Judita 16

Stari zavet

1

I reče Judita: Započnite Bogu mome timpanima, pojte Gospodu kimvalima, divno mu zapjevajte pjesmu novu, uznosite i prizivajte ime Njegovo,

ΚΑΙ εἶπεν Ἰουδίθ· Ἐξάρχετε τῷ Θεῷ μου ἐν τυμπάνοις, ᾄσατε τῷ Κυρίῳ μου ἐν κυμβάλοις, ἐναρμόσασθε αὐτῷ ψαλμὸν καινόν, ὑψοῦτε καὶ ἐπικαλέσασθε τὸ ὄνομα αὐτοῦ,

0
2

Jer si Gospod Bog koji mrvi ratove, jer u logorima njegovim posred naroda izbavi me iz ruku gonitelja mojih:

ὅτι Θεὸς συντρίβων πολέμους Κύριος, ὅτι εἰς παρεμβολὰς αὐτοῦ μέσῳ λαοῦ ἐξείλατό με ἐκ χειρὸς τῶν καταδιωκόντων με.

0
3

Dođe Asur sa gora sa sjevera, dođe u neizbrojnoj sili svojoj, čije mnoštvo zatvori izvore, i konjica njihova pokri gore;

ἦλθεν Ἀσσοὺρ ἐξ ὀρέων ἀπὸ βορρᾶ, ἦλθεν ἐν μυριάσι δυνάμεως αὐτοῦ, ὧν τὸ πλῆθος αὐτῶν ἐνέφραξε χειμάρρους, καὶ ἡ ἵππος αὐτῶν ἐκάλυψε βουνούς.

0
4

Reče: popaliti predjele moje, i mladiće moje pobiti mačem i odojčad moju baciti na zemlju i mladence moje dati u plijen i djevojke moje zarobiti.

εἶπεν ἐμπρήσειν τὰ ὅριά μου καὶ τοὺς νεανίσκους μου ἀνελεῖν ἐν ρομφαίᾳ καὶ τὰ θηλάζοντά μου θήσειν εἰς ἔδαφος καὶ τὰ νήπιά μου δώσειν εἰς προνομὴν καὶ τὰς παρθένους μου σκυλεῦσαι.

0
5

Gospod Svedržitelj porazi ih rukom žene.

Κύριος παντοκράτωρ ἠθέτησεν αὐτοὺς ἐν χειρὶ θηλείας.

0
6

Jer ne pade silnik njihov od mladića, niti ga sinovi divovski poraziše, niti ga visoki divovi napadoše, nego Judita, kćer Merarijeva, ljepotom lica svoga raslabi ga,

οὐ γὰρ ὑπέπεσεν ὁ δυνατὸς αὐτῶν ὑπὸ νεανίσκων, οὐδὲ υἱοὶ τιτάνων ἐπάταξαν αὐτόν, οὐδὲ ὑψηλοὶ γίγαντες ἐπέθεντο αὐτῷ, ἀλλὰ Ἰουδὶθ θυγάτηρ Μεραρὶ ἐν κάλλει προσώπου αὐτῆς παρέλυσεν αὐτόν·

0
7

Jer je skinula haljinu udovištva svoga na uzvišenje stradalnih u Izrailju, namaza lice svoje mirisima

ἐξεδύσατο γὰρ στολὴν χηρεύσεως αὐτῆς εἰς ὕψος τῶν πονούντων ἐν Ἰσραήλ, ἠλείψατο τὸ πρόσωπον αὐτῆς ἐν μυρισμῷ

0
8

I poveza kosu svoju (ukrasnim) vijencem i uze haljinu lanenu da ga prelasti;

καὶ ἐδήσατο τὰς τρίχας αὐτῆς ἐν μίτρᾳ καὶ ἔλαβε στολὴν λινῆν εἰς ἀπάτην αὐτοῦ·

0
9

Sandale njene uhvati oko njegovo, i ljepota njena zarobi dušu njegovu, presječe nož vrat njegov.

τὸ σανδάλιον αὐτῆς ἥρπασεν ὀφθαλμὸν αὐτοῦ, καὶ τὸ κάλλος αὐτῆς ᾐχμαλώτισε ψυχὴν αὐτοῦ, διῆλθεν ὁ ἀκινάκης τὸν τράχηλον αὐτοῦ.

0
10

Zapanjiše se Persijanci smjelosti njenoj, i Miđane drskost njena potrese;

ἔφριξαν Πέρσαι τὴν τόλμαν αὐτῆς, καὶ Μῆδοι τὸ θράσος αὐτῆς ἐρράχθησαν.

0
11

Tada zakliktaše poniženi moji, - i uplašiše se nemoćni moji i smutiše se, podigoše glas svoj - i biše pobjeđeni;

τότε ἠλάλαξαν οἱ ταπεινοί μου, καὶ ἐφοβήθησαν οἱ ἀσθενοῦντές μου καὶ ἐπτοήθησαν, ὕψωσαν τὴν φωνὴν αὐτῶν καὶ ἀνετράπησαν.

0
12

Sinovi mladica (djevojački) izbodoše ih i kao robove bjegunce ranjavahu ih, pogiboše od vojske Gospoda moga.

υἱοὶ κορασίων κατεκέντησαν αὐτοὺς καὶ ὡς παῖδας αὐτομολούντων ἐτίτρωσκον αὐτούς, ἀπώλοντο ἐκ παρατάξεως Κυρίου μου.

0
13

Pjevaću Bogu mome pjesmu novu: Gospode, veliki si i proslavljen, čudesan krjepošću, nepobjediv,

ὑμνήσω τῷ Θεῷ μου ὕμνον καινόν· Κύριε, μέγας εἶ καὶ ἔνδοξος, θαυμαστὸς ἐν ἰσχύϊ, ἀνυπέρβλητος.

0
14

Tebi neka služi sva tvorevina tvoja, jer ti reče, i postadoše; posla Duha svoga, i sazda; i nema toga ko će se suprotstaviti glasu tvome.

σοὶ δουλευσάτω πᾶσα ἡ κτίσις σου· ὅτι εἶπας, καὶ ἐγενήθησαν, ἀπέστειλας τὸ πνεῦμά σου, καὶ ᾠκοδόμησε· καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τῇ φωνῇ σου.

0
15

Jer će se gore pokrenuti; kamenje, pak, od lica tvoga kao vosak istopiće se; a pri tom, onima koji te se boje ti ćeš se smilovati.

ὄρη γὰρ ἐκ θεμελίων σὺν ὕδασι σαλευθήσεται, πέτραι δὲ ἀπὸ προσώπου σου ὡς κηρὸς τακήσονται, ἔτι δὲ τοῖς φοβουμένοις σε, σὺ εὐιλατεύεις αὐτοῖς.

0
16

Mala je svaka žrtva za miris miomirisni, i ništavan svaki prinos na svespaljenicu Tebi, a koji se boji Gospoda, veliki je za svagda.

ὅτι μικρὸν πᾶσα θυσία εἰς ὀσμὴν εὐωδίας, καὶ ἐλάχιστον πᾶν στέαρ εἰς ὁλοκαύτωμά σοι· ὁ δὲ φοβούμενος τὸν Κύριον μέγας διαπαντός.

0
17

Teško narodima koji ustaju na rod moj; Gospod Svedržitelj osvetiće im se u dan Suda, poslaće oganj i crve na njihova tijela, i plakaće gorko vavijek.

οὐαὶ ἔθνεσιν ἐπανισταμένοις τῷ γένει μου· Κύριος παντοκράτωρ ἐκδικήσει αὐτοὺς ἐν ἡμέρᾳ κρίσεως δοῦναι πῦρ καὶ σκώληκας εἰς σάρκας αὐτῶν, καὶ κλαύσονται ἐν αἰσθήσει ἕως αἰῶνος.

0
18

A kad dođoše u Jerusalim, pokloniše se Bogu, i pošto se očisti narod, prinesoše svespaljenice svoje, i dobrovoljne (prinose) svoje i darove.

Ὡς δὲ ἤλθοσαν εἰς Ἱερουσαλήμ, προσεκύνησαν τῷ Θεῷ. καὶ ἡνίκα ἐκαθαρίσθη ὁ λαός, ἀνήνεγκαν τὰ ὁλοκαυτώματα αὐτῶν καὶ τὰ ἑκούσια αὐτῶν καὶ τὰ δόματα.

0
19

I priloži Judita sve sasude Olofernove, koje joj dade narod, i zavjesu koju sama sebi uze iz odaje njegove, na dar Gospodu dade.

καὶ ἀνέθηκεν Ἰουδὶθ πάντα τὰ σκεύη Ὀλοφέρνου, ὅσα ἔδωκεν ὁ λαὸς αὐτῇ, καὶ τὸ κωνωπεῖον, ὃ ἔλαβεν αὕτη ἐκ τοῦ κοιτῶνος αὐτοῦ, ὡς ἀνάθημα τῷ Θεῷ ἔδωκε.

0
20

I narod se veseljaše u Jerusalimu pred licem svetilišta tri mjeseca, i Judita sa njima ostade.

καὶ ἦν ὁ λαὸς εὐφραινόμενος ἐν Ἱερουσαλὴμ κατὰ πρόσωπον τῶν ἁγίων ἐπὶ μῆνας τρεῖς, καὶ Ἰουδὶθ μετ᾿ αὐτῶν κατέμεινε.

0
21

A posle ovih dana povrati se svaki na imanje svoje, a Judita otide u Vetiluju i ostade nad imovinom svojom; i postade u svoje vrijeme slavna u svoj zemlji.

Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἀνέζευξεν ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ, καὶ Ἰουδὶθ ἀπῆλθεν εἰς Βαιτυλούα καὶ κατέμεινεν ἐπὶ τῆς ὑπάρξεως αὐτῆς· καὶ ἐγένετο κατὰ τὸν καιρὸν αὐτῆς ἔνδοξος ἐν πάσῃ τῇ γῇ.

0
22

I mnogi je poželješe, i ne poznade je čovjek u sve dane života njenog, od dana u koji umrije Manasija, muž njen; i pribroja se narodu svome.

καὶ πολλοὶ ἐπεθύμησαν αὐτήν, καὶ οὐκ ἔγνω ἀνὴρ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῆς, ἀφ᾿ ἧς ἡμέρας ἀπέθανε Μανασσῆς ὁ ἀνὴρ αὐτῆς, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.

0
23

I dostiže veoma velike (godine) i ostari u domu muža svoga sto pet godina; i pusti sluškinju svoju slobodnu, i umrije u Vetiluji i sahraniše je u pećini muža njenog Manasije.

καὶ ἦν προβαίνουσα μεγάλη σφόδρα καὶ ἐγήρασεν ἐν τῷ οἴκῳ τοῦ ἀνδρὸς αὐτῆς ἔτη ἑκατὸν πέντε· καὶ ἀφῆκε τὴν ἅβραν αὐτῆς ἐλευθέραν. καὶ ἀπέθανεν εἰς Βαιτυλούα, καὶ ἔθαψαν αὐτὴν ἐν τῷ σπηλαίῳ τοῦ ἀνδρὸς αὐτῆς Μανασσῆ,

0
24

I oplakivaše je dom Izrailjev sedam dana. I razdijeli imanje svoje prije nego što će umrijeti svima srodnicima Manasije, muža svoga, i srodnicima roda njenog.

καὶ ἐπένθησεν αὐτὴν οἶκος Ἰσραὴλ ἡμέρας ἑπτά. καὶ διεῖλε τὰ ὑπάρχοντα αὐτῆς πρὸ τοῦ ἀποθανεῖν αὐτὴν πᾶσι τοῖς ἔγγιστα Μανασσῆ τοῦ ἀνδρὸς αὐτῆς καὶ τοῖς ἔγγιστα τοῦ γένους αὐτῆς.

0
25

I ne bješe više niko ko bi plašio sinove Izrailjeve u dane Judite i dugo vremena poslije smrti njene.

καὶ οὐκ ἦν ἔτι ὁ ἐκφοβῶν τοὺς υἱοὺς Ἰσραὴλ ἐν ταῖς ἡμέραις Ἰουδὶθ καὶ μετὰ τὸ ἀποθανεῖν αὐτὴν ἡμέρας πολλάς.

0