Stari zavet
Onu noć ne mogaše car spavati, i zapovjedi te mu donesoše knjigu od znamenitijeh događaja, dnevnike, te je čitaše caru.
Ο δὲ Κύριος ἀπέστησε τὸν ὕπνον ἀπὸ τοῦ βασιλέως τὴν νύκτα ἐκείνην, καὶ εἶπε τῷ διακόνῳ αὐτοῦ εἰσφέρειν γράμματα μνημόσυνα τῶν ἡμερῶν ἀναγινώσκειν αὐτῷ.
I nađe se zapisano kako je Mardohej prokazao za Vihtana i Teresa, dva dvoranina, koji čuvahu stražu na pragu, da gledaju da dignu ruke na cara Asvira.
εὗρε δὲ τὰ γράμματα τὰ γραφέντα περὶ Μαρδοχαίου, ὡς ἀπήγγειλε τῷ βασιλεῖ περὶ τῶν δύο εὐνούχων τοῦ βασιλέως ἐν τῷ φυλάσσειν αὐτοὺς καὶ ζητῆσαι ἐπιβαλεῖν τὰς χεῖρας Ἀρταξέρξῃ.
Tada reče car: kaka je čast i kako je dobro učinjeno Mardoheju za to? A momci carevi, sluge njegove, rekoše: nije mu učinjeno ništa.
εἶπε δὲ ὁ βασιλεύς· τίνα δόξαν ἢ χάριν ἐποιήσαμεν τῷ Μαρδοχαίῳ; καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως· οὐκ ἐποίησας αὐτῷ οὐδέν.
A car reče: ko je u trijemu? A Aman bješe došao u spoljašnji trijem dvora careva da kaže caru da se objesi Mardohej na vješala koja mu je pripravio.
ἐν δὲ τῷ πυνθάνεσθαι τὸν βασιλέα περὶ τῆς εὐνοίας Μαρδοχαίου, ἰδοὺ Ἀμὰν ἐν τῇ αὐλῇ. εἶπε δὲ ὁ βασιλεύς· τίς ἐν τῇ αὐλῇ; ὁ δὲ Ἀμὰν εἰσῆλθεν εἰπεῖν τῷ βασιλεῖ κρεμάσαι τὸν Μαρδοχαῖον ἐπὶ τῷ ξύλῳ, ᾧ ἡτοίμασε.
A momci carevi rekoše mu: gle, Aman stoji u trijemu. A car reče: neka dođe.
καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως· ἰδοὺ Ἀμὰν ἕστηκεν ἐν τῇ αὐλῇ. καὶ εἶπεν ὁ βασιλεύς· καλέσατε αὐτόν.
I Aman dođe, a car mu reče: šta treba učiniti čovjeku kojega car hoće da proslavi? A Aman reče u sebi: koga bi car htio proslaviti ako ne mene?
εἶπε δὲ ὁ βασιλεὺς τῷ Ἀμάν· τί ποιήσω τῷ ἀνθρώπῳ, ὃν ἐγὼ θέλω δοξάσαι; εἶπε δὲ ἐν ἑαυτῷ Ἀμάν· τίνα θέλει ὁ βασιλεὺς δοξάσαι εἰ μὴ ἐμέ;
I reče Aman caru: koga car hoće da proslavi,
εἶπε δὲ πρὸς τὸν βασιλέα· ἄνθρωπον, ὃν ὁ βασιλεὺς θέλει δοξάσαι,
Treba donijeti carsko odijelo koje car nosi, i dovesti konja na kom car jaše, i metnuti mu na glavu vijenac carski;
ἐνεγκάτωσαν οἱ παῖδες τοῦ βασιλέως στολὴν βυσσίνην, ἣν ὁ βασιλεὺς περιβάλλεται, καὶ ἵππον ἐφ᾿ ὃν ὁ βασιλεὺς ἐπιβαίνει,
I odijelo i konja treba dati kome između najvećih knezova carevijeh da obuku čovjeka onoga kojega car hoće da proslavi, pa da ga provedu na konju po ulicama gradskim i viču pred njim: ovako biva čovjeku koga car hoće da proslavi.
καὶ δότω ἑνὶ τῶν φίλων τοῦ βασιλέως τῶν ἐνδόξων καὶ στολισάτω τὸν ἄνθρωπον, ὃν ὁ βασιλεὺς ἀγαπᾷ, καὶ ἀναβιβασάτω αὐτὸν ἐπὶ τὸν ἵππον καὶ κηρυσσέτω διὰ τῆς πλατείας τῆς πόλεως λέγων· οὕτως ἔσται παντὶ ἀνθρώπῳ, ὃν ὁ βασιλεὺς δοξάζει.
Tada reče car Amanu: brže uzmi odijelo i konja kao što reče, i učini tako Mardoheju, Judejcu koji sjedi na vratima carevijem; nemoj izostaviti ništa što si rekao.
εἶπε δὲ ὁ βασιλεὺς τῷ Ἀμάν· καλῶς ἐλάλησας. οὕτως ποίησον τῷ Μαρδοχαίῳ τῷ Ἰουδαίῳ τῷ θεραπεύοντι ἐν τῇ αὐλῇ, καὶ μὴ παραπεσάτω σου λόγος, ὧν ἐλάλησας.
I uze Aman odijelo i konja, i obuče Mardoheja i provede ga na konju po ulicama gradskim vičući pred njim: ovako biva čovjeku koga car hoće da proslavi.
ἔλαβε δὲ Ἀμὰν τὴν στολὴν καὶ τὸν ἵππον, καὶ ἐστόλισε τὸν Μαρδοχαῖον, καὶ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὸν ἵππον καὶ διῆλθε διὰ τῆς πλατείας τῆς πόλεως καὶ ἐκήρυσσε λέγων· οὕτως ἔσται παντὶ ἀνθρώπῳ, ὃν ὁ βασιλεὺς θέλει δοξάσαι.
Potom se vrati Mardohej na vrata careva, a Aman brže otide kući svojoj žalostan i pokrivene glave.
ἐπέστρεψε δὲ ὁ Μαρδοχαῖος εἰς τὴν αὐλήν. Ἀμὰν δὲ ὑπέστρεψεν εἰς τὰ ἴδια λυπούμενος κατὰ κεφαλῆς.
I pripovjedi Aman Seresi ženi svojoj i svijem prijateljima svojim sve što mu se dogodi. Tada mu rekoše mudarci njegovi i Seresa žena njegova: kad je od Judejskoga sjemena Mardohej pred kojim si počeo padati, nećeš mu odoljeti, nego ćeš pasti pred njim.
καὶ διηγήσατο Ἀμὰν τὰ συμβεβηκότα αὐτῷ Ζωσάρᾳ τῇ γυναικὶ αὐτοῦ καὶ τοῖς φίλοις, καὶ εἶπαν πρὸς αὐτὸν οἱ φίλοι καὶ ἡ γυνή· εἰ ἐκ γένους Ἰουδαίων Μαρδοχαῖος, ἦρξαι ταπεινοῦσθαι ἐνώπιον αὐτοῦ, πεσὼν πεσῇ καὶ οὐ μὴ δύνῃ αὐτὸν ἀμύνασθαι, ὅτι Θεὸς ζῶν μετ᾿ αὐτοῦ.
I dok oni još govorahu s njim, dođoše dvorani carevi i brže odvedoše Amana na objed koji zgotovi Jestira.