Knjiga brojeva 23

Stari zavet

1

I reče Valam Valaku: načini mi ovdje sedam oltara, i pripravi mi ovdje sedam telaca i sedam ovnova.

ΚΑΙ εἶπε Βαλαὰμ τῷ Βαλάκ· οἰκοδόμησόν μοι ἐνταῦθα ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ἐνταῦθα ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς.

0
2

I učini Valak kako mu reče Valam; i prinese Valak s Valamom na svakom oltaru po jedno tele i ovna.

καὶ ἐποίησε Βαλὰκ ὃν τρόπον εἶπεν αὐτῷ Βαλαάμ, καὶ ἀνήνεγκε μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.

0
3

Pa reče Valam Valaku: stoj kod svoje žrtve paljenice; a ja idem eda bih se sreo s Gospodom, pa što mi javi kazaću ti. I on otide sam.

καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ· παράστηθι ἐπὶ τῆς θυσίας σου, καὶ πορεύσομαι εἴ μοι φανεῖται ὁ Θεὸς ἐν συναντήσει, καὶ ρῆμα, ὃ ἐάν μοι δείξῃ, ἀναγγελῶ σοι. καὶ παρέστη Βαλὰκ ἐπὶ τῆς θυσίας αὐτοῦ, καὶ Βαλαὰμ ἐπορεύθη ἐπερωτῆσαι τὸν Θεὸν καὶ ἐπορεύθη εὐθεῖαν.

0
4

I srete Bog Valama, a on mu reče: sedam oltara spremih, i prinesoh po tele i ovna na svakom oltaru.

καὶ ἐφάνη ὁ Θεὸς τῷ Βαλαάμ, καὶ εἶπε πρὸς αὐτὸν Βαλαάμ· τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.

0
5

A Gospod metnu riječi u usta Valamu, i reče: vrati se k Valaku i tako mu reci.

καὶ ἐνέβαλεν ὁ Θεὸς ρῆμα εἰς τὸ στόμα Βαλαὰμ καὶ εἶπεν· ἐπιστραφεὶς πρὸς Βαλὰκ οὕτω λαλήσεις.

0
6

I vrati se k njemu, a on stajaše kod žrtve svoje paljenice i svi knezovi Moavski.

καὶ ἀπεστράφη πρὸς αὐτόν, καὶ ὅδε ἐφειστήκει ἐπὶ τῶν ὁλοκαυτωμάτων αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωὰβ μετ' αὐτοῦ. καὶ ἐγενήθη πνεῦμα Θεοῦ ἐπ' αὐτῷ,

0
7

A on otvori priču svoju, i reče: iz Arama dovede me Valak car Moavski s planine istočne, govoreći: hodi, prokuni mi Jakova, hodi, naruži Izrailja.

καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ἐκ Μεσοποταμίας μετεπέμψατό με Βαλάκ, βασιλεὺς Μωάβ, ἐξ ὀρέων ἀπ' ἀνατολῶν λέγων· δεῦρο ἄρασαί μοι τὸν Ἰακὼβ καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν Ἰσραήλ.

0
8

Kako bih kleo onoga koga ne kune Bog? ili kako bih ružio onoga koga Gospod ne ruži?

τί ἀράσωμαι ὃν μὴ ἀρᾶται Κύριος, ἢ τί καταράσωμαι ὃν μὴ καταρᾶται ὁ Θεός;

0
9

Jer svrh stijena vidim ga, i s humova gledam ga. Gle, ovaj će narod nastavati sam, i s drugim narodima neće se pomiješati.

ὅτι ἀπὸ κορυφῆς ὀρέων ὄψομαι αὐτὸν καὶ ἀπὸ βουνῶν προσνοήσω αὐτόν. ἰδοὺ λαὸς μόνος κατοικήσει καὶ ἐν ἔθνεσιν οὐ συλλογισθήσεται.

0
10

Ko će izbrojiti prah Jakovljev i broj od četvrti Izrailja? Da bih ja umro smrću pravedničkom, i kraj moj da bi bio kao njihov!

τίς ἐξηκριβάσατο τὸ σπέρμα Ἰακώβ, καὶ τίς ἐξαριθμήσεται δήμους Ἰσραήλ; ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων, καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων.

0
11

Tada reče Valak Valamu: šta to radiš od mene? Ja te dozvah da prokuneš neprijatelje moje, a gle, ti blagosiljaš jednako.

καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· τί πεποίηκάς μοι; εἰς κατάρασιν ἐχθρῶν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλόγηκας εὐλογίαν.

0
12

A on odgovori i reče: zar neću paziti i govoriti ono što mi je Gospod metnuo u usta?

καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ· οὐχὶ ὅσα ἂν ἐμβάλῃ ὁ Θεὸς εἰς τὸ στόμα μου, τοῦτο φυλάξω λαλῆσαι;

0
13

Tada mu reče Valak: hodi sa mnom na drugo mjesto, odakle ćeš ga vidjeti; samo mu kraj vidiš, a svega ga ne vidiš; prokuni mi ga odande.

Καὶ εἶπε πρὸς αὐτὸν Βαλάκ· δεῦρο ἔτι μετ' ἐμοῦ εἰς τόπον ἄλλον, ἐξ οὗ οὐκ ὄψει αὐτὸν ἐκεῖθεν, ἀλλ' ἢ μέρος τι αὐτοῦ ὄψει, πάντας δὲ οὐ μὴ ἴδῃς, καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν.

0
14

I dovede ga u polje Zofim, navrh Fazge, i načini sedam oltara, i prinese na svakom oltaru po jedno tele i ovna.

καὶ παρέλαβεν αὐτὸν εἰς ἀγροῦ σκοπιὰν ἐπὶ κορυφὴν λελαξευμένου καὶ ᾠκοδόμησεν ἐκεῖ ἑπτὰ βωμοὺς καὶ ἀνεβίβασε μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.

0
15

Tada Valam reče Valaku: stoj tu kod žrtve svoje paljenice, a ja idem onamo na susret Gospodu.

καὶ εἶπε Βαλαὰμ πρός Βαλάκ· παράστηθι ἐπὶ τῆς θυσίας σου, ἐγὼ δὲ πορεύσομαι ἐπερωτῆσαι τὸν Θεόν.

0
16

I srete Gospod Valama, i metnu mu riječ u usta, i reče: vrati se k Valaku, i tako govori.

καὶ συνήντησεν ὁ Θεὸς τῷ Βαλαὰμ καὶ ἐνέβαλε ρῆμα εἰς τὸ στόμα αὐτοῦ καὶ εἶπεν· ἀποστράφηθι πρὸς Βαλὰκ καὶ τάδε λαλήσεις.

0
17

I dođe k njemu, a on stajaše kod žrtve svoje paljenice i s njim knezovi Moavski; i reče Valak: šta veli Gospod?

καὶ ἀπεστράφη πρὸς αὐτόν, καὶ ὅδε ἐφειστήκει ἐπὶ τῆς ὁλοκαυτώσεως αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωὰβ μετ' αὐτοῦ. καὶ εἶπεν αὐτῷ Βαλάκ· τί ἐλάλησε Κύριος;

0
18

A on otvori priču svoju, i reče: ustani Valače, i poslušaj, čuj me sine Seforov!

καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ἀνάστηθι Βαλάκ, καὶ ἄκουε· ἐνώτισαι μάρτυς, υἱὸς Σεπφώρ.

0
19

Bog nije čovjek da laže, ni sin čovječji da se pokaje. Što kaže neće li učiniti, i što reče neće li izvršiti?

οὐχ ὡς ἄνθρωπος ὁ Θεὸς διαρτηθῆναι, οὐδ' ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι· αὐτὸς εἴπας, οὐχὶ ποιήσει; λαλήσει, καὶ οὐχὶ ἐμμενεῖ;

0
20

Gle, primih da blagoslovim; jer je on blagoslovio, a ja neću poreći.

ἰδοὺ εὐλογεῖν παρείλημμαι· εὐλογήσω καὶ οὐ μὴ ἀποστρέψω.

0
21

Ne gleda na bezakonje u Jakovu ni na nevaljalstvo u Izrailju; Gospod je njegov s njim, i graja u njemu kao car kad nadvlada.

οὐκ ἔσται μόχθος ἐν Ἰακώβ, οὐδὲ ὀφθήσεται πόνος ἐν Ἰσραήλ· Κύριος ὁ Θεὸς αὐτοῦ μετ' αὐτοῦ, τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτῷ·

0
22

Bog ga je izveo iz Misira, on mu je kao snaga jednorogova.

Θεὸς ὁ ἐξαγαγὼν αὐτοὺς ἐξ Αἰγύπτου· ὡς δόξα μονοκέρωτος αὐτῷ.

0
23

Jer nema čini na Jakova ni vračanja na Izrailja; u ovo doba govoriće se o Jakovu i o Izrailju, što je učinio Bog.

οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ἰακώβ, οὐδὲ μαντεία ἐν Ἰσραήλ· κατὰ καιρὸν ρηθήσεται Ἰακὼβ καὶ τῷ Ἰσραήλ, τί ἐπιτελέσει ὁ Θεός.

0
24

Evo, narod će ustati kao silan lav, i kao lavić skočiće; neće leći dokle ne pojede lova i popije krvi pobijenijeh.

ἰδοὺ λαὸς ὡς σκύμνος ἀναστήσεται καὶ ὡς λέων γαυρωθήσεται· οὐ κοιμηθήσεται, ἕως φάγῃ θήραν, καὶ αἷμα τραυματιῶν πίεται.

0
25

Tada reče Valak Valamu: nemoj ga ni kleti ni blagosiljati.

καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· οὔτε κατάραις καταράσῃ μοι αὐτὸν οὔτε εὐλογῶν μὴ εὐλογήσῃς αὐτόν.

0
26

A Valam odgovori Valaku: nijesam li ti kazao da ću činiti što mi god Gospod kaže?

καὶ ἀποκριθεὶς Βαλαὰμ εἶπε τῷ Βαλάκ· οὐκ ἐλάλησά σοι λέγων, τὸ ρῆμα, ὃ ἐὰν λαλήσῃ ὁ Θεός, τοῦτο ποιήσω;

0
27

A Valak reče Valamu: hodi, odvešću te na drugo mjesto; da ako Bogu bude volja da mi ga odande prokuneš.

Καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· δεῦρο παραλάβω σε εἰς τόπον ἄλλον, εἰ ἀρέσει τῷ Θεῷ, καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν.

0
28

I odvede Valak Valama navrh Fegora, koji gleda u pustinju.

καὶ παρέλαβε Βαλὰκ τὸν Βαλαὰμ ἐπὶ κορυφὴν τοῦ Φογὼρ τὸ παρατεῖνον εἰς τὴν ἔρημον.

0
29

I reče Valam Valaku: načini mi ovdje sedam oltara, i pripravi mi ovdje sedam telaca i sedam ovnova.

καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ· οἰκοδόμησόν μοι ὧδε ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ὧδε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς.

0
30

I učini Valak kako reče Valam i prinese žrtvu po tele i ovna na svakom oltaru.

καὶ ἐποίησε Βαλὰκ καθάπερ εἶπεν αὐτῷ Βαλαάμ, καὶ ἀνήνεγκε μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.

0