Stari zavet
O, da bi glava moja bila voda, a oči moje izvori suzni! da plačem danju i noću za pobijenima kćeri naroda svojega.
ΤΙΣ δώσει κεφαλῇ μου ὕδωρ καὶ ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τὸν λαόν μου τοῦτον ἡμέρας καὶ νυκτός, τοὺς τετραυματισμένους θυγατρὸς λαοῦ μου;
O, da mi je u pustinji stanak putnički! da ostavim narod svoj i da otidem od njih, jer su svi preljubočinci, zbor nevjernički;
τίς δῴη μοι ἐν τῇ ἐρήμῳ σταθμὸν ἔσχατον καὶ καταλείψω τὸν λαόν μου καὶ ἀπελεύσομαι ἀπ' αὐτῶν; ὅτι πάντες μοιχῶνται, σύνοδος ἀθετούντων.
I zapinju jezik svoj kao luk da lažu, i osiliše na zemlji, ali ne za istinu, nego idu iz zla u zlo, niti znaju za me, govori Gospod.
καὶ ἐνέτειναν τὴν γλῶσσαν αὐτῶν ὡς τόξον, ψεῦδος καὶ οὐ πίστις ἐνίσχυσεν ἐπὶ τῆς γῆς, ὅτι ἐκ κακῶν εἰς κακὰ ἐξήλθοσαν καὶ ἐμὲ οὐκ ἔγνωσαν, φησὶ Κύριος.
Čuvajte se svaki prijatelja svojega i nijednome bratu ne vjerujte; jer svaki brat radi da potkine drugoga, i svaki prijatelj ide te opada.
ἕκαστος ἀπὸ τοῦ πλησίον αὐτοῦ φυλάξασθε καὶ ἐπ' ἀδελφοῖς αὐτῶν μὴ πεποίθατε, ὅτι πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ, καὶ πᾶς φίλος δολίως πορεύσεται.
I svaki vara prijatelja svojega i ne govori istine, uče jezik svoj da govori laž, muče se da čine zlo.
ἕκαστος κατὰ τοῦ φίλου αὐτοῦ καταπαίξεται, ἀλήθειαν οὐ μὴ λαλήσωσι· μεμάθηκεν ἡ γλῶσσα αὐτῶν λαλεῖν ψευδῆ, ἠδίκησαν καὶ οὐ διέλιπον τοῦ ἐπιστρέψαι.
Stan ti je usred prijevare; radi prijevare neće da znaju za me, govori Gospod.
τόκος ἐπὶ τόκῳ καὶ δόλος ἐπὶ δόλῳ· οὐκ ἤθελον εἰδέναι με, φησὶ Κύριος.
Zato ovako govori Gospod nad vojskama: gle, pretopiću ih, i okušaću ih; jer što bih činio radi kćeri naroda svojega?
διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ πυρώσω αὐτοὺς καὶ δοκιμῶ αὐτούς, ὅτι ποιήσω ἀπὸ προσώπου πονηρίας θυγατρὸς λαοῦ μου.
Jezik im je strijela smrtna, govori prijevaru; ustima govore o miru s prijateljem svojim, a u srcu namještaju zasjedu.
βολὶς τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν, δόλια τὰ ρήματα τοῦ στόματος αὐτῶν· τῷ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικὰ καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχθραν.
Zato li ih neću pohoditi? govori Gospod; duša moja neće li se osvetiti takom narodu?
μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι, λέγει Κύριος, ἢ ἐν λαῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου;
Za ovijem gorama udariću u plač i u ridanje, i za torovima u pustinji u naricanje; jer izgorješe da niko ne prolazi niti se čuje glas od stada, i ptice nebeske i stoka pobjegoše i otidoše.
Ἐπὶ τὰ ὄρη λάβετε κοπετὸν καὶ ἐπὶ τὰς τρίβους τῆς ἐρήμου θρῆνον, ὅτι ἐξέλιπον παρὰ τὸ μὴ εἶναι ἀνθρώπους· οὐκ ἤκουσαν φωνὴν ὑπάρξεως· ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ καὶ ἕως κτηνῶν ἐξέστησαν, ᾤχοντο.
I obratiću Jerusalim u gomilu, u stan zmajevski; i gradove Judine obratiću u pustoš, da neće niko onuda živjeti.
καὶ δώσω τὴν Ἱερουσαλὴμ εἰς μετοικίαν καὶ εἰς κατοικητήριον δρακόντων καὶ τὰς πόλεις Ἰούδα εἰς ἀφανισμὸν θήσομαι, παρὰ τὸ μὴ κατοικεῖσθαι.
Ko je mudar da bi razumio? i komu govoriše usta Gospodnja, da bi objavio zašto zemlja propade i izgorje kao pustinja da niko ne prolazi?
τίς ὁ ἄνθρωπος ὁ συνετός, καὶ συνέτω τοῦτο; καὶ ᾧ λόγος στόματος Κυρίου πρὸς αὐτόν, ἀναγγειλάτω ὑμῖν· ἕνεκεν τίνος ἀπώλετο ἡ γῆ, ἀνήφθη ὡς ἔρημος παρὰ τὸ μὴ διοδεύεσθαι αὐτήν;
Jer Gospod reče: što ostaviše zakon moj, koji metnuh pred njih, i ne slušaše glasa mojega i ne hodiše za njim,
καὶ εἶπε Κύριος πρός με· διὰ τὸ ἐγκαταλιπεῖν αὐτοὺς τὸν νόμον μου, ὃν ἔδωκα πρὸ προσώπου αὐτῶν, καὶ οὐκ ἤκουσαν τῆς φωνῆς μου,
Nego hodiše za mislima srca svojega i za Valima, čemu ih naučiše oci njihovi,
ἀλλ' ἐπορεύθησαν ὀπίσω τῶν ἀρεστῶν τῆς καρδίας αὐτῶν τῆς κακῆς καὶ ὀπίσω τῶν εἰδώλων, ἃ ἐδίδαξαν αὐτοὺς οἱ πατέρες αὐτῶν·
Zato ovako veli Gospod nad vojskama, Bog Izrailjev: evo ja ću nahraniti taj narod pelenom i napojiću ih žuči.
διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· ἰδοὺ ἐγὼ ψωμιῶ αὐτοὺς ἀνάγκας καὶ ποτιῶ αὐτοὺς ὕδωρ χολῆς
I rasijaću ih među narode, kojih ne poznavaše ni oni ni oci njihovi; i puštaću za njima mač dokle ih ne istrijebim.
καὶ διασκορπιῶ αὐτοὺς ἐν τοῖς ἔθνεσιν, εἰς οὓς οὐκ ἐγίνωσκον αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν, καὶ ἐπαποστελῶ ἐπ' αὐτοὺς τὴν μάχαιραν ἕως τοῦ ἐξαναλῶσαι αὐτοὺς ἐν αὐτῇ.
Ovako veli Gospod nad vojskama: gledajte i zovite narikače neka dođu, i pošljite po vješte neka dođu,
τάδε λέγει Κύριος· καλέσατε τὰς θρηνούσας καὶ ἐλθέτωσαν, καὶ πρὸς τὰς σοφὰς ἀποστείλατε καὶ φθεγξάσθωσαν
I neka brže nariču za nama, da se rone suze od očiju naših, i od vjeđa naših da teče voda.
καὶ λαβέτωσαν ἐφ' ὑμᾶς θρῆνον, καὶ καταγαγέτωσαν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, καὶ τὰ βλέφαρα ὑμῶν ρείτω ὕδωρ.
Jer se glasno ridanje ču od Siona: kako propadosmo! posramismo se vrlo, jer se rastavljasmo sa zemljom, jer obaraju stanove naše.
ὅτι φωνὴ οἴκτου ἠκούσθη ἐν Σιών· πῶς ἐταλαιπωρήσαμεν, κατῃσχύνθημεν σφόδρα, ὅτι ἐγκατελίπομεν τὴν γῆν καὶ ἀπερρίψαμεν τὰ σκηνώματα ἡμῶν.
Zato, žene, čujte riječ Gospodnju i neka primi uho vaše riječ usta njegovijeh, i učite kćeri svoje ridati i jedna drugu naricati.
ἀκούσατε δή, γυναῖκες, λόγον Θεοῦ, καὶ δεξάσθω τὰ ὦτα ὑμῶν λόγους στόματος αὐτοῦ, καὶ διδάξατε τὰς θυγατέρας ὑμῶν οἶκτον καὶ γυνὴ τὸν πλησίον αὐτῆς θρῆνον.
Jer se pope smrt na prozore naše i uđe u dvorove naše da istrijebi djecu s ulica i mladiće s putova.
ὅτι ἀνέβη θάνατος διὰ τῶν θυρίδων ὑμῶν, εἰσῆλθεν εἰς τὴν γῆν ὑμῶν τοῦ ἐκτρῖψαι νήπια ἔξωθεν καὶ νεανίσκους ἀπὸ τῶν πλατειῶν.
Reci: ovako govori Gospod: i mrtva će tjelesa ljudska ležati kao gnoj po njivi i kao rukoveti za žeteocem, kojih niko ne kupi.
καὶ ἔσονται οἱ νεκροὶ τῶν ἀνθρώπων εἰς παράδειγμα ἐπὶ προσώπου τοῦ πεδίου τῆς γῆς ὑμῶν καὶ ὡς χόρτος ὀπίσω θερίζοντος, καὶ οὐκ ἔσται ὁ συνάγων.
Ovako veli Gospod: mudri da se ne hvali mudrošću svojom, ni jaki da se ne hvali snagom svojom, ni bogati da se ne hvali bogatstvom svojim.
Τάδε λέγει Κύριος· μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ,
Nego ko se hvali, neka se hvali tijem što razumije i poznaje mene da sam ja Gospod koji činim milost i sud i pravdu na zemlji, jer mi je to milo, govori Gospod.
ἀλλ' ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνίειν καὶ γινώσκεν ὅτι ἐγώ εἰμι Κύριος ὁ ποιῶν ἔλεος καὶ κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς, ὅτι ἐν τούτοις τὸ θέλημά μου, λέγει Κύριος.
Eto, idu dani, veli Gospod, kad ću pohoditi sve, obrezane i neobrezane,
ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπισκέψομαι ἐπὶ πάντας περιτετμημένους ἀκροβυστίας αὐτῶν,
Misirce i Judejce i Edomce i sinove Amonove i Moavce i sve koji se s kraja strigu, koji žive u pustinji; jer su svi ti narodi neobrezani, i sav je dom Izrailjev neobrezana srca.
ἐπ' Αἴγυπτον καὶ ἐπὶ Ἰδουμαίαν καὶ ἐπὶ Ἐδὼμ καὶ ἐπὶ υἱοὺς Ἀμμὼν καὶ ἐπὶ υἱοὺς Μωὰβ καὶ ἐπὶ πάντα περικειρόμενον τὰ κατὰ πρόσωπον αὐτοῦ, τοὺς κατοικοῦντας ἐν τῇ ἐρήμῳ· ὅτι πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκί, καὶ πᾶς οἶκος Ἰσραὴλ ἀπερίτμητοι καρδίας αὐτῶν.