Stari zavet
A ti, sine čovječji, uzmi opeku i metni je preda se, i izreži na njoj grad Jerusalim.
ΚΑΙ σύ, υἱὲ ἀνθρώπου, λαβὲ σεαυτῷ πλίνθον καὶ θήσεις αὐτὴν πρὸ προσώπου σου καὶ διαγράψεις ἐπ᾿ αὐτὴν πόλιν τὴν Ἱερουσαλήμ.
I postavi oko njega opsadu, i načini kule prema njemu, i iskopaj oko njega opkop, i postavi vojsku oko njega, i namjesti ubojne sprave oko njega.
καὶ δώσεις ἐπ᾿ αὐτὴν περιοχὴν καὶ οἰκοδομήσεις ἐπ᾿ αὐτὴν προμαχῶνας καὶ περιβαλεῖς ἐπ᾿ αὐτὴν χάρακα καὶ δώσεις ἐπ᾿ αὐτὴν παρεμβολὰς καὶ τάξεις τὰς βελοστάσεις κύκλῳ.
Potom uzmi tavicu gvozdenu, i metni je kao gvozden zid između sebe i grada, i okreni lice svoje suprot njemu, i on će se opsjesti, i ti ćeš ga opsjesti. To će biti znak domu Izrailjevu.
καὶ σὺ λάβε σεαυτῷ τήγανον σιδηροῦν καὶ θήσεις αὐτὸ τοῖχον σιδηροῦν ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς πόλεως καὶ ἑτοιμάσεις τὸ πρόσωπόν σου ἐπ᾿ αὐτήν, καὶ ἔσται ἐν συγκλεισμῷ, καὶ συγκλείσεις αὐτήν· σημεῖόν ἐστι τοῦτο τοῖς υἱοῖς Ἰσραήλ.
Potom lezi na lijevu stranu svoju, i metni na nju bezakonje doma Izrailjeva; koliko dana uzležiš na njoj, toliko ćeš nositi njihovo bezakonje.
Καὶ σὺ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ ἀριστερὸν καὶ θήσεις τὰς ἀδικίας τοῦ οἴκου Ἰσραὴλ ἐπ᾿ αὐτοῦ κατὰ ἀριθμὸν τῶν ἡμερῶν πεντήκοντα καὶ ἑκατόν, ἃς κοιμηθήσῃ ἐπ᾿ αὐτοῦ, καὶ λήψῃ τὰς ἀδικίας αὐτῶν.
A ja ti dajem godine bezakonja njihova brojem dana, trista i devedeset dana, i toliko ćeš nositi bezakonje doma Izrailjeva.
καὶ ἐγὼ δέδωκά σοι τὰς δύο ἀδικίας αὐτῶν εἰς ἀριθμὸν ἡμερῶν ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας. καὶ λήψῃ τὰς ἀδικίας τοῦ οἴκου Ἰσραὴλ
A kad ih navršiš, onda lezi na desnu stranu svoju, i nosi bezakonje doma Judina četrdeset dana; po jedan dan dajem ti za godinu.
καὶ συντελέσεις ταῦτα πάντα· καὶ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ δεξιὸν καὶ λήψῃ τὰς ἀδικίας τοῦ οἴκου Ἰούδα τεσσαράκοντα ἡμέρας. ἡμέραν εἰς ἐνιαυτὸν τέθεικά σοι.
I okreni lice svoje prema opkoljenom Jerusalimu zagalivši mišicu svoju, i prorokuj protiv njega.
καὶ εἰς τὸν συγκλεισμὸν Ἱερουσαλὴμ ἑτοιμάσεις τὸ πρόσωπόν σου καὶ τὸν βραχίονά σου στερεώσεις καὶ προφητεύσεις ἐπ᾿ αὐτήν.
I evo vezaću te uzicama da se ne prevrneš s jedne strane na drugu dokle ne navršiš dane opsade svoje.
καὶ ἐγὼ ἰδοὺ δέδωκα ἐπὶ σὲ δεσμούς, καὶ μὴ στραφῇς ἀπὸ τοῦ πλευροῦ σου ἐπὶ τὸ πλευρόν σου, ἕως οὗ συντελεσθῶσιν ἡμέραι τοῦ συγκλεισμοῦ σου.
I uzmi pšenice i ječma i boba i leća i prosa i krupnika, i saspi sve u jedan sud, i načini od toga sebi hljeba prema broju dana u koje ćeš ležati na svojoj strani, tri stotine i devedeset dana ješćeš ga.
Καὶ σὺ λάβε σεαυτῷ πυροὺς καὶ κριθὰς καὶ κύαμον καὶ φακὸν καὶ κέγχρον καὶ ὄλυραν καὶ ἐμβαλεῖς αὐτὰ εἰς ἄγγος ἓν ὀστράκινον καὶ ποιήσεις αὐτὰ σεαυτῷ εἰς ἄρτους, καὶ κατὰ ἀριθμὸν τῶν ἡμερῶν, ἃς σὺ καθεύδεις ἐπὶ τοῦ πλευροῦ σου, ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας φάγεσαι αὐτά.
I jela tvojega što ćeš jesti neka bude mjerom dvadeset sikala na dan; na rokove jedi ga.
καὶ τὸ βρῶμά σου, ὃ φάγεσαι, ἐν σταθμῷ εἴκοσι σίκλους τὴν ἡμέραν· ἀπὸ καιροῦ ἕως καιροῦ φάγεσαι αὐτά.
I vodu pij mjerom, po šestinu ina, pij na rokove.
καὶ ὕδωρ ἐν μέτρῳ πίεσαι τὸ ἕκτον τοῦ εἴν· ἀπὸ καιροῦ ἕως καιροῦ πίεσαι.
A hljeb prijesan ječmen jedi, ispekav ga na kalu čovječijem na njihove oči.
καὶ ἐγκρυφίαν κρίθινον φάγεσαι αὐτά· ἐν βολβίτοις κόπρου ἀνθρωπίνης ἐγκρύψεις αὐτὰ κατ᾿ ὀφθαλμοὺς αὐτῶν
I reče Gospod: tako će jesti sinovi Izrailjevi hljeb svoj nečist među narodima u koje ću ih razagnati.
καὶ ἐρεῖς· τάδε λέγει Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ· οὕτως φάγονται οἱ υἱοὶ τοῦ Ἰσραὴλ ἀκάθαρτα ἐν τοῖς ἔθνεσι.
Tada rekoh: ah Gospode Gospode, gle, duša se moja nije oskvrnila, jer od djetinjstva svojega do sada nijesam jeo mrcinoga ni što bi zvjerka razdrla, niti je ušlo u usta moja meso nečisto.
καὶ εἶπα· μηδαμῶς, Κύριε Θεὲ τοῦ Ἰσραήλ· ἰδοὺ ἡ ψυχή μου σὺ μεμίανται ἐν ἀκαθαρσίᾳ, καὶ θνησιμαῖον καὶ θηριάλωτον οὐ βέβρωκα ἀπὸ γενέσεώς μου ἕως τοῦ νῦν, οὐδὲ εἰσελήλυθεν εἰς τὸ στόμα μου πᾶν κρέας ἕωλον.
A on mi reče: vidi, dajem ti goveđu balegu mjesto čovječijega kala, da na njoj ispečeš sebi hljeb.
καὶ εἶπε πρός με· ἰδοὺ δέδωκά σοι βόλβιτα βοῶν ἀντὶ τῶν βολβίτων τῶν ἀνθρωπίνων, καὶ ποιήσεις τοὺς ἄρτους σου ἐπ᾿ αὐτῶν.
Zatijem reče mi: sine čovječji, evo ja ću slomiti potporu u hljebu u Jerusalimu, te će jesti hljeb na mjeru i u brizi, i vodu će piti na mjeru i u čudu.
καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ συντρίβω στήριγμα ἄρτου ἐν Ἱερουσαλήμ, καὶ φάγονται ἄρτον ἐν σταθμῷ καὶ ἐν ἐνδείᾳ καὶ ὕδωρ ἐν μέτρῳ καὶ ἐν ἀφανισμῷ πίονται,
Jer će im nestati hljeba i vode da će se čuditi među sobom i sasušiće se od bezakonja svojega.
ὅπως ἐνδεεῖς γένωνται ἄρτου καὶ ὕδατος· καὶ ἀφανισθήσεται ἄνθρωπος καὶ ἀδελφὸς αὐτοῦ καὶ τακήσονται ἐν ταῖς ἀδικίαις αὐτῶν.