Knjiga brojeva 10

Stari zavet

1

Još reče Gospod Mojsiju govoreći:

ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·

0
2

Načini sebi dvije trube od srebra, kovane da budu; njima ćeš sazivati zbor i zapovijedati da polazi vojska.

ποίησον σεαυτῷ δύο σάλπιγγας ἀργυρᾶς, ἐλατὰς ποιήσεις αὐτάς, καὶ ἔσονταί σοι ἀνακαλεῖν τὴν συναγωγὴν καὶ ἐξαίρειν τὰς παρεμβολάς.

0
3

Kad obje zatrube, tada neka se skuplja k tebi sav zbor na vrata šatora od sastanka.

καὶ σαλπιεῖς ἐν αὐταῖς καὶ συναχθήσεται πᾶσα ἡ συναγωγὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου·

0
4

A kad jedna zatrubi, tada neka se skupljaju k tebi knezovi, glavari od tisuća Izrailjevijeh.

ἐὰν δὲ ἐν μιᾷ σαλπίσωσι, προσελεύσονται πρὸς σὲ πάντες οἱ ἄρχοντες ἀρχηγοὶ Ἰσραήλ.

0
5

A kad zatrubite potresajući, tada neka se kreće oko koji leži prema istoku.

καὶ σαλπιεῖτε σημασίαν, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι ἀνατολάς·

0
6

A kad zatrubite drugi put potresajući, onda neka se kreće oko koji je prema jugu; potresajući neka se trubi kad treba da pođu.

καὶ σαλπιεῖτε σημασίαν δευτέραν, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι λίβα· καὶ σαλπιεῖτε σημασίαν τρίτην, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι παρὰ θάλασσαν· καὶ σαλπιεῖτε σημασίαν τετάρτην, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι πρὸς βορρᾶν· σημασία σαλπιοῦσιν ἐν τῇ ἐξάρσει αὐτῶν.

0
7

A kad sazivate zbor, trubite, ali ne potresajući.

καὶ ὅταν συναγάγητε τὴν συναγωγήν, σαλπιεῖτε καὶ οὐ σημασίᾳ

0
8

A neka trube u trube sinovi Aronovi sveštenici; to da vam je uredba vječna od koljena do koljena.

καὶ οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς σαλπιοῦσι ταῖς σάλπιγξι, καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν.

0
9

I kad pođete na vojsku u zemlji svojoj na neprijatelja koji udari na vas, trubite u trube potresajući; i Gospod Bog vaš opomenuće vas se, i sačuvaćete se od neprijatelja svojih.

ἐὰν δὲ ἐξέλθητε εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς τοὺς ὑπεναντίους τοὺς ἀνθεστηκότας ὑμῖν, καὶ σημανεῖτε ταῖς σάλπιγξι καὶ ἀναμνησθήσεσθε ἔναντι Κυρίου καὶ διασωθήσεσθε ἀπὸ τῶν ἐχθρῶν ὑμῶν.

0
10

Tako i u dan veselja svojega i na praznike svoje i početke mjeseca svojih trubite u trube prinoseći žrtve svoje paljenice i žrtve svoje zahvalne, i biće vam spomen pred Bogom vašim. Ja sam Gospod Bog vaš.

καὶ ἐν ταῖς ἡμέραις τῆς εὐφροσύνης ὑμῶν καὶ ἐν ταῖς ἑορταῖς ὑμῶν καὶ ἐν ταῖς νουμηνίαις ὑμῶν σαλπιεῖτε ταῖς σάλπιγξιν ἐπὶ τοῖς ὁλοκαυτώμασι καὶ ἐπὶ ταῖς θυσίαις τῶν σωτηρίων ὑμῶν, καὶ ἔσται ὑμῖν ἀνάμνησις ἔναντι τοῦ Θεοῦ ὑμῶν· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.

0
11

I u dvadeseti dan drugoga mjeseca druge godine podiže se oblak iznad šatora od svjedočanstva.

Καὶ ἐγένετο ἐν τῷ ἐνιαυτῷ τῷ δευτέρῳ ἐν τῷ μηνὶ τῷ δευτέρῳ εἰκάδι τοῦ μηνὸς ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς τοῦ μαρτυρίου,

0
12

I pođoše sinovi Izrailjevi svojim redom iz pustinje Sinajske, i ustavi se oblak u pustinji Faranskoj.

καὶ ἐξῇραν οἱ υἱοὶ Ἰσραὴλ σὺν ἀπαρτίαις αὐτῶν ἐν τῇ ἐρήμῳ Σινά, καὶ ἔστη ἡ νεφέλη ἐν τῇ ἐρήμῳ τοῦ Φαράν.

0
13

Tako pođoše prvi put, kao što Gospod zapovjedi preko Mojsija.

καὶ ἐξῇραν πρῶτοι διὰ φωνῆς Κυρίου ἐν χειρὶ Μωυσῆ.

0
14

I pođe naprijed zastava vojske sinova Judinijeh u četama svojim; i nad vojskom njihovom bješe Nason sin Aminadavov;

καὶ ἐξῇραν τάγμα παρεμβολῆς υἱῶν Ἰούδα πρῶτοι σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ναασσὼν υἱὸς Ἀμιναδάβ,

0
15

A nad vojskom plemena sinova Isaharovijeh Natanailo sin Sogarov;

καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ἰσσάχαρ Ναθαναὴλ υἱὸς Σωγάρ,

0
16

A nad vojskom plemena sinova Zavulonovijeh Elijav sin Helonov.

καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ζαβουλὼν Ἐλιὰβ υἱὸς Χαιλών.

0
17

I složiše šator, pa pođoše sinovi Girsonovi i sinovi Merarijevi noseći šator.

καὶ καθελοῦσι τὴν σκηνὴν καὶ ἐξαροῦσιν οἱ υἱοὶ Γεδσὼν καὶ οἱ υἱοὶ Μεραρί, οἱ αἴροντες τὴν σκηνήν.

0
18

Potom pođe zastava vojske sinova Ruvimovijeh u četama svojim, a nad njihovom vojskom bješe Elisur sin Sedijurov,

καὶ ἐξῇραν τάγμα παρεμβολῆς Ρουβὴν σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ἐλισοὺρ υἱὸς Σεδιούρ,

0
19

A nad vojskom plemena sinova Simeunovijeh Salamilo sin Surisadajev,

καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς Συμεών, Σαλαμιὴλ υἱὸς Σουρισαδαί,

0
20

A nad vojskom plemena sinova Gadovijeh Elisaf sin Raguilov.

καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Γὰδ Ἐλισὰφ ὁ τοῦ Ραγουήλ.

0
21

I pođoše sinovi Katovi noseći svetinju, da bi oni podigli šator dokle ovi dođu.

καὶ ἐξαροῦσιν υἱοὶ Καὰθ αἴροντες τὰ ἅγια καὶ στήσουσι τὴν σκηνήν, ἕως παραγένωνται.

0
22

Potom pođe zastava vojske sinova Jefremovijeh u četama svojim, a nad vojskom njihovom bješe Elisama sin Emijudov,

καὶ ἐξαροῦσι τάγμα παρεμβολῆς Ἐφραΐμ σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ἐλισαμὰ υἱὸς Σεμιούδ,

0
23

A nad vojskom plemena sinova Manasijinih Gamalilo sin Fadasurov,

καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Μανασσῆ Γαμαλιὴλ ὁ τοῦ Φαδασσούρ,

0
24

A nad vojskom plemena sinova Venijaminovih Avidan sin Gadeonijev.

καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Βενιαμὶν Ἀβιδὰν ὁ τοῦ Γαδεωνί.

0
25

Najposlije pođe zastava vojske sinova Danovijeh u četama svojim, zadnja vojska, i nad vojskom njihovom bješe Ahijezer sin Amisadajev,

καὶ ἐξαροῦσι τάγμα παρεμβολῆς υἱῶν Δάν, ἔσχατοι πασῶν τῶν παρεμβολῶν, σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ἀχιέζερ ὁ τοῦ Ἀμισαδαΐ,

0
26

A nad vojskom plemena sinova Asirovijeh Fagailo sin Ehranov,

καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ἀσὴρ Φαγεὴλ υἱὸς Ἐχράν,

0
27

A nad vojskom plemena sinova Neftalimovijeh Ahirej sin Enanov.

καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Νεφθαλὶ Ἀχιρὲ υἱὸς Αἰνάν.

0
28

Tijem redom pođoše sinovi Izrailjevi u četama svojim, i tako iđahu.

αὗται αἱ στρατιαὶ υἱῶν Ἰσραήλ, καὶ ἐξῇραν σὺν δυνάμει αὐτῶν.

0
29

A Mojsije reče Jovavu sinu Raguilovu Madijaninu, tastu svojemu: idemo na mjesto za koje reče Gospod: vama ću ga dati. Hajde s nama, i dobro ćemo ti učiniti, jer je Gospod obećao Izrailju mnogo dobra.

Καὶ εἶπε Μωυσῆς τῷ Ὀβὰβ υἱῷ Ραγουὴλ τῷ Μαδιανίτῃ τῷ γαμβρῷ Μωυσῆ· ἐξαίρομεν ἡμεῖς εἰς τὸν τόπον ὃν εἶπε Κύριος, τοῦτον δώσω ὑμῖν· δεῦρο μεθ' ἡμῶν, καὶ εὖ σε ποιήσομεν, ὅτι Κύριος ἐλάλησε καλὰ περὶ Ἰσραήλ.

0
30

A on mu reče: neću ići, nego idem u svoju zemlju i u rod svoj.

καὶ εἶπε πρὸς αὐτόν· οὐ πορεύσομαι, ἀλλὰ εἰς τὴν γῆν μου καὶ εἰς τὴν γενεάν μου.

0
31

A Mojsije reče: nemoj nas ostaviti, jer znaš mjesta u pustinji gdje bismo mogli stajati, pa nam budi vođ.

καὶ εἶπε· μὴ ἐγκαταλίπῃς ἡμᾶς, οὗ ἕνεκεν ἦσθα μεθ' ἡμῶν ἐν τῇ ἐρήμῳ, καὶ ἔσῃ ἐν ἡμῖν πρεσβύτης·

0
32

I ako pođeš s nama, kad dođe dobro koje će nam učiniti Gospod, učinićemo ti dobro.

καὶ ἔσται ἐὰν πορευθῇς μεθ' ἡμῶν, καὶ ἔσται τὰ ἀγαθὰ ἐκεῖνα, ὅσα ἂν ἀγαθοποιήσῃ Κύριος ἡμᾶς, καὶ εὖ σε ποιήσομεν.

0
33

I tako pođoše od gore Gospodnje, i iđahu tri dana, i kovčeg zavjeta Gospodnjega iđaše pred njima tri dana tražeći mjesto gdje bi počinuli.

Καὶ ἐξῇραν ἐκ τοῦ ὄρους Κυρίου ὁδὸν τριῶν ἡμερῶν, καὶ ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου προεπορεύετο προτέρα αὐτῶν ὁδὸν τριῶν ἡμερῶν κατασκέψασθαι αὐτοῖς ἀνάπαυσιν.

0
34

I oblak Gospodnji bješe nad njima svaki dan kad polažahu s mjesta, gdje bijahu u okolu.

καὶ ἐγένετο ἐν τῷ ἐξαίρειν τὴν κιβωτὸν καὶ εἶπε Μωυσῆς· ἐξεγέρθητι, Κύριε, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροί σου, φυγέτωσαν πάντες οἱ μισοῦντές σε.

0
35

I kad polažaše kovčeg, govoraše Mojsije: ustani Gospode, i neka se razaspu neprijatelji tvoji, i neka bježe ispred tebe koji mrze na te.

καὶ ἐν τῇ καταπαύσει εἶπεν· ἐπίστρεφε, Κύριε, χιλιάδας μυριάδας ἐν τῷ Ἰσραήλ.

0
36

A kad se ustavljaše, govoraše: uvrati se, Gospode, k mnoštvu tisuća Izrailjevijeh.

καὶ ἡ νεφέλη ἐγένετο σκιάζουσα ἐπ' αὐτοῖς ἡμέρας ἐν τῷ ἐξαίρειν αὐτοὺς ἐκ τῆς παρεμβολῆς.

0