Jezekilj 45

Stari zavet

1

A kad stanete dijeliti zemlju u našljedstvo, prinesite prinos Gospodu, svet dio od zemlje, u dužinu dvadeset i pet tisuća lakata, i u širinu deset tisuća, to neka bude sveto po svijem međama svojim unaokolo.

ΚΑΙ ἐν τῷ καταμετρεῖσθαι ὑμᾶς τὴν γῆν ἐν κληρονομίᾳ ἀφοριεῖτε ἀπαρχὴν τῷ Κυρίῳ ἅγιον ἀπὸ τῆς γῆς, πέντε καὶ εἴκοσι χιλιάδας μῆκος καὶ εὖρος εἴκοσι χιλιάδας· ἅγιον ἔσται ἐν πᾶσι τοῖς ὁρίοις αὐτοῦ κυκλόθεν.

0
2

Od toga neka bude za svetinju pet stotina lakata u dužinu i pet stotina u širinu, četvrtasto otsvuda, i pedeset lakata unaokolo za podgrađa.

καὶ ἔσται ἐκ τούτου εἰς ἁγίασμα πεντακόσιοι ἐπὶ πεντακοσίους τετράγωνον κυκλόθεν, καὶ πεντήκοντα πήχεις διάστημα αὐτῷ κυκλόθεν.

0
3

Po toj mjeri izmjeri u dužinu dvadeset i pet tisuća i u širinu deset tisuća, i tu neka bude svetinja i svetinja nad svetinjama.

καὶ ἐκ ταύτης τῆς διαμετρήσεως διαμετρήσεις μῆκος πέντε καὶ εἴκοσι χιλιάδας καὶ εὖρος εἴκοσι χιλιάδας, καὶ ἐν αὐτῇ ἔσται τὸ ἁγίασμα ἅγια τῶν ἁγίων.

0
4

To neka bude svet dio od zemlje sveštenicima, koji služe u svetinji, koji pristupaju da služe Gospodu, i neka im bude mjesto za kuće i sveto mjesto za svetinju.

ἀπὸ τῆς γῆς ἔσται τοῖς ἱερεῦσι τοῖς λειτουργοῦσιν ἐν τῷ ἁγίῳ καὶ ἔσται τοῖς ἐγγίζουσι λειτουργεῖν τῷ Κυρίῳ, καὶ ἔσται αὐτοῖς τόπος εἰς οἴκους ἀφωρισμένους τῷ ἁγιασμῷ αὐτῶν.

0
5

A dvadeset i pet tisuća lakata u dužinu i deset tisuća u širinu neka bude Levitima koji služe u domu u državu s dvadeset klijeti.

εἴκοσι καὶ πέντε χιλιάδας μῆκος καὶ εὖρος εἴκοσι χιλιάδες ἔσται τοῖς Λευίταις τοῖς λειτουργοῦσι τῷ οἴκῳ, αὐτοῖς εἰς κατάσχεσιν, πόλεις τοῦ κατοικεῖν.

0
6

I gradu podajte dostojanje pet tisuća lakata u širinu i dvadeset i pet tisuća u dužinu prema svetom dijelu; to neka je za sav dom Izrailjev.

καὶ τὴν κατάσχεσιν τῆς πόλεως δώσεις πέντε χιλιάδας εὖρος καὶ μῆκος πέντε καὶ εἴκοσι χιλιάδας· ὃν τρόπον ἡ ἀπαρχὴ τῶν ἁγίων παντὶ οἴκῳ Ἰσραὴλ ἔσονται.

0
7

A knezu neka bude s obje strane svetoga dijela i dostojanja gradskoga pred svetijem dijelom i pred gradskim dostojanjem, sa zapadne strane na zapad i s istočne strane na istok, a dužina da bude prema svakom od tijeh dijelova od zapadne međe do istočne međe.

καὶ τῷ ἡγουμένῳ ἐκ τούτου καὶ ἀπὸ τούτου εἰς τὰς ἀπαρχὰς τῶν ἁγίων εἰς κατάσχεσιν τῆς πόλεως, κατὰ πρόσωπον τῶν ἀπαρχῶν τῶν ἁγίων καὶ κατὰ πρόσωπον τῆς κατασχέσεως τῆς πόλεως τὰ πρὸς θάλασσαν καὶ ἀπὸ τῶν πρὸς θάλασσαν πρὸς ἀνατολάς, καὶ τὸ μῆκος ὡς μία τῶν μερίδων ἀπὸ τῶν ὁρίων τῶν πρὸς θάλασσαν καὶ τό μῆκος ἐπὶ τὰ ὅρια τὰ πρὸς ἀνατολὰς τῆς γῆς.

0
8

Ta zemlja da mu je dostojanje u Izrailju, da više ne otimaju knezovi moji od naroda mojega, nego ostalu zemlju da dadu domu Izrailjevu po plemenima njihovijem.

καὶ ἔσται αὐτῷ εἰς κατάσχεσιν ἐν τῷ Ἰσραήλ, καὶ οὐ καταδυναστεύσουσιν οὐκέτι οἱ ἀφηγούμενοι τοῦ Ἰσραὴλ τὸν λαόν μου, καὶ τὴν γῆν κατακληρονομήσουσιν οἶκος Ἰσραὴλ κατὰ φυλὰς αὐτῶν.

0
9

Ovako veli Gospod Gospod: dosta je, knezovi Izrailjevi; prođite se nasilja i otimanja, i tvorite sud i pravdu, i skinite teške poslove svoje s mojega naroda, govori Gospod Gospod.

τάδε λέγει Κύριος Θεός· ἱκανούσθω ὑμῖν, οἱ ἀφηγούμενοι τοῦ Ἰσραήλ· ἀδικίαν καὶ ταλαιπωρίαν ἀφέλεσθε καὶ κρίμα καὶ δικαιοσύνην ποιήσατε, ἐξάρατε καταδυναστείαν ἀπὸ τοῦ λαοῦ μου, λέγει Κύριος Θεός.

0
10

Mjerila da su vam prava, i efa prava, i vat prav.

ζυγὸς δίκαιος καὶ μέτρον δίκαιον καὶ χοῖνιξ δικαία ἔστω ὑμῖν.

0
11

Efa i vat da su jedne mjere, da vat bere desetinu homora, i efa desetinu homora; mjera da im je prema homoru.

τὸ μέτρον καὶ ἡ χοῖνιξ ὁμοίως μία ἔσται τοῦ λαμβάνειν· τὸ δέκατον τοῦ γομὸρ ἡ χοῖνιξ, καὶ τὸ δέκατον τοῦ γομὸρ τὸ μέτρον, πρὸς τὸ γομὸρ ἔσται ἴσον.

0
12

I sikal da je dvadeset gera, a mina da vam je dvadeset sikala, dvadeset i pet sikala, i petnaest sikala.

καὶ τὰ στάθμια εἴκοσιν ὀβολοί· οἱ πέντε σίκλοι πέντε, καὶ οἱ δέκα σίκλοι δέκα, καὶ πεντήκοντα σίκλοι ἡ μνᾶ ἔσται ὑμῖν.

0
13

Ovo je prinos što ćete prinositi: šestina efe od homora pšenice, tako i od ječma dajite šestinu efe od homora.

Καὶ αὕτη ἡ ἀπαρχή, ἣν ἀφοριεῖτε, ἕκτον μέτρου ἀπὸ τοῦ γομὸρ τοῦ πυροῦ καὶ τὸ ἕκτον τοῦ οἰφὶ ἀπὸ τοῦ κόρου τῶν κριθῶν.

0
14

A za ulje je uredba ova: vat je mjera za ulje; desetina vata od jednoga kora, koji je homor od deset vata, jer je deset vata homor.

καὶ τὸ πρόσταγμα τοῦ ἐλαίου· κοτύλην ἐλαίου ἀπὸ δέκα κοτυλῶν, ὅτι αἱ δέκα κοτύλαι εἰσὶ γομόρ.

0
15

A od sitne stoke jedno od dvije stotine s dobrijeh pasišta sinova Izrailjevijeh za dar i za žrtvu paljenicu i za žrtvu zahvalnu, da se čini očišćenje za njih, govori Gospod Gospod.

καὶ πρόβατον ἀπὸ τῶν δέκα προβάτων ἀφαίρεμα ἐκ πασῶν τῶν πατριῶν τοῦ Ἰσραὴλ εἰς θυσίας καὶ εἰς ὁλοκαυτώματα καὶ εἰς σωτηρίου τοῦ ἐξιλάσκεσθαι περὶ ὑμῶν λέγει Κύριος Θεός.

0
16

Sav narod zemaljski da daje ovaj prinos knezu Izrailjevu.

καὶ πᾶς ὁ λαὸς δώσει τὴν ἀπαρχὴν ταύτην τῷ ἀφηγουμένῳ τοῦ Ἰσραήλ.

0
17

A knez je dužan davati žrtve paljenice s darom i naljevom na praznike i na mladine i u subote, o svijem svetkovinama doma Izrailjeva; on neka prinosi žrtvu za grijeh s darom i žrtvu paljenicu i zahvalnu da čini očišćenje za dom Izrailjev.

καὶ διὰ τοῦ ἀφηγουμένου ἔσται τὰ ὁλοκαυτώματα καὶ αἱ θυσίαι καὶ αἱ σπονδαὶ ἔσονται ἐν ταῖς ἑορταῖς καὶ ἐν ταῖς νουμηνίαις καὶ ἐν τοῖς σαββάτοις καὶ ἐν πάσαις ταῖς ἑορταῖς οἴκου Ἰσραήλ· αὐτὸς ποιήσει τὰ ὑπὲρ ἁμαρτίας καὶ τὴν θυσίαν καὶ τὰ ὁλοκαυτώματα καὶ τὰ τοῦ σωτηρίου τοῦ ἐξιλάσκεσθαι ὑπὲρ τοῦ οἴκου Ἰσραήλ.

0
18

Ovako veli Gospod Gospod: prvoga dana prvoga mjeseca uzmi junca zdrava, i očisti svetinju njim.

Τάδε λέγει Κύριος Θεός· ἐν τῷ πρώτῳ μηνὶ μιᾷ τοῦ μηνὸς λήψεσθε μόσχον ἐκ βοῶν ἄμωμον τοῦ ἐξιλάσασθαι τὸ ἅγιον.

0
19

I neka sveštenik uzme krvi od te žrtve za grijeh, i pomaže njom dovratnike na domu i četiri ugla od pojasa na oltaru i dovratnike od vrata na unutrašnjem trijemu.

καὶ λήψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ ἐξιλασμοῦ καὶ δώσει ἐπὶ τὰς φλιὰς τοῦ οἴκου καὶ ἐπὶ τὰς τέσσαρας γωνίας τοῦ ἱεροῦ καὶ ἐπὶ τὸ θυσιαστήριον καὶ ἐπὶ τὰς φλιὰς τῆς πύλης τῆς αὐλῆς τῆς ἐσωτέρας.

0
20

Tako učini i sedmoga dana istoga mjeseca za svakoga koji zgriješi iz neznanja i za prostoga; tako ćete očistiti dom.

καὶ οὕτως ποιήσεις ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ, μιᾷ τοῦ μηνός, λήψῃ παρ' ἑκάστου ἀπόμοιραν καὶ ἐξιλάσεσθε τὸν οἶκον.

0
21

Prvoga mjeseca četrnaestoga dana da vam je pasha, praznik sedam dana, hljebovi prijesni da se jedu.

καὶ ἐν τῷ πρώτῳ μηνί, τεσσαρεσκαιδεκάτῃ τοῦ μηνός, ἔσται ὑμῖν τὸ πάσχα ἑορτή· ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε.

0
22

I taj dan neka prinese knez za se i za sav narod zemaljski junca na žrtvu za grijeh.

καὶ ποιήσει ὁ ἀφηγούμενος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὑπὲρ αὐτοῦ καὶ τοῦ οἴκου καὶ ὑπὲρ παντὸς τοῦ λαοῦ τῆς γῆς μόσχον ὑπὲρ ἁμαρτίας.

0
23

A za sedam dana praznika neka prinosi na žrtvu paljenicu Gospodu po sedam junaca i sedam ovnova zdravijeh na dan, za onijeh sedam dana, i na žrtvu za grijeh jarca na dan.

καὶ τὰς ἑπτὰ ἡμέρας τῆς ἑορτῆς ποιήσει ὁλοκαυτώματα τῷ Κυρίῳ, ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς ἀμώμους καθ' ἡμέραν, τὰς ἑπτὰ ἡμέρας καὶ ὑπὲρ ἁμαρτίας ἔριφον αἰγῶν καθ' ἡμέραν.

0
24

I za dar po efu na junca i efu na ovna neka prinosi, i in ulja na svaku efu.

καὶ θυσίαν πέμμα τῷ μόσχῳ καὶ πέμμα τῷ κριῷ ποιήσεις καὶ ἐλαίου τὸ εἲν τῷ πέμματι.

0
25

Sedmoga mjeseca petnaestoga dana na praznik neka prinosi isto tako za sedam dana i žrtvu za grijeh i žrtvu paljenicu i dar i ulje.

καὶ ἐν τῷ ἑβδόμῳ μηνί, πεντεκαιδεκάτῃ τοῦ μηνός, ἐν τῇ ἑορτῇ, ποιήσεις κατὰ τὰ αὐτὰ ἑπτὰ ἡμέρας καθὼς τὰ ὑπὲρ τῆς ἁμαρτίας καὶ καθὼς τὰ ὁλοκαυτώματα καὶ καθὼς τὸ μαναὰ καὶ καθὼς τὸ ἔλαιον.

0