Novi zavet
U to vrijeme pak dođoše neki i kazaše za Galilejce kojijeh krv pomiješa Pilat sa žrtvama njihovijem.
Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν.
I odgovarajući Isus reče im: mislite li da su ti Galilejci bili najgrješniji od sviju Galilejaca, jer tako postradaše?
καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι ταῦτα πεπόνθασιν;
Ne, kažem vam, nego ako se ne pokajete, svi ćete tako izginuti.
οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἐὰν μὴ μετανοῆτε πάντες ὁμοίως ἀπολεῖσθε.
Ili oni osamnaest što na njih pade kula Siloamska i pobi ih, mislite li da su oni najkrivlji bili od sviju Jerusalimljana?
ἢ ἐκεῖνοι οἱ δεκαοκτὼ ἐφʼ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας Ἰερουσαλήμ;
Ne, kažem vam, nego ako se ne pokajete, svi ćete tako izginuti.
οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἐὰν μὴ μετανοῆτε πάντες ὡσαύτως ἀπολεῖσθε.
Kaza im pak ovu priču: jedan čovjek imadijaše smokvu usađenu u svome vinogradu, i dođe da traži roda na njoj, i ne nađe.
Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν. Συκῆν εἶχέν τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν.
Onda reče vinogradaru: evo treća godina kako dolazim i tražim roda na ovoj smokvi, i ne nalazim; posijeci je dakle, zašto zemlji da smeta?
εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν· Ἰδοὺ τρία ἔτη ἀφʼ οὗ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ;
A on odgovarajući reče mu: gospodaru! ostavi je i za ovu godinu dok okopam oko nje i obaspem gnojem;
ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ· Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια·
Pa da ako rodi: ako li ne, posjeći ćeš je na godinu.
κἂν μὲν ποιήσῃ καρπὸν εἰς τὸ μέλλον— εἰ δὲ μήγε, ἐκκόψεις αὐτήν.
A kad učaše u jednoj zbornici u subotu,
Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν.
I gle, bješe ondje žena bolesna od duha osamnaest godina, i bješe zgrčena, i ne mogaše se ispraviti.
καὶ ἰδοὺ γυνὴ πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δεκαοκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές.
A kad je vidje, dozva je Isus i reče joj: ženo! oproštena si od bolesti svoje.
ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησεν καὶ εἶπεν αὐτῇ· Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου,
I metnu na nju ruke, i odmah se ispravi i hvaljaše Boga.
καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη, καὶ ἐδόξαζεν τὸν θεόν.
A starješina od zbornice srđaše se što je Isus iscijeli u subotu, i odgovarajući reče narodu: šest je dana u koje treba raditi, u one dakle dolazite te se liječite, a ne u dan subotni.
ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγεν τῷ ὄχλῳ ὅτι Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν αὐταῖς οὖν ἐρχόμενοι θεραπεύεσθε καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου.
A Gospod mu odgovori i reče: licemjere! svaki od vas u subotu ne odrješuje li svojega vola ili magarca od jasala, i ne vodi da napoji?
ἀπεκρίθη δὲ αὐτῷ ὁ κύριος καὶ εἶπεν· Ὑποκριταί, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει;
A ovu kćer Avraamovu koju sveza sotona evo osamnaesta godina, ne trebaše li je odriješiti iz ove sveze u dan subotni?
ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου;
I kad on ovo govoraše stiđahu se svi koji mu se protivljahu; i sav narod radovaše se za sva njegova slavna djela.
καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπʼ αὐτοῦ.
A on im reče: kakvo je carstvo Božije? i kakvo ću kazati da je?
Ἔλεγεν οὖν· Τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν;
Ono je kao zrno gorušično, koje uzevši čovjek baci u vrt svoj, i uzraste i posta drvo veliko, i ptice nebeske useliše se u grane njegove.
ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ, καὶ ηὔξησεν καὶ ἐγένετο εἰς δένδρον, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.
Opet reče: kakvo ću kazati da je carstvo Božije?
Καὶ πάλιν εἶπεν· Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ θεοῦ;
Ono je kao kvasac koji uzevši žena metnu u tri kopanje brašna, dok ne uskise sve.
ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον.
I prolažaše po gradovima i selima učeći i putujući u Jerusalim.
Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς Ἱεροσόλυμα.
Reče mu pak neko: Gospode! je li malo onijeh koji će biti spaseni? A on im reče:
εἶπεν δέ τις αὐτῷ· Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; ὁ δὲ εἶπεν πρὸς αὐτούς·
Navalite da uđete na tijesna vrata; jer vam kažem: mnogi će tražiti da uđu i neće moći:
Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας, ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν,
Kad ustane domaćin i zatvori vrata, i stanete napolju stajati i kucati u vrata govoreći: Gospode! Gospode! otvori nam; i odgovarajući reći će vam: ne poznajem vas otkuda ste.
ἀφʼ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες· Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν· Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ.
Tada ćete stati govoriti: mi jedosmo pred tobom i pismo, i po ulicama našijem učio si.
τότε ἄρξεσθε λέγειν· Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας·
A on će reći: kažem vam: ne poznajem vas otkuda ste; otstupite od mene svi koji nepravdu činite.
καὶ ἐρεῖ λέγων ὑμῖν· Οὐκ οἶδα πόθεν ἐστέ· ἀπόστητε ἀπʼ ἐμοῦ, πάντες ἐργάται ἀδικίας.
Ondje će biti plač i škrgut zuba, kad vidite Avraama i Isaka i Jakova i sve proroke u carstvu Božijemu, a sebe napolje istjerane.
ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ὄψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω.
I doći će od istoka i zapada i sjevera i juga i sješće za trpezu u carstvu Božijemu.
καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀπὸ βορρᾶ καὶ νότου καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
I gle, ima pošljednjijeh koji će biti prvi, i ima prvijeh koji će biti pošljednji.
καὶ ἰδοὺ εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι.
U taj dan pristupiše neki od fariseja govoreći mu: iziđi i idi odavde, jer Irod hoće da te ubije.
Ἐν αὐτῇ τῇ ὥρᾳ προσῆλθάν τινες Φαρισαῖοι λέγοντες αὐτῷ· Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι.
I reče im: idite te kažite onoj lisici: evo izgonim đavole i iscjeljujem danas i sjutra, a treći dan svršiću.
καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ· Ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἀποτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι.
Ali danas i sjutra i prekosjutra treba mi ići; jer prorok ne može poginuti izvan Jerusalima.
πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἰερουσαλήμ.
Jerusalime, Jerusalime, koji ubijaš proroke i zasipaš kamenjem poslane k sebi! koliko puta htjeh da skupim čeda tvoja kao kokoš gnijezdo svoje pod krila, i ne htjeste!
Ἰερουσαλὴμ Ἰερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν— ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.
Eto će vam se ostaviti kuća vaša pusta; a ja vam kažem: nećete mene vidjeti dok ne dođe da rečete: blagosloven koji ide u ime Gospodnje.
ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν. λέγω δὲ ὑμῖν, οὐ μὴ ἴδητέ με ἕως ἥξει ὅτε εἴπητε· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.