Novi zavet
I približavahu se k njemu svi carinici i grješnici da ga čuju.
Ἦσαν δὲ αὐτῷ ἐγγίζοντες πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ.
I vikahu na njega fariseji i književnici govoreći: ovaj prima grješnike i jede s njima.
καὶ διεγόγγυζον οἵ τε Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς.
A on im kaza priču ovu govoreći:
εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων·
Koji čovjek od vas imajući sto ovaca i izgubivši jednu od njih ne ostavi devedeset i devet u pustinji i ne ide za izgubljenom dok je ne nađe?
Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα καὶ ἀπολέσας ἐξ αὐτῶν ἓν οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως εὕρῃ αὐτό;
I našavši digne je na ramo svoje radujući se,
καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτοῦ χαίρων,
I došavši kući sazove prijatelje i susjede govoreći im: radujte se sa mnom: ja nađoh svoju ovcu izgubljenu.
καὶ ἐλθὼν εἰς τὸν οἶκον συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων αὐτοῖς· Συγχάρητέ μοι ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός.
Kažem vam da će tako biti veća radost na nebu za jednoga grješnika koji se kaje, negoli za devedeset i devet pravednika kojima ne treba pokajanje.
λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ἐν τῷ οὐρανῷ ἔσται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας.
Ili koja žena imajući deset dinara, ako izgubi jedan dinar, ne zapali svijeće, i ne pomete kuće, i ne traži dobro dok ne nađe?
Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως οὗ εὕρῃ;
I našavši sazove drugarice i susjede govoreći: radujte se sa mnom: ja nađoh dinar izgubljeni.
καὶ εὑροῦσα συγκαλεῖ τὰς φίλας καὶ γείτονας λέγουσα· Συγχάρητέ μοι ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα.
Tako, kažem vam, biva radost pred anđelima Božijima za jednoga grješnika koji se kaje.
οὕτως, λέγω ὑμῖν, γίνεται χαρὰ ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
I reče: jedan čovjek imaše dva sina,
Εἶπεν δέ· Ἄνθρωπός τις εἶχεν δύο υἱούς.
I reče mlađi od njih ocu: oče! daj mi dio od imanja što pripada meni. I otac im podijeli imanje.
καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας· ὁ δὲ διεῖλεν αὐτοῖς τὸν βίον.
I potom do nekoliko dana pokupi mlađi sin sve svoje, i otide u daljnu zemlju; i onamo prosu imanje svoje živeći besputno.
καὶ μετʼ οὐ πολλὰς ἡμέρας συναγαγὼν πάντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως.
A kad potroši sve, postade velika glad u onoj zemlji, i on se nađe u nevolji.
δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι.
I otišavši pribi se kod jednoga čovjeka u onoj zemlji; i on ga posla u polje svoje da čuva svinje.
καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους·
I željaše napuniti trbuh svoj roščićima koje svinje jeđahu, i niko mu ih ne davaše.
καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ.
A kad dođe k sebi, reče: koliko najamnika u oca mojega imaju hljeba i suviše, a ja umirem od gladi!
εἰς ἑαυτὸν δὲ ἐλθὼν ἔφη· Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύονται ἄρτων, ἐγὼ δὲ λιμῷ ὧδε ἀπόλλυμαι·
Ustaću i idem ocu svojemu, pa ću mu reći: oče! sagriješih nebu i tebi,
ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου,
I već nijesam dostojan nazvati se sin tvoj: primi me kao jednoga od svojijeh najamnika.
οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.
I ustavši otide ocu svojemu. A kad je još podaleko bio, ugleda ga otac njegov, i sažali mu se, i potrčavši zagrli ga i cjeliva ga.
καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα ἑαυτοῦ. ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν.
A sin mu reče: oče, sagriješih nebu i tebi, i već nijesam dostojan nazvati se sin tvoj.
εἶπεν δὲ ὁ υἱὸς αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου.
A otac reče slugama svojijem: iznesite najljepšu haljinu i obucite ga, i podajte mu prsten na ruku i obuću na noge.
εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· Ταχὺ ἐξενέγκατε στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας,
I dovedite tele ugojeno te zakoljite, da jedemo i da se veselimo.
καὶ φέρετε τὸν μόσχον τὸν σιτευτόν, θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν,
Jer ovaj moj sin bješe mrtav, i oživlje; i izgubljen bješe, i nađe se. I stadoše se veseliti.
ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, ἦν ἀπολωλὼς καὶ εὑρέθη. καὶ ἤρξαντο εὐφραίνεσθαι.
A sin njegov stariji bijaše u polju, i dolazeći kad se približi kući ču pjevanje i podvikivanje.
Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ, ἤκουσεν συμφωνίας καὶ χορῶν,
I dozvavši jednoga od slugu zapita: šta je to?
καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί ἂν εἴη ταῦτα·
A on mu reče: brat tvoj dođe; i otac tvoj zakla tele ugojeno, što ga je zdrava vidio.
ὁ δὲ εἶπεν αὐτῷ ὅτι Ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν.
A on se rasrdi i ne šćadijaše da uđe. Tada iziđe otac njegov i moljaše ga.
ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. ὁ δὲ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν.
A on odgovarajući reče ocu: eto te služim toliko godina, i nikad ne prestupih tvoje zapovijesti, pa meni nikad nijesi dao jareta da bih se proveselio sa svojijem društvom;
ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρὶ αὐτοῦ· Ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ·
A kad dođe taj tvoj sin koji ti je imanje prosuo s kurvama, zaklao si mu tele ugojeno.
ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν σιτευτὸν μόσχον.
A on mu reče: sine! ti si svagda sa mnom, i sve je moje tvoje.
ὁ δὲ εἶπεν αὐτῷ· Τέκνον, σὺ πάντοτε μετʼ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν·
Trebalo se razveseliti i obradovati, jer ovaj brat tvoj mrtav bješe, i oživlje; i izgubljen bješe i nađe se.
εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἔζησεν, καὶ ἀπολωλὼς καὶ εὑρέθη.