Stari zavet
I reče mi: sine čovječji, ustani na noge da govorim s tobom.
ΚΑΙ εἶπε πρός με· υἱὲ ἀνθρώπου, στῆθι ἐπὶ τοὺς πόδας σου, καὶ λαλήσω πρὸς σέ.
I uđe u me duh kad mi progovori, i postavi me na noge, i slušah onoga koji mi govoraše.
καὶ ἦλθεν ἐπ᾿ ἐμὲ πνεῦμα καὶ ἀνέλαβέ με καὶ ἐξῆρέ με καὶ ἔστησέ με ἐπὶ τοὺς πόδας μου, καὶ ἤκουον αὐτοῦ λαλοῦντος πρός με,
I reče mi: sine čovječji, ja te šaljem k sinovima Izrailjevijem, k narodima odmetničkim, koji se odmetnuše mene; oni i oci njihovi biše mi nevjerni do ovoga dana.
καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, ἐξαποστέλλω ἐγώ σε πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ, τοὺς παραπικραίνοντάς με, οἵτινες παρεπίκρανάν με, αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν ἕως τῆς σήμερον ἡμέρας,
K sinovima tvrda obraza i uporna srca šaljem te ja, pa im reci: tako veli Gospod;
καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος·
I poslušali ili ne poslušali, jer su dom odmetnički, neka znaju da je prorok bio među njima.
ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσι διότι οἶκος παραπικραίνων ἐστί καὶ γνώσονται ὅτι προφήτης εἶ σὺ ἐν μέσῳ αὐτῶν.
I ti, sine čovječji, ne boj ih se niti se boj njihovijeh riječi, što su ti uporni i kao trnje i živiš među skorpijama; ne boj se njihovijeh riječi i ne plaši se od njih, što su dom odmetnički.
καὶ σύ, υἱὲ ἀνθρώπου, μὴ φοβηθῇς αὐτοὺς μηδὲ ἐκστῇς ἀπὸ προσώπου αὐτῶν· διότι παροιστρήσουσι καὶ ἐπισυστήσονται ἐπὶ σὲ κύκλῳ, καὶ ἐν μέσῳ σκορπίων σὺ κατοικεῖς· τοὺς λόγους αὐτῶν μὴ φοβηθῇς καὶ ἀπὸ προσώπου αὐτῶν μὴ ἐκστῇς, διότι οἶκος παραπικραίνων ἐστί.
Nego im kaži riječi moje, poslušali ili ne poslušali, jer su odmetnici.
καὶ λαλήσεις τοὺς λόγους μου πρὸς αὐτούς, ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσιν, ὅτι οἶκος παραπικραίνων ἐστί.
Ali ti, sine čovječji, slušaj što ću ti kazati, ne budi nepokoran kao taj dom nepokorni; otvori usta, i pojedi što ću ti dati.
καὶ σύ, υἱὲ ἀνθρώπου, ἄκουε τοῦ λαλοῦντος πρός σέ, μή γίνου παραπικραίνων καθὼς ὁ οἶκος ὁ παραπικραίνων· χάνε τὸ στόμα σου καὶ φάγε ὃ ἐγὼ δίδωμί σοι.
I pogledah, a to ruka pružena k meni, i gle, u njoj savijena knjiga.
καὶ εἶδον καὶ ἰδοὺ χεὶρ ἐκτεταμένη πρός με, καὶ ἐν αὐτῇ κεφαλὶς βιβλίου·
I razvi je preda mnom, i bješe ispisana iznutra i spolja, i bješe u njoj napisan plač i naricanje i jaoh.
καὶ ἀνείλησεν αὐτὴν ἐνώπιόν μου, καὶ ἦν ἐν αὐτῇ γεγραμμένα τὰ ἔμπροσθεν καὶ τὰ ὄπισθεν, καὶ ἐγέγραπτο ἐπ᾿ αὐτὴν θρῆνος καὶ μέλος καὶ οὐαί.