Stari zavet
Potom povika iza glasa, te čuh, i reče: pristupite koji ste poslani na grad svaki s oružjem svojim smrtnijem u ruci.
ΚΑΙ ἀνέκραγεν εἰς τὰ ὦτά μου φωνῇ μεγάλῃ λέγων· ἤγγικεν ἡ ἐκδίκησις τῆς πόλεως· καὶ ἕκαστος εἶχε τὰ σκεύη τῆς ἐξολοθρεύσεως ἐν χειρὶ αὐτοῦ.
I gle, šest ljudi dođe do visokih vrata, koja gledaju na sjever, svaki sa svojim oružjem smrtnijem u ruci, i među njima bješe jedan čovjek obučen u platno s opravom pisarskom uz bedricu; i došavši stadoše kod oltara mjedenoga.
καὶ ἰδοὺ ἓξ ἄνδρες ἤρχοντο ἀπὸ τῆς ὁδοῦ τῆς πύλης τῆς ὑψηλῆς τῆς βλεπούσης πρὸς βορρᾶν, καὶ ἑκάστου πέλυξ ἐν τῇ χειρὶ αὐτοῦ· καὶ εἷς ἀνὴρ ἐν μέσῳ αὐτῶν ἐνδεδυκὼς ποδήρη, καὶ ζώνη σαπφείρου ἐπὶ τῆς ὀσφύος αὐτοῦ· καὶ εἰσήλθοσαν καὶ ἔστησαν ἐχόμενοι τοῦ θυσιαστηρίου τοῦ χαλκοῦ.
A slava Boga Izrailjeva podiže se s heruvima, na kojima bijaše, na prag od doma, i viknu čovjeka obučenoga u platno koji imaše uz bedricu opravu pisarsku.
καὶ δόξα Θεοῦ τοῦ Ἰσραὴλ ἀνέβη ἀπὸ τῶν Χερουβὶμ ἡ οὖσα ἐπ᾿ αὐτῶν εἰς τὸ αἴθριον τοῦ οἴκου. καὶ ἐκάλεσε τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὸν ποδήρη, ὃς εἶχεν ἐπί τῆς ὀσφύος αὐτοῦ τὴν ζώνην,
I reče mu Gospod: prođi posred grada, posred Jerusalima, i zabilježi biljegom čela onijem ljudima koji uzdišu i koji ridaju radi svijeh gadova što se čine usred njega.
καὶ εἶπε πρὸς αὐτόν· δίελθε μέσην τὴν Ἱερουσαλὴμ καὶ δὸς τὸ σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων καὶ τῶν κατωδυνωμένων ἐπὶ πάσαις ταῖς ἀνομίαις ταῖς γινομέναις ἐν μέσῳ αὐτῆς.
A drugima reče i čuh: prođite za njim po gradu, i pobijte, neka ne žali oko vaše niti se smilujte;
καὶ τούτοις εἶπεν ἀκούοντός μου· πορεύεσθε ὀπίσω αὐτοῦ εἰς τὴν πόλιν καὶ κόπτετε καὶ μὴ φείδεσθε τοῖς ὀφθαλμοῖς ὑμῶν καὶ μὴ ἐλεήσητε·
Starce i mladiće, i djevojke i djecu i žene pobijte da se istrijebe; ali na kome god bude znak, k njemu ne pristupajte; i počnite od moje svetinje. I počeše od starješina što bjehu pred domom.
πρεσβύτερον καὶ νεανίσκον καὶ παρθένον καὶ νήπια καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν, ἐπὶ δὲ πάντας, ἐφ᾿ οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε· καὶ ἀπὸ τῶν ἁγίων μου ἄρξασθε. καὶ ἤρξαντο ἀπὸ τῶν ἀνδρῶν τῶν πρεσβυτέρων, οἳ ἦσαν ἔσω ἐν τῷ οἴκῳ.
I reče im: oskvrnite dom, i napunite trijemove pobijenijeh; idite. I izašavši stadoše ubijati.
καὶ εἶπε πρὸς αὐτούς· μιάνατε τὸν οἶκον καὶ πλήσατε τὰς ὁδοὺς νεκρῶν ἐκπορευόμενοι καὶ κόπτετε.
A kad ubijahu i ja ostah, padoh na lice svoje i povikah i rekoh: jaoh Gospode Gospode, eda li ćeš zatrti sav ostatak Izrailjev izlivši gnjev svoj na Jerusalim?
καὶ ἐγένετο ἐν τῷ κόπτειν αὐτοὺς καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἀνεβόησα καὶ εἶπα· οἴμοι Κύριε, ἐξαλείφεις σὺ τοὺς καταλοίπους τοῦ Ἰσραὴλ ἐν τῷ ἐκχέαι σε τὸν θυμόν σου ἐπὶ Ἱερουσαλήμ;
A on mi reče: bezakonje doma Izrailjeva i Judina preveliko je, i puna je zemlja krvi, i grad je pun opačine; jer rekoše: Gospod je ostavio zemlju, i Gospod ne vidi.
καὶ εἶπε πρός με· ἀδικία τοῦ οἴκου Ἰσραὴλ καὶ Ἰούδα μεμεγάλυνται σφόδρα σφόδρα, ὅτι ἐπλήσθη ἡ γῆ λαῶν πολλῶν, καὶ ἡ πόλις ἐπλήσθη ἀδικίας καὶ ἀκαθαρσίας· ὅτι εἶπαν· ἐγκαταλέλοιπε Κύριος τὴν γῆν, οὐκ ἐφορᾷ ὁ Κύριος.
Zato ni moje oko neće žaliti, niti ću se smilovati; put njihov obratiću na glavu njihovu.
καὶ οὐ φείσεταί μου ὁ ὀφθαλμός, οὐδὲ μὴ ἐλεήσω· τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα.
I gle, čovjek, obučen u platno, kojemu uz bedricu bijaše oprava pisarska, javi govoreći: učinio sam kako si mi zapovjedio.
καὶ ἰδοὺ ὁ ἀνὴρ ὁ ἐνδεδυκὼς τὸν ποδήρη καὶ ἐζωσμένος τῇ ζώνῃ τὴν ὀσφὺν αὐτοῦ καὶ ἀπεκρίνατο λέγων· πεποίηκα καθὼς ἐνετείλω μοι.