Stari zavet
Opet mi dođe riječ Gospodnja govoreći:
ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
Sine čovječji, pokaži Jerusalimu gadove njegove,
υἱὲ ἀνθρώπου, διαμάρτυραι τῇ Ἱερουσαλὴμ τὰς ἀνομίας αὐτῆς
I reci: ovako veli Gospod Gospod Jerusalimu: postanjem i rodom ti si iz zemlje Hananske; otac ti bješe Amorejac a mati Hetejka.
καὶ ἐρεῖς· τάδε λέγει Κύριος τῇ Ἱερουσαλήμ· ἡ ρίζα σου καὶ ἡ γένεσίς σου ἐκ γῆς Χαναάν, ὁ πατήρ σου Ἀμορραῖος, καὶ ἡ μήτηρ σου Χετταία.
A o rođenju tvom, kad si se rodila, nije ti pupak odrezan i nijesi okupana vodom da bi bila čista, niti si solju natrvena ni pelenama povita.
καὶ ἡ γένεσίς σου, ἐν ᾗ ἡμέρᾳ ἐτέχθης, οὐκ ἔδησας τοὺς μαστούς σου καί ἐν ὕδατι οὐκ ἐλούσθης, οὐδὲ ἁλὶ ἡλίσθης καὶ ἐν σπαργάνοις οὐκ ἐσπαργανώθης,
Oko te ne požali da ti učini što od toga i da ti se smiluje; nego ti bi bačena u polje, jer bijaše mrska duša tvoja onoga dana kad si se rodila.
οὐδὲ ἐφείσατο ὁ ὀφθαλμός μου ἐπὶ σοὶ τοῦ ποιῆσαί σοι ἓν ἐκ πάντων τούτων, τοῦ παθεῖν τι ἐπὶ σοί, καὶ ἀπερρίφης ἐπὶ πρόσωπον τοῦ πεδίου τῇ σκολιότητι τῆς ψυχῆς σου ἐν ἡμέρᾳ, ᾗ ἐτέχθης.
I idući mimo tebe i vidjevši te gdje se valjaš u svojoj krvi, rekoh ti: da si živa u svojoj krvi! i opet ti rekoh: da si živa u svojoj krvi!
καὶ διῆλθον ἐπὶ σὲ καὶ εἶδόν σε πεφυρμένην ἐν τῷ αἵματί σου καὶ εἶπά σοι· ἐκ τοῦ αἵματός σου ζωή·
I učinih da rasteš na tisuće kao trava u polju; i ti naraste i posta velika i dođe do najveće ljepote; dojke ti napupiše, i dlake te probiše; ali ti bijaše gola naga.
πληθύνου, καθὼς ἡ ἀνατολὴ τοῦ ἀγροῦ δέδωκά σε· καὶ ἐπληθύνθης καὶ ἐμεγαλύνθης καὶ εἰσῆλθες εἰς πόλεις πόλεων· οἱ μαστοί σου ἀνωρθώθησαν, καὶ ἡ θρίξ σου ἀνέτειλε, σὺ δὲ ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα.
I idući mimo tebe pogledah te, i gle, godine ti bijahu godine za ljubljenje; i raširih skut svoj na te, i pokrih golotinju tvoju, i zakleh ti se i učinih vjeru s tobom, govori Gospod Gospod, i ti posta moja.
καὶ διῆλθον διὰ σοῦ καὶ εἶδόν σε, καὶ ἰδοὺ καιρός σου καὶ καιρὸς καταλυόντων, καὶ διεπέτασα τὰς πτέρυγάς μου ἐπὶ σὲ καὶ ἐκάλυψα τὴν ἀσχημοσύνην σου· καὶ ὤμοσά σοι καὶ εἰσῆλθον ἐν διαθήκῃ μετὰ σοῦ, λέγει Κύριος, καὶ ἐγένου μοι.
I okupah te vodom, i sprah s tebe krv tvoju, i pomazah te uljem.
καὶ ἔλουσά σε ἐν ὕδατι καὶ ἀπέπλυνα τὸ αἷμά σου ἀπὸ σοῦ καὶ ἔχρισά σε ἐν ἐλαίῳ
I obukoh ti vezenu haljinu, i obuh ti crevlje od jazavca, i opasah te tankim platnom i zastrijeh te svilom.
καὶ ἐνέδυσά σε ποικίλα καὶ ὑπέδυσά σε ὑάκινθον καὶ ἔζωσά σε βύσσῳ καὶ περιέβαλόν σε τριχάπτῳ
I nakitih te nakitom, i metnuh ti narukvice na ruke i grivnu oko vrata.
καὶ ἐκόσμημά σε κόσμῳ καὶ περιέθηκα ψέλια περὶ τὰς χεῖράς σου καὶ κάθεμα περὶ τὸν τράχηλόν σου
I grivnu oko čela metnuh ti, i oboce u uši, slavan vijenac na glavu.
καὶ ἔδωκα ἐνώτιον περὶ τὸν μυκτῆρά σου καὶ τροχίσκους ἐπὶ τὰ ὦτά σου καὶ στέφανον καυχήσεως ἐπὶ τὴν κεφαλήν σου.
I ti bijaše okićena zlatom i srebrom, i odijelo ti bijaše od tankoga platna i od svile i vezeno, jeđaše bijelo brašno i med i ulje, i bijaše vrlo lijepa, i prispje do carstva.
καὶ ἐκοσμήθης χρυσίῳ καὶ ἀργυρίῳ, καὶ τὰ περιβόλαιά σου βύσσινα καὶ τρίχαπτα καὶ ποικίλα· σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἔφαγες καὶ ἐγένου καλή σφόδρα.
I razide se glas o tebi po narodima radi ljepote tvoje, jer bješe savršena krasotom mojom, koju metnuh na te, govori Gospod Gospod.
καὶ ἐξῆλθέ σου ὄνομα ἐν τοῖς ἔθνεσιν ἐν τῷ κάλλει σου, διότι συντετελεσμένον ἦν ἐν εὐπρεπείᾳ ἐν τῇ ὡραιότητι, ᾗ ἔταξα ἐπὶ σέ, λέγει Κύριος.
Ali se ti osloni na ljepotu svoju, i prokurva se s glasa svojega, te si prosipala kurvarstvo svoje svakome koji prolažaše, i bivala si njegova.
Καὶ ἐπεποίθεις ἐν τῷ κάλλει σου καὶ ἐπόρνευσας ἐπὶ τῷ ὀνόματί σου καὶ ἐξέχεας τὴν πορνείαν σου ἐπὶ πάντα πάροδον, ὃ οὐκ ἔσται.
I uzevši od haljina svojih načinila si šarene visine, i kurvala si se na njima, kako nigda nije bilo niti će biti.
καὶ ἔλαβες ἐκ τῶν ἱματίων σου καὶ ἐποίησας σεαυτῇ εἴδωλα ραπτὰ καὶ ἐξεπόρνευσας ἐπ᾿ αὐτά· καὶ οὐ μὴ εἰσέλθῃς, οὐδὲ μὴ γένηται.
I uzevši krasni nakit svoj od moga zlata i od moga srebra što ti dadoh, načinila si sebi muške likove, i kurvala si se s njima.
καὶ ἔλαβες τὰ σκεύη τῆς καυχήσεώς σου ἐκ τοῦ χρυσίου μου καὶ ἐκ τοῦ ἀργυρίου μου, ἐξ ὧν ἔδωκά σοι καὶ ἐποίησας σεαυτῇ εἰκόνας ἀρσενικὰς καὶ ἐξεπόρνευσας ἐν αὐταῖς·
I uzevši vezene haljine svoje zaodjela si ih, i ulje moje i kad moj stavila si pred njih.
καὶ ἔλαβες τὸν ἱματισμὸν τὸν ποικίλον σου καὶ περιέβαλες αὐτὰ καὶ τὸ ἔλαιόν μου καὶ τὸ θυμίαμά μου ἔθηκας πρὸ προσώπου αὐτῶν·
I hljeb moj, koji ti dadoh, bijelo brašno i ulje i med, čim te hranjah, postavila si pred njih za miris ugodni. Tako je bilo, govori Gospod Gospod.
καὶ τοὺς ἄρτους μου, οὓς ἔδωκά σοι, σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἐψώμισά σε καὶ ἔθηκας αὐτὰ πρὸ προσώπου αὐτῶν εἰς ὀσμήν εὐωδίας· καὶ ἐγένετο, λέγει Κύριος,
I uzimala si sinove svoje i kćeri svoje koje si rodila, i njih si im prinosila da se spale. Malo li bješe kurvarstva tvojega,
καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου, ἃς ἐγέννησας, καὶ ἔθυσας αὐτὰ αὐτοῖς εἰς ἀνάλωσιν, ὡς μικρὰ ἐξεπόρνευσας,
Te si i sinove moje klala i davala si ih da im se provedu kroz oganj?
καὶ ἔσφαξας τὰ τέκνα σου καὶ ἔδωκας αὐτὰ ἐν τῷ ἀποτροπιάζεσθαί σε ἐν αὐτοῖς.
I uza sve gadove svoje i kurvarstva svoja nijesi se opominjala dana mladosti svoje kad si bila gola i naga i valjala se u krvi svojoj.
τοῦτο παρὰ πᾶσαν τὴν πορνείαν σου, καὶ οὐκ ἐμνήσθης τῆς νηπιότητός σου, ὅτε ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα καὶ πεφυρμένη ἐν τῷ αἵματί σου ἔζησας.
I poslije sve zloće svoje, (teško, teško tebi! govori Gospod Gospod,)
καὶ ἐγένετο μετὰ πάσας τὰς κακίας σου, λέγει Κύριος,
Sagradila si sebi kuću kurvarsku, i načinila si sebi visine na svakoj ulici,
καὶ ᾠκοδόμησας σεαυτῇ οἴκημα πορνικὸν καὶ ἐποίησας σεαυτῇ ἔκθεμα ἐν πάσῃ πλατείᾳ
Na svakoj rasputici načinila si sebi visinu, i nagrdila si svoju ljepotu, i razmetala si noge svoje svakome koji prolažaše, i umnožila si kurvarstvo svoje.
καὶ ἐπ᾿ ἀρχῆς πάσης ὁδοῦ ᾠκοδόμησας τὰ πορνεῖά σου καὶ ἐλυμήνω τὸ κάλλος σου καὶ διήγαγες τὰ σκέλη σου παντὶ παρόδῳ καὶ ἐπλήθυνας τὴν πορνείαν σου·
Kurvala si se sa sinovima Misirskim, susjedima svojim velika tijela, i umnožila si kurvarstvo svoje da bi me razgnjevila.
καὶ ἐξεπόρνευσας ἐπὶ τοὺς υἱοὺς Αἰγύπτου τοὺς ὁμοροῦντάς σοι τοὺς μεγαλοσάρκους καὶ πολλαχῶς ἐξεπόρνευσας τοῦ παροργίσαι με.
Zato, gle, digoh ruku svoju na te i umalih obrok tvoj, i dadoh te na volju nenavidnicima tvojima, kćerima Filistejskim, koje bješe stid od sramotnoga puta tvojega.
ἐὰν δὲ ἐκτείνω τὴν χεῖρά μου ἐπὶ σέ, καὶ ἐξαρῶ τὰ νόμιμά σου καὶ παραδώσω εἰς ψυχὰς μισούντων σε, θυγατέρας ἀλλοφύλων τὰς ἐκκλινούσας σε ἐκ τῆς ὁδοῦ σου, ἧς ἠσέβησας.
Kurvala si se sa sinovima Asirskim, jer se ne mogaše nasititi; kurvala si se s njima, i opet se nijesi nasitila.
καὶ ἐξεπόρνευσας ἐπὶ τὰς θυγατέρας Ἀσσοὺρ καὶ οὐδ᾿ οὕτως ἐνεπλήσθης· καὶ ἐξεπόρνευσας καὶ οὐκ ἐνεπίπλω.
I umnožila si kurvarstvo svoje u zemlji Hananskoj dori do Haldejske, i ni tako se nijesi nasitila.
καὶ ἐπλήθυνας τὰς διαθήκας σου πρὸς γῆν Χαλδαίων καὶ οὐδὲ ἐν τούτοις ἐνεπλήσθης.
Kako je iznemoglo srce tvoje, govori Gospod Gospod, kad činiš sve što čini najgora kurva,
τί διαθῶ τὴν θυγατέρα σου, λέγει Κύριος, ἐν τῷ ποιῆσαί σε πάντα ταῦτα, ἔργα γυναικὸς πόρνης; καὶ ἐξεπόρνευσας τρισσῶς ἐν ταῖς θυγατράσι σου·
Kad si gradila kurvarsku kuću na svakoj rasputici i činila visinu na svakoj ulici! A ni kao kurva nijesi, jer nijesi marila za platu;
τὸ πορνεῖον ᾠκοδόμησας ἐν πάσῃ ἀρχῇ ὁδοῦ καὶ τὴν βάσιν σου ἐποίησας ἐν πάσῃ πλατείᾳ καὶ ἐγένου ὡς πόρνη συνάγουσα μισθώματα.
Nego kao žena preljubočinica, koja mjesto muža svoga prima druge.
ἡ γυνὴ ἡ μοιχωμένη ὁμοία σοι παρὰ τοῦ ἀνδρὸς αὐτῆς λαμβάνουσα μισθώματα·
Svijem kurvama daje se plata, a ti si davala platu svijem milosnicima svojim i darivala si ih da dolaze k tebi sa svijeh strana da se kurvaju s tobom.
πᾶσι τοῖς ἐκπορνεύσασιν αὐτὴν προσεδίδου μισθώματα, καὶ σὺ δέδωκας μισθώματα πᾶσι τοῖς ἐρασταῖς σου καὶ ἐφόρτιζες αὐτοὺς τοῦ ἔρχεσθαι πρός σε κυκλόθεν ἐν τῇ πορνείᾳ σου.
I tako je u tebe naopako prema ženama u tvom kurvarstvu: jer niko ne ide za tobom da se kurva, i ti daješ platu, a ne daje se tebi plata; to je naopako.
καὶ ἐγένετο ἐν σοὶ διεστραμμένον παρὰ τὰς γυναῖκας ἐν τῇ πορνείᾳ σου, καὶ μετὰ σοῦ πεπορνεύκασιν ἐν τῷ προσδιδόναι σε μισθώματα, καὶ σοὶ μισθώματα οὐκ ἐδόθη, καὶ ἐγένετο ἐν σοὶ διεστραμμένα.
Zato, kurvo, čuj riječ Gospodnju.
Διὰ τοῦτο, πόρνη, ἄκουε λόγον Κυρίου·
Ovako veli Gospod Gospod: što se otrov tvoj prosu, i što se u kurvanju tvom otkrivala golotinja tvoja tvojim milosnicima i svijem gadnijem idolima tvojim, i za krv sinova tvojih, koje si im dala,
τάδε λέγει Κύριος· ἀνθ᾿ ὧν ἐξέχεας τὸν χαλκόν σου, καὶ ἀποκαλυφθήσεται ἡ αἰσχύνη ἐν τῇ πορνείᾳ σου πρὸς τοὺς ἐραστάς σου καὶ εἰς πάντα τὰ ἐνθυμήματα τῶν ἀνομιῶν σου καὶ ἐν τοῖς αἵμασι τῶν τέκνων σου, ὧν ἔδωκας αὐτοῖς.
Zato, evo, ja ću skupiti sve milosnike tvoje, s kojima si se milovala, i sve koje si ljubila, i sve na koje si mrzila, skupiću ih sve oko tebe, i otkriću im golotinju tvoju da vide svu golotinju tvoju.
διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σὲ συνάγω πάντας τοὺς ἐραστάς σου, ἐν οἷς ἐπεμίγης ἐν αὐτοῖς καὶ πάντας, οὓς ἠγάπησας, σὺν πᾶσιν, οἷς ἐμίσεις· καὶ συνάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν καὶ ἀποκαλύψω τὰς κακίας σου πρὸς αὐτούς, καὶ ὄψονται πᾶσαν τὴν αἰσχύνην σου·
I sudiću ti kako se sudi onima koje čine preljubu i onima koje krv proljevaju, i daću te na smrt gnjevu i revnosti.
καὶ ἐκδικήσω σε ἐκδικήσει μοιχαλίδος καὶ ἐκχεούσης αἷμα καὶ θήσω σε ἐν αἵματι θυμοῦ καὶ ζήλου.
I predaću te u njihove ruke, te će razoriti tvoju kuću kurvarsku i raskopati visine tvoje, i svući će haljine s tebe, i uzeće ti krasni nakit i ostaviće te golu nagu.
καὶ παραδώσω σε εἰς χεῖρας αὐτῶν, καὶ κατασκάψουσι τὸ πορνεῖόν σου καὶ καθελοῦσι τὴν βάσιν σου, καὶ ἐκδύσουσί σε τὰ ἱμάτιά σου καὶ λήψονται τὰ σκεύη τῆς καυχήσεώς σου καί ἀφήσουσί σε γυμνὴν καὶ ἀσχημονοῦσαν.
I dovešće na te ljudstvo, te će te zasuti kamenjem, i izbošće te mačevima svojim.
καὶ ἄξουσιν ἐπὶ σὲ ὄχλους καὶ λιθοβολήσουσί σε ἐν λίθοις καὶ κατασφάξουσί σε ἐν τοῖς ξίφεσιν αὐτῶν.
I popaliće kuće tvoje ognjem, i izvršiće na tebi sud pred mnogim ženama, i učiniću te ćeš se okaniti kurvanja i nećeš više davati plate.
καὶ ἐμπρήσουσι τοὺς οἴκους σου πυρὶ καὶ ποιήσουσιν ἐν σοὶ ἐκδικήσεις ἐνώπιον γυναικῶν πολλῶν· καὶ ἀποστρέψω σε ἐκ τῆς πορνείας σου, καὶ μισθώματα οὐ μὴ δῷς οὐκέτι.
I namiriću gnjev svoj nad tobom, i revnost će se moja ukloniti od tebe, i umiriću se, i neću se više gnjeviti.
καὶ ἐπαφήσω τὸν θυμόν μου ἐπὶ σέ, καὶ ἐξαρθήσεται ὁ ζῆλός μου ἐκ σοῦ, καὶ ἀναπαύσομαι καὶ σὺ μὴ μεριμνήσω οὐκέτι.
Zato što se nijesi opominjala dana mladosti svoje, nego si me dražila svijem tijem, zato, evo, i ja ću obratiti put tvoj na tvoju glavu, govori Gospod Gospod, te nećeš činiti grdila niti kakvih gadova svojih.
ἀνθ᾿ ὧν οὐκ ἐμνήσθης τῆς νηπιότητός σου καὶ ἐλύπεις με ἐν πᾶσι τούτοις, καὶ ἰδοὺ ἐγὼ τὰς ὁδούς σου εἰς κεφαλήν σου δέδωκα, λέγει Κύριος· καὶ οὕτως ἐποίησας τὴν ἀσέβειαν ἐπὶ πάσαις ταῖς ἀνομίαις σου.
Gle, ko god govori priče, govoriće o tebi priču, i reći će: kaka mati, taka joj kći.
ταῦτά ἐστι πάντα, ὅσα εἶπαν κατὰ σοῦ ἐν παραβολῇ λέγοντες· καθὼς ἡ μήτηρ,
Ti si kći matere svoje, koja se odmetnula muža svojega i djece svoje, i sestra si sestara svojih, koje se odmetnuše muževa svojih i djece svoje, mati vam je Hetejka a otac Amorejac.
καὶ ἡ θυγάτηρ· θυγάτηρ τῆς μητρός σου σὺ εἶ ἡ ἀπωσαμένη τὸν ἄνδρα αὐτῆς καὶ τὰ τέκνα αὐτῆς καὶ ἀδελφοὶ τῶν ἀδελφῶν σου τῶν ἀπωσαμένων τοὺς ἄνδρας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν· ἡ μήτηρ ὑμῶν Χετταία, καὶ ὁ πατὴρ ὑμῶν Ἀμορραῖος.
A starija ti je sestra Samarija s kćerima svojim, koja ti sjedi s lijeve strane, a mlađa ti je sestra koja ti sjedi s desne strane Sodom sa kćerima svojim.
ἡ ἀδελφὴ ὑμῶν ἡ πρεσβυτέρα Σαμάρεια, αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς, ἡ κατοικοῦσα ἐξ εὐωνύμων σου· καὶ ἡ ἀδελφή σου ἡ νεωτέρα σου ἡ κατοικοῦσα ἐκ δεξιῶν σου Σόδομα καὶ αἱ θυγατέρες αὐτῆς.
A ti ni njihovijem putem nijesi hodila, niti si činila po njihovijem gadovima, kao da ti to bješe malo, nego si bila gora od njih na svijem putovima svojim.
καὶ οὐδ᾿ ὧς ἐν ταῖς ὁδοῖς αὐτῶν ἐπορεύθης, οὐδὲ κατὰ τὰς ἀνομίας αὐτῶν ἐποίησας· παρὰ μικρὸν καὶ ὑπέρκεισαι αὐτὰς ἐν πάσαις ταῖς ὁδοῖς σου.
Tako ja živ bio, govori Gospod Gospod, sestra tvoja Sodom i kćeri njezine nijesu činile kako si činila ti i tvoje kćeri.
ζῶ ἐγώ, λέγει Κύριος, εἰ πεποίηκε Σόδομα ἡ ἀδελφή σου, αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς, ὃν τρόπον ἐποίησας σὺ καὶ αἱ θυγατέρες σου.
Evo, ovo bješe bezakonje sestre tvoje Sodoma: u ponosu, u izobilju hljeba i bezbrižnom miru bješe ona i kćeri njezine, a ne pomagahu siromahu i ubogome;
πλὴν τοῦτο τὸ ἀνόμημα Σοδόμων τῆς ἀδελφῆς σου, ὑπερηφανία· ἐν πλησμονῇ ἄρτων καὶ ἐν εὐθηνίᾳ οἴνου ἐσπατάλων αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς. τοῦτο ὑπῆρχεν αὐτῇ καὶ ταῖς θυγατράσιν αὐτῆς, καὶ χεῖρα πτωχοῦ καὶ πένητος οὐκ ἀντελαμβάνοντο.
Nego se ponašahu i činjahu gadove preda mnom, zato ih zatrh kad vidjeh.
καὶ ἐμεγαλαύχουν καὶ ἐποίησαν ἀνομήματα ἐνώπιον ἐμοῦ, καὶ ἐξῇρα αὐτὰς καθὼς εἶδον.
Samarija nije zgriješila ni pola koliko ti, jer si počinila gadova svojih više nego one, te si opravdala sestre svoje svijem gadovima svojim koje si učinila.
καὶ Σαμάρεια κατὰ τὰς ἡμίσεις τῶν ἁμαρτιῶν σου οὐχ ἥμαρτε· καὶ ἐπλήθυνας τὰς ἀνομίας σου ὑπὲρ αὐτὰς καὶ ἐδικαίωσας τὰς ἀδελφάς σου ἐν πάσαις ταῖς ἀνομίαις σου, αἷς ἐποίησας.
I ti dakle, koja si sudila sestrama svojim, nosi sramotu svoju za grijehe svoje, kojima si postala grđa od njih; one su pravednije od tebe; i ti se dakle stidi i nosi sramotu, kad si opravdala sestre svoje.
καὶ σὺ κόμισαι βάσανόν σου, ἐν ᾗ ἔφθειρας τὰς ἀδελφάς σου ἐν ταῖς ἁμαρτίαις σου, αἷς ἠνόμησας ὑπὲρ αὐτάς, καὶ ἐδικαίωσας αὐτὰς ὑπὲρ σεαυτήν· καὶ σὺ αἰσχύνθητι καὶ λάβε τὴν ἀτιμίαν σου ἐν τῷ δικαιῶσαί σε τὰς ἀδελφάς σου.
Ako dovedeš natrag njihovo roblje, roblje Sodomsko i kćeri njezinijeh, i roblje Samarijsko i kćeri njezinijeh, dovešću i tvoje roblje iz ropstva među njima,
καὶ ἀποστρέψω τὰς ἀποστροφὰς αὐτῶν, τὴν ἀποστροφὴν Σοδόμων καὶ τῶν θυγατέρων αὐτῆς, καὶ ἀποστρέψω τὴν ἀποστροφὴν Σαμαρείας καὶ τῶν θυγατέρων αὐτῆς, καὶ ἀποστρέψω τὴν ἀποστροφήν σου ἐν μέσῳ αὐτῶν,
Da nosiš sramotu svoju i da se stidiš za sve što si činila, i da im budeš utjeha.
ὅπως κομίσῃ τὴν βάσανόν σου καὶ ἀτιμωθήσῃ ἐκ πάντων, ὧν ἐποίησας ἐν τῷ παροργίσαι με.
Ako se sestre tvoje, Sodom i kćeri njezine povrate kao što su bile, i ako se Samarija i kćeri njezine povrate kao što su bile, povratićeš se i ti i kćeri tvoje kao što ste bile.
καὶ ἡ ἀδελφή σου Σόδομα καὶ αἱ θυγατέρες αὐτῆς ἀποκατασταθήσονται καθὼς ἦσαν ἀπ᾿ ἀρχῆς, καὶ Σαμάρεια καὶ αἱ θυγατέρες αὐτῆς ἀποκατασταθήσονται καθὼς ἦσαν ἀπ᾿ ἀρχῆς, καὶ σὺ καὶ αἱ θυγατέρες σου ἀποκατασταθήσεσθε καθὼς ἀπ᾿ ἀρχῆς ἦτε.
Jer usta tvoja ne pominjaše Sodoma sestre tvoje u vrijeme oholosti tvoje,
καὶ εἰ μὴ ἦν Σόδομα ἡ ἀδελφή σου εἰς ἀκοὴν ἐν τῷ στόματί σου ἐν ταῖς ἡμέραις ὑπερηφανίας σου,
Prije nego se otkri zloća tvoja kao u vrijeme sramote od kćeri Sirskih i od svijeh što su oko njih, kćeri Filistejskih, koje te sramoćahu sa svijeh strana.
πρὸ τοῦ ἀποκαλυφθῆναι τὰς κακίας σου, ὃν τρόπον νῦν ὄνειδος εἶ θυγατέρων Συρίας καὶ πάντων τῶν κύκλῳ αὐτῆς, θυγατέρων ἀλλοφύλων τῶν περιεχουσῶν σε κύκλῳ;
Nosi nevaljalstvo svoje i gadove svoje, govori Gospod.
τὰς ἀσεβείας σου καὶ τὰς ἀνομίας σου, σὺ κεκόμισαι αὐτάς, λέγει Κύριος.
Jer ovako veli Gospod Gospod: učiniću ti kako si ti učinila prezrevši zakletvu i prestupivši zavjet.
τάδε λέγει Κύριος· καὶ ποιήσω ἐν σοὶ καθὼς ἐποίησας, ὡς ἠτίμωσας ταῦτα τοῦ παραβῆναι τὴν διαθήκην μου.
Ali ću se ja opomenuti zavjeta svojega koji sam učinio s tobom u vrijeme mladosti tvoje, i utvrdiću ti vječan zavjet.
καὶ μνησθήσομαι ἐγὼ τῆς διαθήκης μου τῆς μετὰ σοῦ ἐν ἡμέραις νηπιότητός σου καὶ ἀναστήσω σοι διαθήκην αἰώνιον.
Tada ćeš se opomenuti putova svojih i postidjećeš se kad primiš sestre svoje starije od sebe i mlađe, koje ću ti dati za kćeri, ali ne po tvom zavjetu.
καὶ μνησθήσῃ τὴν ὁδόν σου καὶ ἐξατιμωθήσῃ ἐν τῷ ἀναλαβεῖν σε τὰς ἀδελφάς σου τὰς πρεσβυτέρας σου σὺν ταῖς νεωτέραις σου, καὶ δώσω αὐτάς σοι εἰς οἰκοδομὴν καὶ οὐκ ἐκ διαθήκης σου.
I ja ću utvrditi svoj zavjet s tobom, i poznaćeš da sam ja Gospod.
καὶ ἀναστήσω ἐγὼ τὴν διαθήκην μου μετὰ σοῦ, καὶ ἐπιγνώσῃ ὅτι ἐγὼ Κύριος,
Da se opomeneš i postidiš i da ne otvoriš više usta od sramote, kad ti oprostim sve što si učinila, govori Gospod Gospod.
ὅπως μνησθῇς καὶ αἰσχυνθῆς, καὶ μὴ ᾖ σοι ἔτι ἀνοῖξαι τὸ στόμα σου ἀπὸ προσώπου τῆς ἀτιμίας σου ἐν τῷ ἐξιλάσκεσθαί μέ σοι κατὰ πάντα, ὅσα ἐποίησας, λέγει Κύριος.