Stari zavet
Tada odgovori Elifas Temanac i reče:
ΥΠΟΛΑΒΩΝ δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει·
Ako ti progovorimo, da ti neće biti dosadno? ali ko bi se mogao uzdržati da ne govori?
μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ; ἰσχὺν δὲ ρημάτων σου τίς ὑποίσει;
Gle, učio si mnoge, i ruke iznemogle krijepio si;
εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς καὶ χεῖρας ἀσθενοῦς παρεκάλεσας,
Riječi su tvoje podizale onoga koji padaše, i utvrđivao si koljena koja klecahu.
ἀσθενοῦντάς τε ἐξανέστησας ρήμασι, γόνασί τε ἀδυνατοῦσι θάρσος περιέθηκας,
A sada kad dođe na tebe, klonuo si; kad se tebe dotače, smeo si se.
νῦν δὲ ἥκει ἐπὶ σὲ πόνος καὶ ἥψατό σου, σὺ ἐσπούδασας.
Nije li pobožnost tvoja bila uzdanje tvoje? i dobrota putova tvojih nadanje tvoje?
πότερον οὐχ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ καὶ ἡ ἐλπίς σου καὶ ἡ κακία τῆς ὁδοῦ σου;
Opomeni se, ko je prav poginuo, i gdje su pravedni istrijebljeni?
μνήσθητι οὖν, τίς καθαρὸς ὢν ἀπώλετο ἢ πότε ἀληθινοὶ ὁλόρριζοι ἀπώλοντο;
Kako sam ja vidio, koji oru muku i siju nevolju, to i žanju.
καθ᾿ ὃν τρόπον εἶδον τοὺς ἀροτριῶντας τὰ ἄτοπα, οἱ δὲ σπείροντες αὐτὰ ὀδύνας θεριοῦσιν ἑαυτοῖς.
Od dihanja Božijega ginu, i od daha nozdara njegovijeh nestaje ih.
ἀπὸ προστάγματος Κυρίου ἀπολοῦνται, ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται.
Rika lavu, i glas ljutom lavu i zubi lavićima satiru se.
σθένος λέοντος, φωνὴ δὲ λεαίνης, γαυρίαμα δὲ δρακόντων ἐσβέσθη·
Lav gine nemajući lova, i lavići rasipaju se.
μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν, σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους.
Još dođe tajno do mene riječ, i uho moje doču je malo.
εἰ δέ τι ρῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου, οὐθὲν ἄν σοι τούτων κακὸν ἀπήντησε. πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρ᾿ αὐτοῦ;
U mislima o noćnijem utvarama, kad tvrd san pada na ljude,
φόβοι δὲ καὶ ἠχὼ νυκτερινή, ἐπιπίπτων φόβος ἐπ᾿ ἀνθρώπους,
Strah poduze me i drhat, od kojega ustreptaše sve kosti moje,
φρίκη δέ μοι συνήντησε καὶ τρόμος καὶ μεγάλως μου τὰ ὀστᾶ διέσεισε,
I duh prođe ispred mene, i dlake na tijelu mojem nakostriješiše se.
καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν, ἔφριξαν δέ μου τρίχες καὶ σάρκες.
Stade, ali mu ne poznah lica; prilika bijaše pred očima mojima, i mučeći čuh glas:
ἀνέστην, καὶ οὐκ ἐπέγνων· εἶδον, καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου, ἀλλ᾿ ἢ αὔραν καὶ φωνὴν ἤκουον·
Eda li je čovjek pravedniji od Boga? eda li je čovjek čistiji od tvorca svojega?
τί γάρ; μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον τοῦ Κυρίου ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ;
Gle, slugama svojim ne vjeruje, i u anđela svojih nalazi nedostataka;
εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησε,
Akamoli u onijeh koji stoje u kućama zemljanijem, kojima je temelj na prahu i satiru se brže nego moljac.
τοὺς δὲ κατοικοῦντας οἰκίας πηλίνας, ἐξ ὧν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν, ἔπαισεν αὐτοὺς σητὸς τρόπον·
Od jutra do večera satru se, i nestane ih navijek da niko i ne opazi.
καὶ ἀπὸ πρωΐθεν μέχρις ἑσπέρας οὐκέτι εἰσί, παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο.
Slava njihova ne prolazi li s njima? Umiru, ali ne u mudrosti.
ἐνεφύσησε γὰρ αὐτοῖς καὶ ἐξηράνθησαν, ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν.