Stari zavet
Opet mi dođe riječ Gospodnja govoreći:
ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
Sine čovječji, okreni lice svoje prema gori Siru i prorokuj protiv nje.
υἱὲ ἀνθρώπου, ἐπίστρεψον τὸ πρόσωπόν σου ἐπ' ὄρος Σηεὶρ καὶ προφήτευσον εἰς αὐτὸ
I reci: ovako veli Gospod Gospod: evo me na tebe, goro Sire! i dignuću ruku svoju na te, i opustiću te sasvijem.
καὶ εἰπόν· τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ σέ, ὄρος Σηείρ, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σέ καὶ δώσω σε εἰς ἔρημον καὶ ἐρημωθήσῃ,
Gradove ću tvoje opustiti, i ti ćeš biti pustoš, i poznaćeš da sam ja Gospod.
καὶ ταῖς πόλεσί σου ἐρημίαν ποιήσω, καὶ σὺ ἔρημος ἔσῃ· καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος,
Što je u tebe vječno neprijateljstvo, i rasipaš sinove Izrailjeve mačem u nevolji njihovoj, kad je kraj bezakonju njihovu,
ἀντὶ τοῦ γενέσθαι σε ἐχθρὰν αἰωνίαν καὶ ἐνεκάθισας τῷ οἴκῳ Ἰσραὴλ δόλῳ, ἐν χειρὶ ἐχθρῶν μαχαίρᾳ ἐν καιρῷ ἀδικίας ἐπ' ἐσχάτῳ,
Zato, tako ja bio živ, govori Gospod Gospod, krvi ću te predati i krv će te goniti, jer ne mrziš na krv, krv će te goniti.
διὰ τοῦτο, ζῶ ἐγώ, λέγει Κύριος Κύριος, εἰ μήν, εἰς αἷμα ἥμαρτες, καὶ αἷμα διώξεταί σε.
I obratiću goru Sir sasvijem u pustoš, da niko neće dolaziti ni odlaziti.
καὶ δώσω τὸ ὄρος Σηεὶρ εἰς ἔρημον καὶ ἠρημωμένον καὶ ἀπολῶ ἀπ' αὐτοῦ ἀνθρώπους καὶ κτήνη
I napuniću gore njezine pobijenijeh njezinijeh; na humovima tvojim i u dolinama tvojim i po svijem potocima tvojim padaće pobijeni od mača.
καὶ ἐμπλήσω τῶν τραυματιῶν τοὺς βουνούς σου καὶ τὰς φάραγγάς σου, καὶ ἐν πᾶσι τοῖς πεδίοις σου τετραυματισμένοι μαχαίρᾳ πεσοῦνται ἐν σοί.
Vječnu pustinju načiniću od tebe i gradovi se tvoji neće opraviti, i poznaćete da sam ja Gospod.
ἐρημίαν αἰώνιον θήσομαί σε, καὶ αἱ πόλεις σου οὐ μὴ κατοικηθῶσιν ἔτι· καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος.
Što govoriš: ova dva naroda i ove dvije zemlje moje će biti, i naslijedićemo ih, ako i jest Gospod bio ondje,
διὰ τὸ εἶπεῖν σε· τὰ δύο ἔθνη καὶ αἱ δύο χῶραι ἐμαὶ ἔσονται καὶ κληρονομήσω αὐτάς, καὶ Κύριος ἐκεῖ ἐστι,
Zato, tako ja živ bio, govori Gospod Gospod, učiniću po gnjevu tvom i po zavisti tvojoj, s kojom si postupala iz mržnje prema njima, i biću poznat među njima kad ti sudim.
διὰ τοῦτο, ζῶ ἐγώ, λέγει Κύριος, καὶ ποιήσω σοι κατὰ τὴν ἔχθραν σου καὶ γνωσθήσομαί σοι, ἡνίκα ἂν κρινῶ σε,
I poznaćeš da sam ja Gospod čuo sve tvoje hule koje si govorila na gore Izrailjeve rekavši: opustješe, nama su dane da ih jedemo.
καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος. ἤκουσα τῆς φωνῆς τῶν βλασφημιῶν σου, ὅτι εἶπας· τὰ ὄρη Ἰσραὴλ ἔρημα, ἡμῖν δέδοται εἰς κατάβρωμα·
I veličaste se suprot meni ustima svojim, i množiste na me riječi svoje; čuo sam.
καὶ ἐμεγαλορρημόνησας ἐπ' ἐμὲ τῷ στόματί σου· ἐγὼ ἤκουσα.
Ovako veli Gospod Gospod: kad se sva zemlja stane veseliti, tebe ću opustiti.
τάδε λέγει Κύριος· ἐν τῇ εὐφροσύνῃ πάσης τῆς γῆς ἔρημον ποιήσω σε,
Kako si se ti veselila našljedstvu doma Izrailjeva što opustje, tako ću i tebi učiniti: opustjećeš, goro Sire, i sva zemljo Edomska; i poznaće se da sam ja Gospod.
ἔρημον ἔσῃ, ὄρος Σηείρ, καὶ πᾶσα ἡ Ἰδουμαία ἐξαναλωθήσεται· καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν.