴ παραβέβηκας μιανθῆναι ὑπὸ τὸν ἄνδρα τὸν σεαυτῆς, ἀθῴα ἴσθι ἀπὸ τοῦ ὕδατος τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου·
Ako li si zastranila od muža svojega i oskvrnila se, i kogod drugi osim muža tvojega spavao s tobom,
εἰ δὲ σὺ παραβέβηκας ὕπανδρος οὖσα, ἢ μεμίανσαι καὶ ἔδωκέ τις τὴν κοίτην αὐτοῦ ἐν σοί, πλὴν τοῦ ἀνδρός σου·
Tada sveštenik zaklinjući ženu neka je prokune i reče ženi: da te Gospod postavi za uklin i za kletvu u narodu tvom učinivši da ti bedro spadne a trbuh oteče.
καὶ ὁρκιεῖ ὁ ἱερεὺς τὴν γυναῖκα ἐν τοῖς ὅρκοις τῆς ἀρᾶς ταύτης, καὶ ἐρεῖ ὁ ἱερεὺς τῇ γυναικί· δῴη σε Κύριος ἐν ἀρᾷ καὶ ἐνόρκιον ἐν μέσῳ τοῦ λαοῦ σου, ἐν τῷ δοῦναι Κύριον τὸν μηρόν σου διαπεπτωκότα, καὶ τὴν κοιλίαν σου πεπρησμένην,
I neka ti ova voda prokleta uđe u crijeva da ti oteče trbuh i da ti bedro spadne. A žena neka reče: amin, amin.
καὶ εἰσελεύσεται τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦτο εἰς τὴν κοιλίαν σου πρῆσαι γαστέρα καὶ διαπεσεῖν μηρόν σου. καὶ ἐρεῖ ἡ γυνή· γένοιτο, γένοιτο.
Tada neka napiše sveštenik te kletve u knjigu, i neka ih spere vodom gorkom.
καὶ γράψει ὁ ἱερεὺς τὰς ἀρὰς ταύτας εἰς βιβλίον, καὶ ἐξαλείψει εἰς τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου.
I neka da ženi da se napije gorke vode proklete da uđe u nju voda prokleta i bude gorka.
καὶ ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου, καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦ ἐλεγμοῦ.
I neka uzme sveštenik iz ruku ženi dar za sumnju ljubavnu, i obrne dar pred Gospodom i prinese ga na oltaru.
καὶ λήψεται ὁ ἱερεὺς ἐκ χειρὸς τῆς γυναικὸς τὴν θυσίαν τῆς ζηλοτυπίας καὶ ἐπιθήσει τὴν θυσίαν ἔναντι Κυρίου καὶ προσοίσει αὐτὴν πρὸς τὸ θυσιαστήριον,
I neka uzme sveštenik u šaku od dara njezina spomen, i zapali na oltaru, pa onda neka da ženi vodu da popije.
καὶ δράξεται ὁ ἱερεὺς ἀπὸ τῆς θυσίας τὸ μνημόσυνον αὐτῆς καὶ ἀνοίσει αὐτὸ ἐπὶ τὸ θυσιαστήριον καὶ μετὰ ταῦτα ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ.
A kad joj da vodu da pije, ako se bude oskvrnila i učinila nevjeru mužu svojemu, onda će ući voda prokleta u nju i postaće gorka, i trbuh će joj oteći i spasti bedro, i ona će žena postati uklin u narodu svojem.
καὶ ἔσται, ἐὰν ᾖ μεμιασμένη καὶ λήθῃ λάθη τὸν ἄνδρα αὐτῆς, καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τὸ ἐπικαταρώμενον, καὶ πρησθήσεται τὴν κοιλίαν, καὶ διαπεσεῖται ὁ μηρὸς αὐτῆς, καὶ ἔσται ἡ γυνὴ εἰς ἀρὰν τῷ λαῷ αὐτῆς.
Ako li se ne bude oskvrnila žena, nego bude čista, neće joj biti ništa i imaće djece.
ἐὰν δὲ μὴ μιανθῇ ἡ γυνὴ καὶ καθαρὰ ᾖ, καὶ ἀθῴα ἔσται καὶ ἐκσπερματιεῖ σπέρμα.
Ovo je zakon za sumnju ljubavnu, kad žena zastrani od muža svojega i oskvrni se;
οὗτος ὁ νόμος τῆς ζηλοτυπίας, ᾧ ἂν παραβῇ ἡ γυνὴ ὕπανδρος οὖσα καὶ μιανθῇ·
Ili kad kome dođe sumnja ljubavna te posumnja iz ljubavi na ženu svoju i postavi je pred Gospodom i svrši joj sveštenik sve po ovom zakonu.
ἢ ἄνθρωπος, ᾧ ἐὰν ἐπέλθῃ ἐπ' αὐτὸν πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, καὶ στήσῃ τὴν γυναῖκα αὐτοῦ ἔναντι Κυρίου, καὶ ποιήσῃ αὐτῇ ὁ ἱερεὺς πάντα τὸν νόμον τοῦτον·
I muž da je prost od grijeha, ali žena da nosi svoje bezakonje.
καὶ ἀθῷος ἔσται ὁ ἄνθρωπος ἀπὸ ἁμαρτίας, καὶ ἡ γυνὴ ἐκείνη λήψεται τὴν ἁμαρτίαν αὐτῆς.