Stari zavet
Još reče Gospod Mojsiju govoreći:
ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
Zapovjedi sinovima Izrailjevijem i reci im: kad dođete u zemlju Hanansku, ta će vam zemlja pripasti u našljedstvo, zemlja Hananska s međama svojim.
ἔντειλαι τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· ὑμεῖς εἰσπορεύεσθε εἰς τὴν γῆν Χαναάν· αὕτη ἔσται ὑμῖν εἰς κληρονομίαν, γῆ Χαναὰν σὺν τοῖς ὁρίοις αὐτῆς.
Južni kraj da vam je od pustinje Sina, uz među Edomsku, i da vam je južna međa od brijega slanoga mora na istok;
καὶ ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς λίβα ἀπὸ ἐρήμου Σὶν ἕως ἐχόμενον Ἐδώμ, καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶν·
I ta međa neka se savije od juga k Akravimu i ide do Sina, i neka se pruži od juga preko Kadis-Varne, a otuda neka izide na selo Adar i ide do Aselmona;
καὶ κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ λιβὸς πρὸς ἀνάβασιν Ἀκραβὶν καὶ παρελεύσεται Σεννά, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ πρὸς λίβα Κάδης τοῦ Βαρνή. καὶ ἐξελεύσεται εἰς ἔπαυλιν Ἀρὰδ καὶ παρελεύσεται Ἀσεμωνᾶ·
Potom neka se savije ta međa od Aselmona do potoka Misirskoga i ide do mora.
καὶ κυκλώσει τὰ ὅρια ἀπὸ Ἀσεμωνᾶ χειμάρρουν Αἰγύπτου, καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσα.
A zapadna međa da vam bude veliko more; to da vam je zapadna međa.
καὶ τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῖν· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ, τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάσσης.
A sjeverna međa ovo da vam bude: od velikoga mora povucite sebi među do gore Ora;
καὶ τοῦτο ἔσται ὑμῖν τὰ ὅρια πρὸς βορρᾶν· ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης καταμετρήσετε ὑμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄρος·
A od gore Ora povucite sebi među kako se ide u Emat, i ta međa neka ide na Sedad;
καὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς εἰσπορευομένων εἰς Ἐμάθ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ τὰ ὅρια Σαραδάκ·
I neka ide ta međa do Zefrona, i kraj neka joj bude kod sela Enana; to da vam bude sjeverna međa.
καὶ ἐξελεύσεται τὰ ὅρια Δεφρωνά, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ Ἀρσεναΐν· τοῦτο ἔσται ὑμῖν ὅρια ἀπὸ βορρᾶ.
A s istoka povucite sebi među od sela Enana do Sefama;
καὶ καταμετρήσετε ὑμῖν αὐτοῖς τὰ ὅρια ἀνατολῶν ἀπὸ Ἀρσεναΐν Σεπφαμάρ·
A od Sefama neka ide ta međa k Rivli, s istoka Ainu, i neka ide dalje ta međa dokle dođe do mora Hinerota k istoku;
καὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπφάμ Ἀρβηλὰ ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς, καὶ καταβήσεται τὰ ὅρια Βηλὰ ἐπὶ νώτου θαλάσσης Χενερὲθ ἀπὸ ἀνατολῶν·
I neka se spusti ta međa ka Jordanu, i neka izađe na slano more. Ta će zemlja biti vaša s međama svojim unaokolo.
καὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν Ἰορδάνην, καὶ ἔσται ἡ διέξοδος θάλασσα ἡ ἁλυκή. αὕτη ἔσται ὑμῖν ἡ γῆ καὶ τὰ ὅρια αὐτῆς κύκλῳ.
I kaza Mojsije sinovima Izrailjevijem govoreći: to je zemlja koju ćete dobiti u našljedstvo ždrijebom, za koju je zapovjedio Gospod da je dobije devet plemena i po.
καὶ ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ λέγων· αὕτη ἡ γῆ, ἣν κατακληρονομήσετε αὐτὴν μετὰ κλήρου, ὃν τρόπον συνέταξε Κύριος δοῦναι αὐτὴν ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ·
Jer pleme sinova Ruvimovijeh po porodicama otaca svojih, i pleme sinova Gadovijeh po porodicama otaca svojih, i polovina plemena Manasijina primiše svoje našljedstvo.
ὅτι ἔλαβε φυλὴ υἱῶν Ρουβὴν καὶ φυλὴ υἱῶν Γὰδ κατ' οἴκους πατριῶν αὐτῶν, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἀπέλαβον τοὺς κλήρους αὐτῶν,
Ova dva plemena i po primiše našljedstvo svoje s ovu stranu Jordana prema Jerihonu s istočne strane.
δύο φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ Ἰορδάνου κατὰ Ἱεριχὼ ἀπὸ νότου κατὰ ἀνατολάς.
Opet reče Gospod Mojsiju govoreći:
Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
Ovo su imena ljudi koji će vam razdijeliti u našljedstvo zemlju: Eleazar sveštenik i Isus sin Navin.
ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν· Ἐλεάζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυή.
I po jednoga kneza iz svakoga plemena uzmite da dijeli zemlju.
καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήψεσθε κατακληρονομῆσαι ὑμῖν τὴν γῆν.
A ovo su imena tijeh ljudi: od plemena Judina Halev sin Jefonijin,
καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν· τῆς φυλῆς Ἰούδα Χάλεβ υἱὸς Ἰεφοννή·
Od plemena sinova Simeunovijeh Samuilo sin Emijudov,
τῆς φυλῆς Συμεὼν Σαλαμιὴλ υἱὸς Ἐμιούδ·
Od plemena Venijaminova Eldad sin Haslonov,
τῆς φυλῆς Βενιαμὶν Ἐλδὰδ υἱὸς Χασλών·
Od plemena sinova Danovijeh knez Vokor sin Jeklinov,
τῆς φυλῆς Δὰν ἄρχων Βακχὶρ υἱὸς Ἐγλί·
Od sinova Josifovijeh: od plemena sinova Manasijinih knez Anilo sin Sufidov,
τῶν υἱῶν Ἰωσὴφ φυλῆς υἱῶν Μανασσῆ ἄρχων Ἀνιὴλ υἱὸς Σουφί·
Od plemena sinova Jefremovijeh, knez Kamuilo sin Saftanov,
τῆς φυλῆς υἱῶν Ἐφραὶμ ἄρχων Καμουὴλ υἱὸς Σαβαθᾶν·
Od plemena sinova Zavulonovijeh knez Elisafan sin Harnahov,
τῆς φυλῆς Ζαβουλὼν ἄρχων Ἐλισαφὰν υἱὸς Φαρνάχ·
Od plemena sinova Isaharovijeh knez Faltilo sin Ozainov,
τῆς φυλῆς υἱῶν Ἰσσάχαρ ἄρχων Φαλτιὴλ υἱὸς Ὀζᾶ·
Od plemena sinova Asirovijeh knez Ahior sin Selemijin,
τῆς φυλῆς υἱῶν Ἀσὴρ ἄρχων Ἀχιὼρ υἱὸς Σελεμί·
I od plemena Neftalimova knez Fadailo sin Amijudov.
τῆς φυλῆς Νεφθαλὶ ἄρχων Φαδαὴλ υἱὸς Ἰαμιούδ.
Ovima zapovjedi Gospod da razdijele našljedstvo sinovima Izrailjevijem u zemlji Hananskoj.
τούτοις ἐνετείλατο Κύριος καταμερίσαι τοῖς υἱοῖς Ἰσραὴλ ἐν γῇ Χαναάν.