Jestira 4

Stari zavet

1

A Mardohej doznav sve šta bi, razdrije haljine svoje i obuče se u kostrijet i posu se pepelom i pođe po gradu vičući iza glasa gorko.

Ο δὲ Μαρδοχαῖος ἐπιγνοὺς τὸ συντελούμενον διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ καὶ ἐνεδύσατο σάκκον καὶ κατεπάσατο σποδὸν καὶ ἐκπηδήσας διὰ τῆς πλατείας τῆς πόλεως ἐβόα φωνῇ μεγάλῃ· αἴρεται ἔθνος μηδὲν ἠδικηκός.

0
2

I dođe do pred vrata careva, jer ne bješe slobodno ući na vrata careva u kostrijeti.

καὶ ἦλθεν ἕως τῆς πύλης τοῦ βασιλέως καὶ ἔστη· οὐ γὰρ ἦν αὐτῷ ἐξὸν εἰσελθεῖν εἰς τὴν αὐλὴν σάκκον ἔχοντι καὶ σποδόν.

0
3

I u svijem zemljama, u koje god mjesto dođe riječ careva i zapovijest njegova, bi velika žalost među Jevrejima i post i plač i jauk, i mnogi u kostrijeti i pepelu ležahu.

καὶ ἐν πάσῃ χώρᾳ, οὗ ἐξετίθετο τὰ γράμματα, κραυγὴ καὶ κοπετὸς καὶ πένθος μέγα τοῖς Ἰουδαίοις, σάκκον καὶ σποδὸν ἔστρωσαν ἑαυτοῖς.

0
4

I dođoše djevojke Jestirine i dvorani njezini, i javiše joj: i carica se ožalosti veoma, i posla haljine da preobuku Mardoheja i da skinu s njega kostrijet; ali on ne primi.

καὶ εἰσῆλθον αἱ ἅβραι καὶ οἱ εὐνοῦχοι τῆς βασιλίσσης καὶ ἀνήγγειλαν αὐτῇ, καὶ ἐταράχθη ἀκούσασα τὸ γεγονὸς καὶ ἀπέστειλε στολίσαι τὸν Μαρδαχαῖον καὶ ἀφελέσθαι αὐτοῦ τὸν σάκκον· ὁ δὲ οὐκ ἐπείσθη.

0
5

Tada dozva Jestira Ataha dvoranina careva, kojega joj bješe dao da joj služi, i zapovjedi mu za Mardoheja da razbere šta mu je i zašto.

ἡ δὲ Ἐσθὴρ προσεκαλέσατο Ἀχραθαῖον τὸν εὐνοῦχον αὐτῆς, ὃς παρειστήκει αὐτῇ, καὶ ἀπέστειλε μαθεῖν αὕτη παρὰ τοῦ Μαρδοχαίου τὸ ἀκριβές.

0
6

I otide Atah k Mardoheju na ulicu gradsku koja bijaše pred vratima carevijem.

0
7

I Mardohej mu kaza sve što mu se dogodilo i za srebro što je obrekao Aman dati u carevu riznicu za Judejce da ih istrijebi;

ὁ δὲ Μαρδοχαῖος ὑπέδειξεν αὐτῷ τὸ γεγονὸς καὶ τὴν ἐπαγγελίαν, ἣν ἐπηγγείλατο Ἀμὰν τῷ βασιλεῖ εἰς τὴν γάζαν ταλάντων μυρίων, ἵνα ἀπολέσῃ τοὺς Ἰουδαίους·

0
8

I prijepis od zapovijesti koja bi proglašena u Susanu da se istrijebe, dade mu da je pokaže Jestiri i javi, i da joj naruči da otide k caru i da ga umilostivi i da ga moli za svoj narod.

καὶ τὸ ἀντίγραφον τὸ ἐν Σούσοις ἐκτεθὲν ὑπὲρ τοῦ ἀπολέσθαι αὐτοὺς ἔδωκεν αὐτῷ δεῖξαι τῇ Ἐσθήρ. καὶ εἶπεν αὐτῷ, ἐντείλασθαι αὐτῇ εἰσελθούσῃ παραιτήσασθαι τὸν βασιλέα καὶ ἀξιῶσαι αὐτὸν περὶ τοῦ λαοῦ μνησθεῖσα ἡμερῶν ταπεινώσεώς σου, ὡς ἐτράφης ἐν χειρί μου, διότι Ἀμὰν ὁ δευτερεύων τῷ βασιλεῖ ἐλάλησε καθ᾿ ἡμῶν εἰς θάνατον· ἐπικάλεσαι τὸν Κύριον καὶ λάλησον τῷ βασιλεῖ περὶ ἡμῶν ρῦσαι ἡμᾶς ἐκ θανάτου.

0
9

I vrativši se Atah kaza Jestiri riječi Mardohejeve.

εἰσελθὼν δὲ ὁ Ἀχραθαῖος ἐλάλησεν αὐτῇ πάντας τοὺς λόγους τούτους.

0
10

A Jestira reče Atahu i zapovjedi mu da kaže Mardoheju:

εἶπε δὲ Ἐσθὴρ πρὸς Ἀχραθαῖον· πορεύθητι πρὸς Μαρδοχαῖον καὶ εἰπόν,

0
11

Znaju sve sluge careve i narod po zemljama carevijem da ko bi god, čovjek ili žena, ušao k caru unutra u dvor ne budući pozvan, jedan je zakon za nj, da se pogubi, osim kome bi car pružio zlatnu palicu, taj ostaje živ; a ja nijesam zvana da uđem k caru, ovo je trideset dana.

ὅτι τὰ ἔθνη πάντα τῆς βασιλείας γινώσκει, ὅτι πᾶς ἄνθρωπος ἢ γυνή, ὃς εἰσελεύσεται πρὸς τὸν βασιλέα εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν ἄκλητος, οὐκ ἔστιν αὐτῷ σωτηρία· πλὴν ᾧ ἐκτείνῃ ὁ βασιλεὺς τὴν χρυσῆν ράβδον, οὗτος σωθήσεται· κἀγὼ οὐ κέκλημαι εἰσελθεῖν πρὸς τὸν βασιλέα, εἰσὶν αὗται ἡμέραι τριάκοντα.

0
12

I kazane biše Mardoheju riječi Jestirine.

καὶ ἀπήγγειλεν Ἀχραθαῖος Μαρδοχαίῳ πάντας τοὺς λόγους Ἐσθήρ,

0
13

A Mardohej opet poruči Jestiri: nemoj misliti da ćeš se mimo sve Judejce izbaviti u domu carevu.

καὶ εἶπε Μαρδοχαῖος πρὸς Ἀχραθαῖον· πορεύθητι καὶ εἶπον αὐτῇ· Ἐσθήρ, μὴ εἴπῃς σεαυτῇ, ὅτι σωθήσῃ μόνη ἐν τῇ βασιλείᾳ παρὰ πάντας τοὺς Ἰουδαίους·

0
14

Jer ako ti uzmučiš sada, doći će pomoć i izbavljenje Judejcima s druge strane, a ti i dom oca tvojega poginućete; i ko zna nijesi li za ovako vrijeme došla do carstva.

ὡς ὅτι ἐὰν παρακούσῃς ἐν τούτῳ τῷ καιρῷ, ἄλλοθεν βοήθεια καὶ σκέπη ἔσται τοῖς Ἰουδαίοις, σὺ δὲ καὶ ὁ οἶκος τοῦ πατρός σου ἀπολεῖσθε· καὶ τίς οἶδεν, εἰ εἰς τὸν καιρὸν τοῦτον ἐβασίλευσας;

0
15

Tada reče Jestira da odgovore Mardoheju:

καὶ ἐξαπέστειλεν Ἐσθὴρ τὸν ἥκοντα πρὸς αὐτήν, πρὸς Μαρδοχαῖον λέγουσα·

0
16

Idi, skupi sve Judejce što se nalaze u Susanu, i postite za me, i ne jedite ni pijte za tri dana ni danju ni noću; i ja ću sa svojim djevojkama postiti također, pa ću onda otići k caru, ako i nije po zakonu, i ako poginem, neka poginem.

βαδίσας ἐκκλησίασον τοὺς Ἰουδαίους τοὺς ἐν Σούσοις καὶ νηστεύσατε ἐπ᾿ ἐμοὶ καὶ μὴ φάγητε μηδὲ πίητε ἐπὶ ἡμέρας τρεῖς νύκτα καὶ ἡμέραν, κἀγὼ δὲ καὶ αἱ ἅβραι μου ἀσιτήσομεν, καὶ τότε εἰσελεύσομαι πρὸς τὸν βασιλέα παρὰ τὸν νόμον, ἐὰν καὶ ἀπολέσθαι με δέῃ.

0
17

Tada otide Mardohej i učini sve kako mu zapovjedi Jestira.

Καὶ βαδίσας Μαρδοχαῖος ἐποίησεν ὅσα ἐνετείλατο αὐτῷ Ἐσθήρ. 17α καὶ ἐδεήθη Κυρίου μνημονεύων πάντα τὰ ἔργα Κυρίου καὶ εἶπε· 17β Κύριε Κύριε, βασιλεῦ πάντων κρατῶν, ὅτι ἐν ἐξουσίᾳ σου τὸ πᾶν ἐστι, καὶ οὐκ ἔστιν ὁ ἀντιδοξῶν σοι ἐν τῷ θέλειν σε σῶσαι τὸν Ἰσραήλ· 17γ ὅτι σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πᾶν θαυμαζόμενον ἐν τῇ ὑπ᾿ οὐρανὸν καὶ Κύριος εἶ πάντων, καὶ οὐκ ἔστιν ὃς ἀντιτάξεταί σοι τῷ Κυρίῳ. 17δ σὺ πάντα γινώσκεις· σὺ οἶδας, Κύριε, ὅτι οὐκ ἐν ὕβρει οὐδὲ ἐν ὑπερηφανίᾳ οὐδὲ ἐν φιλοδοξίᾳ ἐποίησα τοῦτο, τὸ μὴ προσκυνεῖν τὸν ὑπερήφανον Ἀμάν, ὅτι ηὐδόκουν φιλεῖν πέλματα ποδῶν αὐτοῦ πρὸς σωτηρίαν Ἰσραήλ· 17ε ἀλλ᾿ ἐποίησα τοῦτο, ἵνα μὴ θῶ δόξαν ἀνθρώπου ὑπεράνω δόξης Θεοῦ, καὶ οὐ προσκυνήσω οὐδένα, πλὴν σοῦ τοῦ Κυρίου μου καὶ οὐ ποιήσω αὐτὰ ἐν ὑπερηφανίᾳ. 17ζ καὶ νῦν, Κύριε ὁ Θεός, ὁ βασιλεύς, ὁ Θεὸς Ἁβραάμ, φεῖσαι τοῦ λαοῦ σου, ὅτι ἐπιβλέπουσιν ἡμῖν εἰς καταφθορὰν καὶ ἐπεθύμησαν ἀπολέσαι τὴν ἐξ ἀρχῆς κληρονομίαν σου· 17η μὴ ὑπερίδῃς τὴν μερίδα σου, ἣν σεαυτῷ ἐλυτρώσω ἐκ γῆς Αἰγύπτου· 17θ ἐπάκουσον τῆς δεήσεώς μου καὶ ἱλάσθητι τῷ κλήρῳ σου καὶ στρέψον τὸ πένθος ἡμῶν εἰς εὐωχίαν, ἵνα ζῶντες ὑμνῶμέν σου τὸ ὄνομα, Κύριε, καὶ μὴ ἀφανίσῃς στόμα αἰνούντων σε, Κύριε. 17ι καὶ πᾶς Ἰσραὴλ ἐκέκραξεν ἐξ ἰσχύος αὐτῶν, ὅτι θάνατος αὐτῶν ἐν ὀφθαλμοῖς αὐτῶν. 17κ Καὶ Ἐσθὴρ ἡ βασίλισσα κατέφυγεν ἐπὶ τὸν Κύριον ἐν ἀγῶνι θανάτου κατειλημμένη, καὶ ἀφελομένη τὰ ἱμάτια τῆς δόξης αὐτῆς ἐνεδύσατο ἱμάτια στενοχωρίας καὶ πένθους, καὶ ἀντὶ τῶν ὑπερηφάνων ἡδυσμάτων, σποδοῦ καὶ κοπριῶν ἐνέπλησε τὴν κεφαλὴν αὐτῆς καὶ τὸ σῶμα αὐτῆς ἐταπείνωσε σφόδρα καὶ πάντα τόπον κόσμου ἀγαλλιάματος αὐτῆς ἔπλησε στρεπτῶν τριχῶν αὐτῆς καὶ ἐδεῖτο Κυρίου Θεοῦ Ἰσραήλ, καὶ εἶπε· 17λ Κύριέ μου, βασιλεὺς ἡμῶν σὺ εἶ μόνος· βοήθησόν μοι τῇ μόνῃ καὶ μὴ ἐχούσῃ βοηθὸν εἰ μὴ σέ, ὅτι κίνδυνός μου ἐν χειρί μου. 17μ ἐγὼ ἤκουον ἐκ γενετῆς μου ἐν φυλῇ πατριᾶς μου ὅτι σύ, Κύριε, ἔλαβες τὸν Ἰσραὴλ ἐκ πάντων τῶν ἐθνῶν καὶ τοὺς πατέρας ἡμῶν ἐκ πάντων τῶν προγόνων αὐτῶν εἰς κληρονομίαν αἰώνιον καὶ ἐποίησας αὐτοῖς ὅσα ἐλάλησας. 17ν καὶ νῦν ἡμάρτομεν ἐνώπιόν σου, καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας τῶν ἐχθρῶν ἡμῶν, ἀνθ᾿ ὧν ἐδοξάσαμεν τοὺς θεοὺς αὐτῶν· δίκαιος εἶ, Κύριε. 17ξ καὶ νῦν οὐκ ἱκανώθησαν ἐν πικρασμῷ δουλείας ἡμῶν, ἀλλ᾿ ἔθηκαν τὰς χεῖρας αὐτῶν ἐπὶ τὰς χεῖρας τῶν εἰδώλων αὐτῶν ἐξάραι ὁρισμὸν στόματός σου καὶ ἀφανίσαι κληρονομίαν σου καὶ ἐμφράξαι στόμα αἰνούντων σοι καὶ σβέσαι δόξαν οἴκου σου καὶ θυσιαστηρίου σου, 17ο καὶ ἀνοῖξαι στόμα ἐθνῶν εἰς ἀρετὰς ματαίων καὶ θαυμασθῆναι βασιλέα σάρκινον εἰς αἰῶνα. 17π μὴ παραδῷς, Κύριε, τὸ σκῆπτρόν σου τοῖς μὴ οὖσι, καὶ μὴ καταγελασάτωσαν ἐν τῇ πτώσει ἡμῶν, ἀλλὰ στρέψον τὴν βουλὴν αὐτῶν ἐπ᾿ αὐτούς, τὸν δὲ ἀρξάμενον ἐφ᾿ ἡμᾶς παραδειγμάτισον. 17ρ μνήσθητι, Κύριε, γνώσθητι ἐν καιρῷ θλίψεως ἡμῶν καὶ ἐμὲ θάρσυνον, βασιλεῦ τῶν θεῶν καὶ πάσης ἀρχῆς ἐπικρατῶν· 17σ δὸς λόγον εὔρυθμον εἰς τὸ στόμα μου ἐνώπιον τοῦ λέοντος καὶ μετάθες τὴν καρδίαν αὐτοῦ εἰς μῖσος τοῦ πολεμοῦντος ἡμᾶς εἰς συντέλειαν αὐτοῦ καὶ τῶν ὁμονούντων αὐτῶ· 17τ ἡμᾶς δὲ ρῦσαι ἐν χειρί σου καὶ βοήθησόν μοι τῇ μόνῃ καὶ μὴ ἐχούσῃ εἰς μὴ σέ, Κύριε· 17υ πάντων γνῶσιν ἔχεις καὶ οἶδας ὅτι ἐμίσησα δόξαν ἀνόμων καὶ βδελύσσομαι κοίτην ἀπεριτμήτων καὶ παντὸς ἀλλοτρίου. 17φ σὺ οἶδας τὴν ἀνάγκην μου, ὅτι βδελύσσομαι τὸ σημεῖον τῆς ὑπερηφανίας μου, ὅ ἐστιν ἐπὶ τῆς κεφαλῆς μου ἐν ἡμέραις ὀπτασίας μου· βδελύσσομαι αὐτὸ ὡς ράκος καταμηνίων καὶ οὐ φορῶ αὐτὸ ἐν ἡμέραις ἡσυχίας μου. 17χ καὶ οὐκ ἔφαγεν ἡ δούλη σου τράπεζαν Ἀμὰν καὶ οὐκ ἐδόξασα συμπόσιον βασιλέως, οὐδὲ ἔπιον οἶνον σπονδῶν· 17ψ καὶ οὐκ ηὐφράνθη ἡ δούλη σου ἀφ᾿ ἡμέρας μεταβολῆς μου μέχρι νῦν, πλὴν ἐπὶ σοί, Κύριε, ὁ Θεὸς Ἁβραάμ. 17ω ὁ Θεὸς ὁ ἰσχύων ἐπὶ πάντας, εἰσάκουσον φωνὴν ἀπηλπισμένων καὶ ρῦσαι ἡμᾶς ἐκ χειρὸς τῶν πονηρευομένων, καὶ ρῦσαί με ἐκ τοῦ φόβου μου.

0