Knjiga brojeva 18

Stari zavet

1

A Gospod reče Aronu: ti i sinovi tvoji i dom oca tvojega s tobom nosite grijehe o svetinju; ti i sinovi tvoji s tobom nosite grijehe sveštenstva svojega.

ΚΑΙ εἶπε Κύριος πρὸς Ἀαρὼν λέγων· σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἶκος τοῦ πατρός σου λήψεσθε τὰς ἁμαρτίας τῶν ἁγίων, καὶ σὺ καὶ οἱ υἱοί σου λήψεσθε τὰς ἁμαρτίας τῆς ἱερατείας ὑμῶν.

0
2

I braću svoju, pleme Levijevo, pleme oca svojega uzmi k sebi da budu uza te i služe ti; a ti ćeš i sinovi tvoji s tobom služiti pred šatorom od sastanka.

καὶ τοὺς ἀδελφούς σου, φυλὴν Λευί, δῆμον τοῦ πατρός σου, προσαγάγου πρὸς σεαυτόν, καὶ προστεθήτωσάν σοι καὶ λειτουργείτωσάν σοι, καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου.

0
3

Neka dobro slušaju zapovijesti tvoje i rade što treba u svem šatoru; ali k sudovima od svetinje k oltaru neka ne pristupaju, da ne izginu i oni i vi.

καὶ φυλάξονται τὰς φυλακάς σου καὶ τὰς φυλακὰς τῆς σκηνῆς, πλὴν πρὸς τὰ σκεύη τὰ ἅγια καὶ πρὸς τὸ θυσιαστήριον οὐ προσελεύσονται, καὶ οὐκ ἀποθανοῦνται καὶ οὗτοι καὶ ὑμεῖς.

0
4

Neka budu dakle uza te, i neka rade sve što treba u šatoru od sastanka u svakoj službi u njemu; ali niko drugi da ne pristupi s vama.

καὶ προστεθήσονται πρὸς σὲ καὶ φυλάξονται τὰς φυλακὰς τῆς σκηνῆς τοῦ μαρτυρίου κατὰ πάσας τὰς λειτουργίας τῆς σκηνῆς· καὶ ὁ ἀλλογενὴς οὐ προσελεύσεται πρὸς σέ.

0
5

A vi radite što treba u svetinji i što treba na oltaru, da više ne dođe gnjev na sinove Izrailjeve.

καὶ φυλάξεσθε τὰς φυλακὰς τῶν ἁγίων καὶ τὰς φυλακὰς τοῦ θυσιαστηρίου, καὶ οὐκ ἔσται θυμὸς ἐν τοῖς υἱοῖς Ἰσραήλ.

0
6

Jer evo ja uzeh braću vašu Levite između sinova Izrailjevijeh, i vama su dani na dar za Gospoda, da vrše službu u šatoru od sastanka.

καὶ ἐγὼ εἴληφα τοὺς ἀδελφοὺς ὑμῶν τοὺς Λευίτας ἐκ μέσου τῶν υἱῶν Ἰσραὴλ δόμα δεδομένον Κυρίῳ, λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς τοῦ μαρτυρίου·

0
7

A ti i sinovi tvoji s tobom vršite svešteničku službu svoju u svemu što pripada k oltaru i što biva iza zavjesa, i služite; sveštenstvo darovah vam, zato ko bi drugi pristupio, da se pogubi.

καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ διατηρήσετε τὴν ἱερατείαν ὑμῶν, κατὰ πάντα τρόπον τοῦ θυσιαστηρίου καὶ τὸ ἔνδοθεν τοῦ καταπετάσματος καὶ λειτουργήσετε τὰς λειτουργίας δόμα τῆς ἱερατείας ὑμῶν· καὶ ὁ ἀλλογενὴς ὁ προσπορευόμενος ἀποθανεῖται.

0
8

Još reče Gospod Aronu: evo, dajem ti i prinose svoje što se u vis podižu, između svijeh stvari koje posvećuju sinovi Izrailjevi dajem ih tebi radi pomazanja i sinovima tvojim zakonom vječnim.

Καὶ ἐλάλησε Κύριος πρὸς Ἀαρών· καὶ ἰδοὺ ἐγὼ δέδωκα ὑμῖν τὴν διατήρησιν τῶν ἀπαρχῶν· ἀπὸ πάντων τῶν ἡγιασμένων μοι παρὰ τῶν υἱῶν Ἰσραὴλ σοὶ δέδωκα αὐτὰ εἰς γέρας καὶ τοῖς υἱοῖς σου μετὰ σὲ νόμιμον αἰώνιον.

0
9

To neka je tvoje od stvari posvećenijeh, koje se ne sažižu; svaki prinos njihov između svijeh darova njihovijeh i između svijeh prinosa za grijeh i svijeh prinosa za krivicu, koje mi donesu, svetinja nad svetinjama da je tvoja i sinova tvojih.

καὶ τοῦτο ἔστω ὑμῖν ἀπὸ τῶν ἡγιασμένων ἁγίων τῶν καρπωμάτων, ἀπὸ πάντων τῶν δώρων αὐτῶν καὶ ἀπὸ πάντων τῶν θυσιασμάτων αὐτῶν καὶ ἀπὸ πάσης πλημμελείας αὐτῶν καὶ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν, ὅσα ἀποδιδόασί μοι ἀπὸ πάντων τῶν ἁγίων, σοὶ ἔσται καί τοῖς υἱοῖς σου.

0
10

U svetinji ga jedi, sve muškinje neka ga jede, sveta stvar da ti je.

ἐν τῷ ἁγίῳ τῶν ἁγίων φάγεσθε αὐτά· πᾶν ἀρσενικὸν φάγεται αὐτά, σὺ καὶ οἱ υἱοί σου· ἅγια ἔσται σοι.

0
11

Tvoje su dakle žrtve darova njihovijeh koje se u vis podižu; i svaku žrtvu sinova Izrailjevijeh koja se obrće tebi dajem i sinovima tvojim i kćerima tvojim s tobom zakonom vječnim; ko je god čist u domu tvojem, neka jede.

καὶ τοῦτο ἔσται ὑμῖν ἀπαρχὴ δομάτων αὐτῶν· ἀπὸ πάντων τῶν ἐπιθεμάτων τῶν υἱῶν Ἰσραὴλ σοὶ δέδωκα αὐτὰ καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσι σου μετὰ σοῦ, νόμιμον αἰώνιον· πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά.

0
12

Najbolje od ulja i najbolje od vina i žita, prvine koje daju Gospodu, tebi dajem.

πᾶσα ἀπαρχὴ ἐλαίου καὶ πᾶσα ἀπαρχὴ οἴνου καὶ σίτου, ἀπαρχὴ αὐτῶν, ὅσα ἂν δῶσι τῷ Κυρίῳ, σοὶ δέδωκα αὐτά.

0
13

Prvine od svega što rodi u zemlji njihovoj, koje donesu Gospodu, tvoje neka budu; ko je god čist u domu tvojem neka jede.

τὰ πρωτογεννήματα πάντα, ὅσα ἐν τῇ γῇ αὐτῶν, ὅσα ἂν ἐνέγκωσι Κυρίῳ, σοὶ ἔσται· πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά.

0
14

Sve zavjetovano Bogu i Izrailju, tvoje neka je.

πᾶν ἀνατεθεματισμένον ἐν υἱοῖς Ἰσραὴλ σοὶ ἔσται.

0
15

Što god otvora matericu između svakoga tijela koje prinose Gospodu, i između ljudi i između stoke, tvoje da bude; ali prvenac čovječji neka se otkupljuje; i prvenac nečiste stoke neka se otkupljuje.

καὶ πᾶν διανοῖγον μήτραν ἀπὸ πάσης σαρκός, ὅσα προσφέρουσι Κυρίῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους, σοὶ ἔσται· ἀλλ' ἢ λύτροις λυτρωθήσεται τὰ πρωτότοκα τῶν ἀνθρώπων, καὶ τὰ πρωτότοκα τῶν κτηνῶν τῶν ἀκαθάρτων λυτρώσῃ.

0
16

A otkup neka mu bude kad bude od mjeseca dana po tvojoj cijeni pet sikala srebra, po siklu svetom; u njemu je dvadeset gera.

καὶ ἡ λύτρωσις αὐτοῦ ἀπὸ μηνιαίου· ἡ συντίμησις πέντε σίκλων, κατὰ τὸν σίκλον τὸν ἅγιον, εἴκοσιν ὀβολοί εἰσι.

0
17

A prvenca od krave ili prvenca od ovce ili prvenca od koze ne daj da se otkupi; svete su stvari; krvlju njihovom pokropi oltar, i salo njihovo zapali, da bude žrtva ognjena za miris ugodni Gospodu.

πλὴν πρωτότοκα μόσχων καὶ πρωτότοκα προβάτων καὶ πρωτότοκα αἰγῶν οὐ λυτρώσῃ, ἅγιά ἐστι· καὶ τὸ αἷμα αὐτῶν προσχεεῖς πρὸς τὸ θυσιαστήριον καὶ τὸ στέαρ ἀνοίσεις κάρπωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ,

0
18

A meso od njih da je tvoje, kao grudi što se obrću i kao pleće desno, da je tvoje.

καὶ τὰ κρέα ἔσται σοί· καθὰ καὶ τὸ στηθύνιον τοῦ ἐπιθέματος καὶ κατὰ τὸν βραχίονα τὸν δεξιὸν σοὶ ἔσται.

0
19

Sve prinose što se podižu od posvećenijeh stvari, što prinose sinovi Izrailjevi Gospodu, dajem tebi i sinovima tvojim i kćerima tvojim s tobom zakonom vječnim; to će biti zavjet osoljen, vječan pred Gospodom tebi i sjemenu tvojemu s tobom.

πᾶν ἀφαίρεμα τῶν ἁγίων, ὅσα ἑὰν ἀφέλωσιν οἱ υἱοὶ Ἰσραὴλ Κυρίῳ, δέδωκά σοι καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσι σου μετὰ σοῦ, νόμιμον αἰώνιον· διαθήκη ἁλὸς αἰωνίου ἔστιν ἔναντι Κυρίου σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ.

0
20

Još reče Gospod Aronu: u zemlji njihovoj da nemaš našljedstva, ni dijela među njima da nemaš; ja sam dio tvoj i tvoje našljedstvo među sinovima Izrailjevijem.

Καὶ ἐλάλησε Κύριος πρὸς Ἀαρών· ἐν τῇ γῇ αὐτῶν οὐ κληρονομήσεις, καὶ μερὶς οὐκ ἔσται σοι ἐν αὐτοῖς, ὅτι ἐγὼ μερίς σου καὶ κληρονομία σου ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ.

0
21

A sinovima Levijevim evo dajem u našljedstvo sve desetke od Izrailja za službu njihovu što služe u šatoru od sastanka.

καὶ τοῖς υἱοῖς Λευὶ ἰδοὺ δώδεκα πᾶν ἐπιδέκατον ἐν Ἰσραὴλ ἐν κλήρῳ ἀντὶ τῶν λειτουργιῶν αὐτῶν, ὅσα αὐτοὶ λειτουργοῦσι λειτουργίαν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.

0
22

A sinovi Izrailjevi neka više ne pristupaju k šatoru od sastanka, da se ne ogriješe i ne izginu.

καὶ οὐ προσελεύσονται ἔτι οἱ υἱοὶ Ἰσραὴλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαβεῖν ἁμαρτίαν θανατηφόρον.

0
23

Nego sami Leviti neka služe službu u šatoru od sastanka, i oni neka nose grijeh svoj zakonom vječnim od koljena do koljena, pa da nemaju našljedstva među sinovima Izrailjevijem.

καὶ λειτουργήσει ὁ Λευίτης αὐτὸς τὴν λειτουργίαν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ αὐτοὶ λήψονται τὰ ἁμαρτήματα αὐτῶν, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν· καὶ ἐν μέσῳ υἱῶν Ἰσραὴλ οὐ κληρονομήσουσι κληρονομίαν·

0
24

Jer desetke sinova Izrailjevijeh, što će donositi Gospodu na žrtvu što se podiže, dajem Levitima u našljedstvo; toga radi rekoh za njih: među sinovima Izrailjevijem da nemaju našljedstva.

ὅτι τὰ ἐπιδέκατα τῶν υἱῶν Ἰσραήλ, ὅσα ἐὰν ἀφορίσωσι Κυρίῳ, ἀφαίρεμα δέδωκα τοῖς Λευίταις ἐν κλήρῳ· διὰ τοῦτο εἴρηκα αὐτοῖς, ἐν μέσῳ υἱῶν Ἰσραὴλ οὐ κληρονομήσουσι κλῆρον.

0
25

Još reče Gospod Mojsiju govoreći:

Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·

0
26

Reci Levitima i kaži im: kad uzmete od sinova Izrailjevijeh desetak koji vam dadoh od njih za našljedstvo vaše, onda prinesite od njega prinos što se podiže Gospodu, deseto od desetoga.

καὶ τοῖς Λευίταις λαλήσεις καὶ ἐρεῖς πρὸς αὐτούς· ἐὰν λάβητε παρὰ τῶν υἱῶν Ἰσραὴλ τὸ ἐπιδέκατον, ὃ δέδωκα ὑμῖν παρ' αὐτῶν ἐν κλήρῳ, καὶ ἀφελεῖτε ὑμεῖς ἀπ' αὐτοῦ ἀφαίρεμα Κυρίῳ ἐπιδέκατον ἀπὸ τοῦ ἐπιδεκάτου.

0
27

I primiće vam se prinos vaš kao žito s gumna i kao vino iz kace.

καὶ λογισθήσεται ὑμῖν τὰ ἀφαιρέματα ὑμῶν ὡς σῖτος ἀπὸ ἅλω καὶ ἀφαίρεμα ἀπὸ ληνοῦ.

0
28

Tako i vi prinosite prinos što se podiže Gospodu od svijeh desetaka svojih, koje ćete uzimati od sinova Izrailjevijeh, i dajite od njih prinos Gospodnji Aronu svešteniku.

οὕτως ἀφελεῖτε αὐτοὺς καὶ ὑμεῖς ἀπὸ πάντων τῶν ἀφαιρεμάτων Κυρίου ἀπὸ πάντων τῶν ἐπιδεκάτων ὑμῶν, ὅσα ἐὰν λάβητε παρὰ τῶν υἱῶν Ἰσραήλ, καὶ δώσετε ἀπ' αὐτῶν ἀφαίρεμα Κυρίῳ Ἀαρὼν τῷ ἱερεῖ.

0
29

Od svega što vam se da prinosite svaki prinos što se podiže Gospodu, od svega što bude najbolje sveti dio.

ἀπὸ πάντων τῶν δομάτων ὑμῶν ἀφελεῖτε ἀφαίρεμα Κυρίῳ ἢ ἀπὸ πάντων τῶν ἀπαρχῶν τὸ ἡγιασμένον ἀπ' αὐτοῦ.

0
30

I reci im: kad prinesete najbolje od toga, tada će se primiti Levitima kao dohodak od gumna i kao dohodak od kace.

καὶ ἐρεῖς πρὸς αὐτούς· ὅταν ἀφαιρῆτε τὴν ἀπαρχὴν ἀπ' αὐτοῦ, καὶ λογισθήσεται τοῖς Λευίταις ὡς γένημα ἀπὸ ἅλω καὶ ὡς γένημα ἀπὸ ληνοῦ.

0
31

A jesti možete to na svakom mjestu i vi i porodice vaše, jer vam je plata za službu vašu u šatoru od sastanka.

καὶ ἔδεσθε αὐτὸ ἐν παντὶ τόπῳ ὑμεῖς καὶ οἱ οἶκοι ὑμῶν, ὅτι μισθὸς οὗτος ὑμῖν ἐστιν ἀντὶ τῶν λειτουργιῶν ὑμῶν τῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.

0
32

I nećete za to navući na se grijeha, kad stanete prinositi što je najbolje, i nećete oskvrniti svetijeh stvari sinova Izrailjevijeh, i nećete izginuti.

καὶ οὐ λήψεσθε δι' αὐτὸ ἁμαρτίαν, ὅτι ἂν ἀφαιρῆτε τὴν ἀπαρχὴν ἀπ' αὐτοῦ· καὶ τὰ ἅγια τῶν υἱῶν Ἰσραὴλ οὐ βεβηλώσετε, ἵνα μὴ ἀποθάνητε.

0