Stari zavet
A Jov odgovori i reče:
ΥΠΟΛΑΒΩΝ δὲ Ἰὼβ λέγει·
O da bi se dobro izmjerili jadi moji, i zajedno se nevolja moja metnula na mjerila!
εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν,
Pretegla bi pijesak morski; zato mi i riječi nedostaje.
καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται. ἀλλ᾿ ὡς ἔοικε τὰ ρήματά μού ἐστι φαῦλα·
Jer su strijele svemogućega u meni, otrov njihov ispija mi duh, strahote Božije udaraju na me.
βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με.
Riče li divlji magarac kod trave? muče li vo kod piće svoje?
τί γάρ; μὴ διακενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλ᾿ ἢ τὰ σῖτα ζητῶν; εἰ δὲ καὶ ρήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα;
Jede li se bljutavo bez soli? ima li slasti u biocu od jajca?
εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός; εἰ δὲ καὶ ἔστι γεῦμα ἐν ρήμασι κενοῖς;
Čega se duša moja nije htjela dotaknuti, to mi je jelo u nevolji.
οὐ δύναται γὰρ παύσασθαί μου ἡ ὀργή· βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος·
O da bi mi se ispunila molba, i da bi mi Bog dao što čekam!
εἰ γὰρ δώῃ καὶ ἔλθοι μου ἡ αἴτησις, καὶ τὴν ἐλπίδα μου δώῃ ὁ Κύριος.
I da bi Bog htio satrti me, da bi mahnuo rukom svojom, i istrijebio me!
ἀρξάμενος ὁ Κύριος τρωσάτω με, εἰς τέλος δὲ μή με ἀνελέτω.
Jer mi je još utjeha, ako i gorim od bola niti me žali, što nijesam tajio riječi svetoga.
εἴη δέ μου πόλις τάφος, ἐφ᾿ ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ᾿ αὐτῆς, οὐ φείσομαι· οὐ γὰρ ἐψευσάμην ρήματα ἅγια Θεοῦ μου.
Kaka je sila moja da bih pretrpio? kakav li je kraj moj da bih produljio život svoj?
τίς γάρ μου ἡ ἰσχύς, ὅτι ὑπομένω; ἢ τίς μου ὁ χρόνος, ὅτι ἀνέχεταί μου ἡ ψυχή;
Je li sila moja kamena sila? je li tijelo moje od mjedi?
μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου; ἢ αἱ σάρκες μού εἰσι χάλκεαι;
Ima li još pomoći u mene? i nije li daleko od mene što bi me pridržalo?
ἢ οὐκ ἐπ᾿ αὐτῷ ἐπεποίθειν; βοήθεια δὲ ἀπ᾿ ἐμοῦ ἄπεστιν.
Nesretnomu treba milost prijatelja njegova, ali je on ostavio strah svemogućega.
ἀπείπατό με ἔλεος, ἐπισκοπὴ δὲ Κυρίου ὑπερεῖδέ με.
Braća moja iznevjeriše kao potok, kao bujni potoci prođoše,
οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου· ὥσπερ χειμάρρους ἐκλείπων ἢ ὥσπερ κῦμα παρῆλθόν με.
Koji su mutni od leda, u kojima se sakriva snijeg;
οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπεπτώκασί μοι ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς·
Kad se otkrave, oteku; kad se zagriju, nestane ih s mjesta njihovijeh.
καθὼς τακεῖσα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἦν,
Tamo amo svrću od putova svojih, idu u ništa i gube se.
οὕτω κἀγὼ καταλείφθην ὑπὸ πάντων. ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην.
Putnici iz Teme pogledahu, koji iđahu u Sevu uzdahu se u njih;
ἴδετε ὁδοὺς Θαιμανῶν, ἀτραποὺς Σαβῶν, οἱ διορῶντες·
Ali se postidješe što se pouzdaše u njih, došavši do njih osramotiše se.
καὶ αἰσχύνην ὀφειλήσουσιν οἱ ἐπὶ πόλεσι καὶ χρήμασι πεποιθότες.
Tako i vi postaste ništa; vidjeste pogibao moju, i strah vas je.
ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως, ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε·
Eda li sam vam rekao: dajte mi, ili od blaga svojega poklonite mi;
τί γάρ; μή τι ἡμᾶς ᾔτησα ἢ τῆς παρ᾿ ὑμῶν ἰσχύος ἐπιδέομαι,
Ili izbavite me iz ruke neprijateljeve, i iz ruke nasilničke iskupite me?
ὥστε σῶσαί με ἐξ ἐχθρῶν ἢ ἐκ χειρὸς δυναστῶν ρύσασθαί με;
Poučite me, i ja ću mučati; i u čemu sam pogriješio, obavijestite me.
διδάξατέ με, ἐγὼ δὲ κωφεύσω· εἴ τι πεπλάνημαι, φράσατέ μοι.
Kako su jake riječi istinite! Ali šta će ukor vaš?
ἀλλ᾿ ὡς ἔοικε, φαῦλα ἀληθινοῦ ρήματα, οὐ γὰρ παρ᾿ ὑμῶν ἰσχὺν αἰτοῦμαι·
Mislite li da će riječi ukoriti, i da je govor čovjeka bez nadanja vjetar?
οὐδὲ ἔλεγχος ὑμῶν ρήμασί με παύσει, οὐδὲ γὰρ ὑμῶν φθέγμα ρήματος ἀνέξομαι.
I na sirotu napadate, i kopate jamu prijatelju svojemu.
πλὴν ὅτι ἐπ᾿ ὀρφανῷ ἐπιπίπτετε, ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν.
Zato sada pogledajte me, i vidite lažem li pred vama.
νυνὶ δὲ εἰσβλέψας εἰς πρόσωπα ὑμῶν οὐ ψεύσομαι.
Pregledajte; da ne bude nepravde; pregledajte, ja sam prav u tom.
καθίσατε δὴ καὶ μὴ εἴη ἄδικον, καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε.
Ima li nepravde na jeziku mojem? ne razbira li grlo moje zla?
οὐ γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον· ἢ ὁ λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ;