Stari zavet
Potom reče Gospod Mojsiju i Aronu govoreći:
ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων·
Sinovi Izrailjevi neka staju u oko svaki kod svoje zastave sa znakom doma otaca svojih, prema šatoru od sastanka unaokolo.
ἄνθρωπος ἐχόμενος αὐτοῦ κατὰ τάγμα, κατὰ σημαίας, κατ' οἴκους πατριῶν αὐτῶν, παρεμβαλλέτωσαν οἱ υἱοὶ Ἰσραήλ· ἐναντίοι κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ.
S istoka neka staje u oko zastava vojske Judine po četama svojim s vojvodom sinova Judinijeh Nasonom sinom Aminadavovim;
καὶ οἱ παρεμβάλλοντες πρῶτοι κατὰ ἀνατολάς, τάγμα παρεμβολῆς Ἰούδα σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἰούδα, Ναασσὼν υἱὸς Ἀμιναδάβ·
A u vojsci njegovoj sedamdeset i četiri tisuće i šest stotina izbrojenijeh.
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι.
A do njega neka staje u oko pleme Isaharovo s vojvodom sinova Isaharovijeh Natanailom sinom Sogarovijem;
καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ἰσσάχαρ, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἰσσάχαρ, Ναθαναὴλ υἱὸς Σωγάρ·
A u vojsci njegovoj pedeset i četiri tisuće i četiri stotine izbrojenijeh.
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
Pa onda pleme Zavulonovo s vojvodom sinova Zavulonovijeh Elijavom sinom Helonovijem;
καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ζαβουλών, καὶ ὁ ἄρχων τῶν υἱῶν Ζαβουλών, Ἑλιὰβ υἱὸς Χαιλών·
A u vojsci njegovoj pedeset i sedam tisuća i četiri stotine izbrojenijeh.
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
Svega izbrojenijeh u vojsci Judinoj sto i osamdeset i šest tisuća i četiri stotine po četama njihovijem. Oni neka idu naprijed.
πάντες οἱ ἐπεσκεμμένοι ἐκ τῆς παρεμβολῆς Ἰούδα ἑκατὸν ὀγδοήκοντα χιλιάδες καὶ ἑξακισχίλιοι καὶ τετρακόσιοι, σὺν δυνάμει αὐτῶν πρῶτοι ἐξαιροῦσι.
A zastava vojske Ruvimove po četama svojim neka bude s juga, s vojvodom sinova Ruvimovijeh Elisurom sinom Sedijurovijem;
τάγμα παρεμβολῆς Ρουβὴν πρὸς λίβα δύναμις αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ρουβήν, Ἑλισοὺρ υἱὸς Σεδιούρ·
A u vojsci njegovoj četrdeset i šest tisuća i pet stotina izbrojenijeh.
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
A do njega neka staje u oko pleme Simeunovo s vojvodom sinova Simeunovijeh Salamilom sinom Surisadajevim;
καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Συμεών, καὶ ὁ ἄρχων τῶν υἱῶν Συμεών, Σαλαμιὴλ υἱὸς Σουρισαδαί·
A u vojsci njegovoj pedeset i devet tisuća i tri stotine izbrojenijeh.
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι.
Pa onda pleme Gadovo s vojvodom sinova Gadovijeh Elisafom sinom Raguilovim;
καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Γάδ, καὶ ὁ ἄρχων τῶν υἱῶν Γάδ, Ἑλισὰφ υἱὸς Ραγουήλ·
A u vojsci njegovoj četrdeset i pet tisuća i šest stotina i pedeset izbrojenijeh.
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα.
A svega izbrojenijeh u vojsci Ruvimovoj sto i pedeset i jedna tisuća i četiri stotine i pedeset po četama njihovijem. I oni neka idu drugi.
πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Ρουβήν, ἑκατὸν πεντήκοντα μία χιλιάδες καὶ τετρακόσιοι καὶ πεντήκοντα, σὺν δυνάμει αὐτῶν δεύτεροι ἐξαροῦσι.
Potom neka ide šator od sastanka s vojskom sinova Levijevih usred ostale vojske; kako u oko staju tako neka i idu, svaki svojim redom pod svojom zastavom.
καὶ ἀρθήσεται ἡ σκηνὴ τοῦ μαρτυρίου καὶ ἡ παρεμβολὴ τῶν Λευιτῶν μέσον τῶν παρεμβολῶν· ὡς καὶ παρεμβαλοῦσιν, οὕτω καὶ ἐξαροῦσιν ἕκαστος ἐχόμενος καθ' ἡγεμονίας.
Zastava vojske Jefremove po četama svojim neka bude sa zapada, s vojvodom sinova Jefremovijeh Elisamom sinom Emijudovim;
Τάγμα παρεμβολῆς Ἐφραὶμ παρὰ θάλασσαν σὺν δυνάμει αὐτῶν καὶ ὁ ἄρχων τῶν υἱῶν Ἐφραίμ, Ἐλισαμὰ υἱὸς Ἐμιούδ·
A u vojsci njegovoj četrdeset tisuća i pet stotina izbrojenijeh.
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
A do njega pleme Manasijino s vojvodom sinova Manasijinih Gamalilom, sinom Fadasurovim;
καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Μανασσῆ, καὶ ὁ ἄρχων τῶν υἱῶν Μανασσῆ, Γαμαλιὴλ υἱὸς Φαδασσούρ·
A u njegovoj vojsci trideset i dvije tisuće i dvjesta izbrojenijeh.
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι.
Pa onda pleme Venijaminovo s vojvodom sinova Venijaminovijeh Avidanom sinom Gadeonijevim;
καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Βενιαμίν, καὶ ὁ ἄρχων τῶν υἱῶν Βενιαμίν, Ἀβιδὰν υἱὸς Γαδεωνί·
A u vojsci njegovoj trideset i pet tisuća i četiri stotine izbrojenih.
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι.
A svega izbrojenijeh u vojsci Jefremovoj sto i osam tisuća i sto po četama njihovijem. I oni neka idu treći.
πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Ἐφραίμ, ἑκατὸν χιλιάδες καὶ ὀκτακισχίλιοι καὶ ἑκατόν, σὺν δυνάμει αὐτῶν τρίτοι ἐξαροῦσι.
Zastava vojske Danove po četama svojim neka bude sa sjevera s vojvodom sinova Danovijeh Ahijezerom sinom Amisadajevim;
Τάγμα παρεμβολῆς Δὰν πρὸς βορρᾶν σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Δάν, Ἀχιέζερ υἱὸς Ἀμισαδαί·
A u vojsci njegovoj šezdeset i dvije tisuće i sedam stotina izbrojenih.
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι.
A do njega neka staje u oko pleme Asirovo s vojvodom sinova Asirovijeh Fagailom sinom Ehranovijem;
καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλὴ Ἀσήρ, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἀσήρ, Φαγεὴλ υἱὸς Ἐχράν·
A u vojsci njegovoj četrdeset i jedna tisuća i pet stotina izbrojenijeh.
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
Za njima pleme Neftalimovo s vojvodom sinova Neftalimovijeh Ahirejem sinom Enanovijem;
καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Νεφθαλί, καὶ ὁ ἄρχων τῶν υἱῶν Νεφθαλί, Ἀχιρὲ υἱὸς Αἰνάν·
A u njegovoj vojsci pedeset i tri tisuće i četiri stotine izbrojenijeh.
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
A svega izbrojenijeh u vojsci Danovoj sto i pedeset i sedam tisuća i šest stotina. I oni neka idu najposlije uza zastave svoje.
πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Δὰν ἑκατὸν καὶ πεντηκονταεπτὰ χιλιάδες καὶ ἑξακόσιοι· ἔσχατοι ἐξαροῦσι κατὰ τάγμα αὐτῶν.
To su sinovi Izrailjevi koji biše izbrojeni po domovima otaca svojih. Svega izbrojenijeh u cijeloj vojsci po četama njihovijem šest stotina i tri tisuće i pet stotina i pedeset.
αὕτη ἡ ἐπίσκεψις τῶν υἱῶν Ἰσραὴλ κατ' οἴκους πατριῶν αὐτῶν· πᾶσα ἡ ἐπίσκεψις τῶν παρεμβολῶν σὺν ταῖς δυνάμεσιν αὐτῶν, ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι πεντακόσιοι πεντήκοντα.
Ali Leviti ne biše brojeni među sinove Izrailjeve, kao što Gospod bješe zapovjedio Mojsiju.
οἱ δὲ Λευῖται οὐ συνεπεσκέπησαν ἐν αὐτοῖς, καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ.
I učiniše sinovi Izrailjevi sve; kako zapovjedi Gospod Mojsiju, tako stajahu u oko, i tako iđahu svaki po porodici svojoj i po domu otaca svojih.
καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ πάντα, ὅσα συνέταξε Κύριος τῷ Μωυσῇ· οὕτω παρενέβαλον κατὰ τάγμα αὐτῶν καὶ οὕτως ἐξῇρον, ἕκαστος ἐχόμενοι κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν.